- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:73.1-74.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论梦》461b24及后文,解释了当支配中枢在睡眠中未完全被血液压制时,如何能够辨识梦境影像而不将其混同于实物,并探讨了手指触压眼球的比喻与抄本异文。
" Ὅτε δὲ ᾐσθάνετο, οὐκ ἔλεγε Κορίσκον τὸ κύριον." Τουτέστιν ὅτε γὰρ ᾐσθάνετο (ὁ γὰρ δὲ σύνδεσμος ἀντὶ τοῦ γὰρ κεῖται),1 ὅτε γὰρ ᾐσθάνετο, ἤτοι ὅτε γὰρ ἐν τῷ ὕπνῳ οὐ κατείχετο ὑπὸ τοῦ κατελθόντος αἵματος τὸ κύριον καὶ ἐπικρῖνον, οὐκ ἔλεγε Κορίσκον τὸ εἴδωλον, ἀλλὰ διὰ τούτου ἐκεῖνον Κορίσκον τὸν ἀληθινόν,2 τουτέστιν ἀλλὰ διὰ τοῦ εἰδώλου ἑώρα καὶ διενοεῖτο τὸν ἀληθινὸν Κορίσκον. οὗ δὴ εἰδώλου καὶ αἰσθανόμενόν φησιν, ὅτι τοῦτο οὐκ ἔστι Κορίσκος,3 ἀλλ’ εἴδωλον Κορίσκου. τὸ δὲ ἂν μὴ παντελῶς κατέχηται ὑπὸ τοῦ αἵματος ὡς δηλωτικὸν ἐπῆκται τοῦ ὅτε δὲ ᾐσθάνετο, οὐκ ἔλεγε Κορίσκον τὸ κύριον. ἔστι δὲ τὸ μὲν ἑξῆς τῆς λέξεως τοιοῦτον· ἂν μὴ παντελῶς κατέχηται ὑπὸ τοῦ αἵματος καὶ δοκῇ τὸ ὅμοιον αὐτὸ εἶναι τὸ ἀληθές, ὥσπερ αἰσθανόμενον τοῦτο κινεῖται ὑπὸ τῶν κινήσεων τῶν ἐν τοῖς αἰσθητηρίοις. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστι· τοῦτο τὸ κύριον καὶ ἐπικρῖνον ἂν μὴ παντελῶς ὑπὸ τοῦ αἵματος ἐν τοῖς ὕπνοις κατέχηται, ὑπὸ τῶν κινήσεων τῶν ἐν τοῖς αἰσθητηρίοις οὕτω κινεῖται ὥσπερ αἰσθανόμενον, καὶ ὥσπερ τὸ κυρίως αἰσθανόμενον, εἰ μή τι συμβαίη, οὐκ ἀπατᾶται, οὕτως οὐδὲ τοῦτο. ἐὰν δὲ οὕτω κατέχηται, ὥστε τὸ ὅμοιον καὶ τὸ εἴδωλον δοκεῖν ὅτι αὐτό ἐστι τὸ ἀληθινόν, οὐ κινεῖται ὑπὸ τῶν εἰδώλων ὡς αἰσθανόμενον καὶ τρόπον τινὰ ἐγρηγορός, ἀλλ’ ὡς ἀναίσθητον. ὅταν γάρ, ὡς ἐρεῖ μετ’ ὀλίγον, μὴ κατέχηται, οὔτε