- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:71.19-72.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了亚里士多德的461b13,借助对知识不同潜能阶段的比较以及盐溶解时人造青蛙在水中逐个上浮的比喻,阐释了随着血液和蒸发物平息、处于潜能的感觉影像依次浮现并作为梦显现出来的机制。
" Οὕτω δ’ ἔχουσιν, ὥστε ἐν τῇ κινήσει τῃδὶ ἥδε ἐπιπολάσει ἐξ αὐτοῦ ἡ κίνησις.1" Ἐξ αὐτοῦ ἀντὶ τοῦ ἐκ τῆς κατιούσης ἀναθυμιάσεως ἐπὶ τὴν ἀρχήν· ἐν αὐτῇ γὰρ ὡς ἐν ὑποκειμένῳ τὰ ἀπὸ τῶν αἰσθητῶν εἴδωλα τυγχάνουσιν ὄντα. εἰπὼν δὲ ὅτι αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθητῶν ἐν τοῖς αἰσθητηρίοις γινόμεναι καὶ συγκατελθοῦσαι τῇ ἀναθυμιάσει, ἥτις σχεδὸν αἷμά ἐστιν, αἱ μέν εἰσι δυνάμει, αἱ δὲ ἐνεργείᾳ, διὰ τῶν προκειμένων διαρθροῖ, πῶς ἔχουσι πρὸς ἀλλήλας. ἴσμεν δὲ πάντως, ὅτι κινήσεις αὐτὰ τὰ εἴδωλα καὶ τοὺς τύπους τοὺς ἀπὸ τῶν αἰσθητῶν λέγει. ἀλλ’ αὐτὸς μὲν οὕτως λέγει, ἡμῖν δὲ λοιπόν ἐστιν ὑποδείγματι σαφηνίσαι τὸν λόγον. ἔστι τις ἐπιστήμων ὁ ἤδη ἐνεργῶν κατὰ τὴν ἐπιστήμην, ἕτερος ὁ ἔχων τὴν ἕξιν καὶ μὴ ἐνεργῶν, ἄλλος ὁ μανθάνων ἕνα φέρε εἰπεῖν ἐνιαυτόν, καὶ ἕτερος ὁ ἤδη ἀρξάμενος, καὶ ἔτι ὁ παῖς. καὶ εἰσὶν οὗτοι πάντες πλὴν τοῦ ἐνεργοῦντος δυνάμει ἐπιστήμονες· ὁ μέν, ὁ ἐν ἕξει, ἐγγύτερος τοῦ ἐνεργοῦντος· ὁ δὲ μανθάνων ἐνιαυτὸν ἐγγύτερος μὲν τοῦ ἐν ἕξει, πορρώτερος δὲ τοῦ ἐνεργοῦντος· ὁ δὲ ἤδη αὐξανόμενος ἐγγύτερος μὲν τούτου, πορρώτερος δὲ τοῦ ἐν ἕξει καὶ ἔτι πορρώτερος τοῦ ἐνεργοῦντος· ὁμοίως καὶ ὁ παῖς. ὡς οὖν ἐπὶ τούτων, οὕτως ἔχουσι τῇ δυνάμει καὶ αἱ συγκατελθοῦσαι κινήσεις τῇ ἀναθυμιάσει, καὶ αἱ μέν εἰσιν ἐγγύτερον τῇ κινήσει τῇ κινούσῃ τὴν ψυχήν, αἱ δὲ πορρώτερον. εἰ δὲ τοῦτο, δηλονότι τῇ κατ’ ἐνέργειαν κινήσει τοδὶ ἐπιπολάσει, καὶ εὐθὺς μετ’ αὐτὴν κινήσει τὴν ψυχὴν ἥδε ἡ ἔγγιστα αὐτῆς, καὶ ταύτης φθαρείσης ἡ ἐφεξῆς αὐτῆς. σαφηνίζει δὲ καὶ αὐτὸς ταῦτα ἐπὶ ὑποδείγματι τοῖς πεπλασμένοις βατράχοις καὶ ἀνιοῦσιν