οὕτως ἐστὶν ἐγρηγορὸς ὡς τὰ ἁπλῶς καὶ κυρίως ἐγρηγορότα, οὔτ’ αὖ πάλιν καθεῦδον ὡς τὰ ἁπλῶς καθεύδοντα, ἀλλὰ μεταξὺ ἐγρηγορότος καὶ καθεύδοντος. τὸ δὲ λεγόμενον περὶ τῆς ὑποβολῆς τοῦ δακτύλου ἐν τῷ ὀφθαλμῷ οὐχ ὡς ἀληθὲς εἴληπται (ποῦ γὰρ εἰκὸς ἢ ἐμὲ ἢ ἄλλον ὁντιναοῦν ὑποβαλόντα τὸν δάκτυλον εἰς τὸν ὀφθαλμὸν λανθάνειν, ὅτι ὑπέβαλον ἢ ὑπέβαλεν;), ἀλλ’ οὕτως εἴληπται ἕνεκεν λόγου, δυνάμει λέγων· κείσθω ὅτι ὑπέβαλέ τις τὸν δάκτυλον αὐτοῦ, λέληθε δὲ αὐτόν, ὅτι ὑποβέβληται. ὡς οὖν ἐπὶ τῇ τοῦ δακτύλου ὑποβολῇ, οὕτω φησὶ καὶ ἐν τοῖς ὕπνοις, ἂν μὲν αἰσθάνηται τὸ κύριον καὶ ἐπικρῖνον (τοῦτο δ’ ἐστίν, ὡς εἴρηται, ἡ διάνοια· ἱκανὴ δὲ ἡ διάνοια καὶ ἐγρηγορότων καὶ κοιμωμένων ἐπιβάλλειν τοῖς προσήκουσιν ἔργοις), ἂν μὲν δὴ αἰσθάνηται ὅτι καθεύδει καὶ πρὸς τούτῳ αἴσθησιν ἔχῃ τοῦ πάθους (τουτέστι τοῦ ἐνυπνίου, ἐν ᾧ πάθει ἐστὶν ἡ αἴσθησις τοῦ αἰσθητικοῦ· τῆς γὰρ αἰσθητικῆς ψυχῆς ἡ αἴσθησις καὶ ἡ ἐνέργεια ἐν τούτῳ τῷ πάθει τότε γίνεται· περὶ αὐτὸ γὰρ ἐνεργεῖ), φαίνεται μέν, λέγει δὲ ὅτι οὐκ ἔστι τὸ φαινόμενον Κορίσκος.4 ὅτι δὲ πολλάκις ὁρῶντες ἐνύπνια λέγομεν ἔτι ὑπνώττοντες, ὅτι τοῦθ’ ὅπερ ὁρῶ οὐκ ἔστιν ἐνύπνιον, δῆλον τοῖς προσέχουσιν. ἰστέον δὲ ὅτι τινὰ μὲν τῶν ἀντιγράφων ἔχουσι καὶ τοῦ ἐν ᾧ ἡ αἴσθησις τοῦ αἰσθητικοῦ, τινὰ δὲ καὶ τοῦ πάθους ἐν ᾧ ἡ αἴσθησις τοῦ ὑπνωτικοῦ. καὶ τῆς μὲν προτέρας γραφῆς ἡ διάνοια ἤδη εἴρηται, διὰ ταύτης δὲ εἴη ἂν λέγων πάθος ὑπνωτικὸν τὸ ἐνύπνιον, ἐν ᾧ ἡ αἴσθησις· τούτου γὰρ τοῦ ἐνυπνίου ἐν τοῖς ὕπνοις αἰσθανόμεθα. ἔστι δὲ τὸ λεγόμενον καὶ ὑπὸ ταύτης καὶ ὑπ’ ἐκείνης τὸ αὐτό.
“但是在感知时,支配中枢并不称[这影像]为科里斯库斯。” 也就是说,“因为在感知时”(连词“但是”代替了“因为”),因为在感知时,也就是在睡眠中支配且判决的中枢没有被下降的血液压制时,[支配中枢]并不称这影像是科里斯库斯,而是通过它称那真实的科里斯库斯,即通过这影像看见并思考真实的科里斯库斯。并且[支配中枢]感知着这影像说“这不是科里斯库斯,而是科里斯库斯的影像”。而“除非完全被血液压制”这句话被附加进来,是作为对“但是在感知时,支配中枢并不称[这影像]为科里斯库斯”的阐释。经文连贯的语序是这样的:“除非完全被血液压制,且那相似物被视为就是真物本身,否则仿佛在感知一样,这[支配中枢]被感觉器官中的运动所推动。”所说的意思则是这样的:如果在睡眠中这支配且判决的中枢没有完全被血液压制,它就会仿佛在感知一样被感觉器官中的运动所推动;正如严格意义上的感知主体若非意外发生便不会受欺骗一样,这一中枢也是如此。但如果它被压制到相似物和影像被视为就是真实之物本身的程度,它就不是作为感知着的且在某种方式下醒着的主体被影像所推动,而是作为无感觉者被推动。因为正如他不久之后将要说的,当它未被压制时,它既不像单纯且严格醒着的存在那样醒着,又不像单纯睡着的存在那样睡着,而是处于醒着与睡着之间。至于关于把手指衬在眼睛下面的说法,并不是作为真实事实来采用的(因为我和任何其他人把手指衬在眼睛下面,却未察觉到自己或他人衬上了手指,这在何处合乎情理呢?),而是为了论述的缘故这样采用的,其实质是说:“假定某人把他的手指衬在下面,却未察觉到手指已被衬上。”因此他说,正如把手指衬在下面的情形一样,在睡眠中也是如此:如果支配且判决的中枢感知到(正如已经说过的,这就是思想;思想无论在醒着的人还是在睡着的人身上,都有能力从事于合适的工作),如果它感知到自己正在睡觉,并且对此还具有对受动状态的感知(即对梦的感知,感觉能力的感知正处于这一受动状态中;因为感觉灵魂的感知与现实活动那时便发生在此受动状态中,因为它正围绕此受动状态施行现实活动),那么影像固然显现出来,但[思想]却说显现出来的并不是科里斯库斯。而我们常常在做梦时,仍处于熟睡中就说“我看到的这个不是梦[或是梦]”,这对留意者来说是显而易见的。应当知道,有些抄本写作“以及感觉能力的感知所处的那个当中的”,而有些抄本写作“以及催眠之物的感知所处的受动状态的”。前一种读法的含义已经说明过了,而通过后一种读法,他所说的当是那存在着感知的催眠受动状态就是梦;因为在睡眠中我们正是感知到这个梦。通过后一种读法所说的与通过前一种读法所说的其实是同一回事。
- 3.12ὁ γὰρ δὲ σύνδεσμος ἀντὶ τοῦ γὰρ κεῖται
注解者将引文(Ὅτε δὲ ᾐσθάνετο)中的连词 δέ 解释为代替表原因的 γάρ。
- 3.12οὐκ ἔλεγε Κορίσκον τὸ εἴδωλον, ἀλλὰ διὰ τούτου ἐκεῖνον Κορίσκον τὸν ἀληθινόν
在动词 ἔλεγε 带双宾格的句式中,后半句(ἀλλὰ διὰ τούτου...)省略了动词 ἔλεγε,与前半句“称影像为科里斯库斯”相对照,补足理解为“通过这影像[称]真实的科里斯库斯”。
- 3.12οὗ δὴ εἰδώλου καὶ αἰσθανόμενόν φησιν, ὅτι τοῦτο οὐκ ἔστι Κορίσκος
关系代词属格 οὗ 修饰 εἰδώλου,作为分词 αἰσθανόμενον 的属格宾语。主格分词 αἰσθανόμενον 与主动词 φησιν 的隐含主语(支配中枢 τὸ κύριον)保持一致。
- 3.12φαίνεται μέν, λέγει δὲ ὅτι οὐκ ἔστι τὸ φαινόμενον Κορίσκος
在 φαίνεται μέν 与 λέγει δέ 的对比中发生了主语转换:φαίνεται 的主语是不言自明的显现之物(即影像),而 λέγει 的主语则是前述的思想或支配判决中枢(ἡ διάνοια / τὸ κύριον καὶ ἐπικρῖνον)。