ἐν τῷ ὕδατι τηκομένου τοῦ ἁλός. εἴ τις γὰρ ξυλίνους πλάσει βατράχους πέντε φέρε εἰπεῖν τὸν ἀριθμόν, εἶτα θήσει εἰς βαθέος ἀγγείου πυθμένα τὸν ἕνα καὶ ἐπικαλύψει αὐτὸν ἁλὶ πολλῷ, εἶτα ἐν τῇ ἐπιφανείᾳ τοῦ ἁλὸς ἕτερον καὶ ὁμοίως ἐπικαλύψει ἐν ἁλί, καὶ τοὺς λοιποὺς ἐφεξῆς οὕτως, εἶθ’ ὕστερον ἐπιθήσει τὸν πέμπτον ἐάσας αὐτὸν ἀκάλυπτον, ἀναλογήσει ὁ μὴ καλυφθεὶς βάτραχος, ἀλλὰ ἀκάλυπτος ὢν καὶ ὁρώμενος τῇ κατ’ ἐνέργειαν κινήσει, περὶ ἣν ἤδη ἡ ψυχὴ ἐνεργεῖ, οἱ δὲ κεκαλυμμένοι ταῖς δυνάμει οὔσαις κινήσεσιν. εἴ τις δὴ τούτους οὕτω συνθείη, εἶτα συμβαίη τήκεσθαι κατὰ βραχὺ τὸν ἅλα, πρῶτον μὲν ἀναβήσεται ὁ τέταρτος καὶ γενήσεται ἐνεργείᾳ αἰσθητός, εἶθ’ ὁ τρίτος, εἶθ’ ὁ δεύτερος, ἔσχατον δὲ ὁ ἐν τῷ πυθμένι. ὡς οὖν ἐπὶ τούτων τηκομένου τοῦ ἁλὸς γίνονται ἐνεργείᾳ αἰσθητοὶ οἱ βάτραχοι, οὕτω καὶ ἐπὶ τῶν κινήσεων ἀνιεμένου τοῦ κωλύοντος αἵματος καὶ λυομένου καὶ ἐκ παχέος λεπτοτέρου καὶ ἐξ ἀδιακρίτου κεκριμένου καὶ καθαρωτέρου γινομένου, ἐνεργοῦσιν2 ἐν τῷ καταλειφθέντι λοιπῷ αἵματι, ἐλάττονι ὄντι καὶ καθαρωτέρῳ (τοῦ γὰρ πλείονος προσκριθέντος τῷ σώματι τὸ καταλειπόμενον ἀναγκαῖον ἔλασσον εἶναι), ἐνεργοῦσιν οὖν ἐν τῷ λοιπῷ αἵματι, τῶν ἐν τοῖς αἰσθητηρίοις κινούντων ἔχουσαι ὁμοιώματα, τουτέστιν οὖσαι ὁμοιώματα τῶν αἰσθητῶν τῶν ποιούντων κίνησιν ἐν τοῖς αἰσθητηρίοις. μεταβάλλουσι δὲ ταῦτα τὰ ὁμοιώματα ταχέως, ὥσπερ τὰ ἐν τοῖς νέφεσιν, ἃ παρεικάζουσι κενταύροις καὶ ἀνθρώποις. καὶ ὥσπερ ταῦτα ἀπ’ ἄλλων σχημάτων εἰς ἄλλα μεταβάλλει, τί κωλύει καὶ τὰς τοιαύτας κινήσεις ἀπὸ ἄλλων εἰς ἄλλα μεταβάλλειν; ταῦτα εἰπὼν ἐπιφέρει· τούτων δέ, τῶν εἰδώλων τῶν ἐν τοῖς ὕπνοις φαινομένων, ἕκαστόν ἐστιν ὑπόλειμμα τοῦ ἐνεργείᾳ αἰσθήματος, καὶ ἀπελθόντος τοῦ ἀληθῶς αἰσθητοῦ, ὅταν μὴ κατέχηται τὸ ἐπικρῖνον, ἀληθὲς εἰπεῖν, ὅτι τοῦτο οὐ Κορίσκος, ἀλλ’ οἷον Κορίσκος.
“而它们处于这样的状态,以至于在这一运动之后,另一运动便会从中浮现出来。” “从中”代替了“从下降至支配中枢的蒸发物中”;因为源自感觉对象的影像恰好存在于其中,如同在基底中一样。在说明了那些源自感觉对象而在感觉器官中产生并随着几乎就是血液的蒸发物一同下降的运动,有些处于潜能,有些处于现实之后,他通过当下的文句阐明了它们彼此之间具有何种关系。我们完全清楚,他所说的运动指的就是源自感觉对象的影像本身以及印记。虽然他自己是这样说的,但留给我们的任务则是通过一个范例来阐明这一论述。有一位有知者是已经依照知识施行现实活动的人;另一位是拥有性向却不施行现实活动的人;还有一位是例如学习了一年的人;另一位是刚刚开始学习的人;再者就是小孩。除了正在施行现实活动的人之外,所有这些人都是处于潜能的有知者:拥有性向的人更接近施行现实活动的人;学习了一年的人更接近拥有性向的人,但距离施行现实活动的人更远;已经在成长的人更接近这位,但距离拥有性向的人更远,距离施行现实活动的人还要更远;小孩也是如此。因此,正如在这些情形中一样,那些随蒸发物一同下降的运动在潜能上也处于类似的关系:有些更接近推动灵魂的运动,有些则距离更远。如果确实如此,显而易见,紧随现实态的运动之后,这一运动将会浮现出来,而在其之后紧接着,与它最接近的这一运动将会推动灵魂,并且在此运动消灭之后,紧随其后的运动又会推动灵魂。他自己也用在盐溶解时于水中升起的人造青蛙的范例阐明了这些事情。因为如果有人制作了例如数目为五只的木制青蛙,然后将其中一只放置在深容器的底部并用大量的盐覆盖它,然后将另一只放置在盐的表面并同样用盐覆盖,其余的也依序这样放置,随后将第五只放置在上方并使其保持未被覆盖的状态,那么这只未被覆盖、反而裸露且可见的青蛙将对应于现实态的运动,灵魂正围绕该运动施行现实活动;而那些被覆盖的青蛙则对应于处于潜能的运动。如果有人确实将它们这样放置,随后盐逐渐溶解,那么首先第四只青蛙将会升起并成为在现实中可被感知的,然后是第三只,然后是第二只,最后是容器底部的青蛙。因此,正如在这些情形中青蛙随着盐的溶解而在现实中成为可被感知的,在运动的情形中同样如此:随着阻碍它们的血液松弛、消解,由浓厚变为较稀薄,由未分化变为经分化且较纯净,它们便在残留的其余血液中施行活动,这些血液更少且更纯净(因为较多的部分已经凝结并结合到身体中,残留的部分必然更少);因此它们在其余的血液中施行活动,具有那些在感觉器官中造成推动的事物的相似物,即作为在感觉器官中产生运动的感觉对象的相似物。这些相似物迅速转变,就像云彩中的形态一样,人们常把它们比作半人马和人类。正如这些形态从一种形状转变成另一种形状,又有什么能阻止这类运动从一种转变成另一种呢?说了这些之后,他补充道:“而在这些之中,即在睡眠中显现的影像之中,每一个都是现实态感觉印象的残留;而在真实的感觉对象离去之后,只要进行判决的主体没有被压制,便可以真实地说:这不是科里斯库斯,而是像科里斯库斯那样的东西。”
- 3.11ἐν τῇ κινήσει τῃδὶ ἥδε ἐπιπολάσει ἐξ αὐτοῦ ἡ κίνησις
在引文的句法中,ἐν τῇ κινήσει τῃδί 是表示时间或伴随状况的与格短语(“在这一运动之际/随着这一运动”)。对于 ἐξ αὐτοῦ(“从中”)的先行词,注释家米海尔在接下来的句子中解释为是指向支配中枢下降的蒸发物(ἀναθυμίασις),而非此前出现的名词。
- 3.11ἀνιεμένου τοῦ κωλύοντος αἵματος καὶ λυομένου καὶ ἐκ παχέος λεπτοτέρου καὶ ἐξ ἀδιακρίτου κεκριμένου καὶ καθαρωτέρου γινομένου, ἐνεργοῦσιν
由多个分词构成的长属格绝对结构(ἀνιεμένου... γινομένου)先于主句动词 ἐνεργοῦσιν(“活动”)。动词 ἐνεργοῦσιν 的主语从上下文中理解为阴性复数名词 αἱ κινήσεις(“运动”),这由后文分词短语 τῶν ἐν τοῖς αἰσθητηρίοις κινούντων ἔχουσαι ὁμοιώματα(“拥有……之相似物”)中的阴性复数主格分词 ἔχουσαι 得到了确证。
