← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§70.21-71.18

优位感觉与思考的驳斥及显现与判定的区别

米海尔阐明了更高阶的感觉或思想反驳低阶感觉报告的机制,区分了显现与认同判定,并解释了在睡眠中因情欲和微弱相似性产生欺瞒的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10#2

ὥστε καὶ τὸ ἓν ἂν ὡς δύο διακομίσῃ, τὸ ἓν δύο φησὶν ἡ ἀρχή, ἂν μὴ ἑτέρα κυριωτέρα ἀντιφήσῃ. εὐθὺς γὰρ ἡ ὄψις κρείττων καὶ κυριωτέρα οὖσα τῆς ἁφῆς ἀντίφησι λέγουσα· εἷς ἐστιν ὁ δάκτυλος, μᾶλλον δὲ τὸ τοῦ δακτύλου εἴδωλον ἕν ἐστιν, ἀλλ’ οὐ δύο. ἀλλὰ καὶ ἡ ὄψις τὸ τοῦ ἡλίου μέγεθος ὡς ποδιαῖον διαπορθμεύσασα, ὡς ποδιαῖον αὐτό φησιν ἡ ἀρχὴ ἐν τοῖς ὕπνοις1 (ὁρῶμεν γὰρ καὶ τοιαῦτα ἐν τοῖς ὕπνοις), ἀλλ’ ἡ διάνοια ὡς κυριωτέρα τῆς ὄψεως ἀντίφησι καὶ λέγει· οὐκ ἔστι ποδιαῖος, ἀλλὰ μείζων τῆς γῆς. Ταῦτά εἰπὼν πάλιν ἐπαναλαμβάνει τὸν λόγον καὶ φησι· φαίνεται μὲν οὖν πάντως, δοκεῖ δ’ οὐ πάντως τὸ φαινόμενον. φαίνεται μὲν γὰρ ἐν τοῖς ὕπνοις καὶ τὸ ἓν δύο καὶ ὁ ἥλιος ποδιαῖος, οὐ δοκοῦσι δὲ τοιαῦτα, ἂν μὴ κατέχηται ὑπὸ τῆς ἀναθυμιάσεως τὸ ἐπικρῖνον. εἰ μὲν οὖν μὴ κατέχεται ἡ διάνοια, φαίνεται μέν, οὐ δοκεῖ δέ· εἰ δὲ κατέχεται, καὶ φαίνεται καὶ δοκεῖ. εἰπὼν δὲ ἂν τὸ ἐπικρῖνον μὴ κατέχηται, ἐκ παραλλήλου2 ἐπήγαγε τὸ ἢ εἰ μὴ κινεῖται τὴν οἰκείαν κίνησιν, λέγων οἰκείαν κίνησιν τὴν οἰκείαν ἐνέργειαν· τὸ γὰρ ἐνεργοῦν κατὰ τὴν οἰκείαν ἐνέργειαν οὐ κατέχεται, καὶ τὸ μὴ κατεχόμενον ἢ ἐμποδιζόμενον ἐνεργεῖ τὴν οἰκείαν ἐνέργειαν. οὕτως δὲ ταῦτα ἐπήγαγεν, ὡς εἰ ἔλεγε· κἄν τε ‘ἂν μὴ κατέχηται’ βούληταί τις λέγειν, κἄν τε ἀντὶ τοῦ ‘ἂν μὴ κατέχηται’ τὸ ‘ἐὰν κινῆται τὴν οἰκείαν ἐνέργειαν’, οὐδὲν διαφέρει. τὴν δ’ ἐφεξῆς λέξιν οὕτως ἀναγνωστέον· ὥσπερ δὲ εἴπομεν ὅτι ἄλλοι δι’ ἄλλο πάθος εὐαπάτητοι, καὶ τὸ κινεῖσθαι τὰ αἰσθητήρια καὶ τὰ ἄλλα τὰ συμβαίνοντα περὶ τὴν αἴσθησιν, οὕτως ὁ καθεύδων διὰ τὸν ὕπνον· ἀπατώμεθα γὰρ οὐ μόνον διὰ τὴν τῶν αἰσθητηρίων κίνησιν, ἀλλὰ καὶ διὰ φόβον ἢ ἔρωτα ἢ ἄλλο τι τοιοῦτον. οὕτω δὲ ἀπατώμεθα ἐν τοῖς ὕπνοις, ὥστε, ἂν ἔχῃ καὶ μικρὰν ὁμοιότητα τὸ τοῦ Καλλίου εἴδωλον πρὸς τὸ τοῦ Σωκράτους ἢ τὸ τοῦ λύκου πρὸς τὸ τοῦ κυνός, ὁρῶντες τὸ τοῦ Καλλίου ἢ τὸ τοῦ λύκου δοκοῦμεν Σωκράτην ἢ κύνα ὁρᾶν, ἢ πάλιν ὁρῶντες τὸ τοῦ Καλλίου εἴδωλον δοκοῦμεν αὐτὸν τὸν Καλλίαν ὁρᾶν διὰ τὴν ὁμοιότητα. ἐνεργείᾳ δὲ κινήσεις εἰσί, καθ’ ἃς ἐνεργεῖ ἐν τοῖς ὕπνοις ἡ ψυχή, δυνάμει δέ, καθ’ ἃς δύναται ἐνεργῆσαι ἐνούσας.3

因此,即使[触觉]把一件事物当作两件传达,支配原则也会说这一件事物是两件,除非另一个更为主导的[感觉]予以反驳。因为视觉立刻便作为优于触觉且比触觉更为主导的感觉反驳道:“手指是一根,或者更确切地说,手指的影像是单一的,而不是两个。”但反过来,即便视觉把太阳的大小传达为一尺宽,支配原则在睡眠中也会说它是一尺宽(因为我们在睡眠中也会看到这类事物),然而思想作为比视觉更为主导的能力反驳并说道:“它不是一尺宽,而是比大地还要大。”说了这些之后,他再次重述这一论点并说道:“因此,无论如何显现总是有的,但显现的事物绝非无论如何都被认作[如此]。”因为在睡眠中,一者呈现为二以及太阳呈现为一尺宽确实显现出来,但只要进行判决的主体没有被蒸发物压制,它们就不会被认作是如此的。因此,如果思想没有被压制,它确实显现,但并不被认作如此;如果被压制了,则既显现又被认作如此。而在说了“只要进行判决的主体没有被压制”之后,他又并列地加上了“或者如果它没有以其固有的运动而运动”,在此以固有的运动指代固有的现实活动;因为依照其固有的现实活动而活动的主体并未被压制,而未被压制或阻碍的主体则施行其固有的现实活动。他加上这些话,就如同在说:无论有人想要说“只要没有被压制”,还是想要用“只要它施行其固有的现实活动”来代替“只要没有被压制”,都毫无区别。接下来的文本应当这样阅读:“正如我们所说,不同的人因不同的情欲而容易受骗,并且因感觉器官被推动以及关于感觉所发生的其他事情[而容易受骗],睡眠者同样因睡眠[而容易受骗]。”因为我们不仅因感觉器官的运动而受骗,而且也因恐惧、爱欲或其他诸如此类的东西而受骗。我们在睡眠中受骗到了这种程度,以至于即使卡利亚斯的影像与苏格拉底的影像之间,或者狼的影像与狗的影像之间只有微小的相似性,我们在看到卡利亚斯或狼[的影像]时,也会以为自己看到的是苏格拉底或狗;或者反过来,在看到卡利亚斯的影像时,由于相似性的缘故,便以为自己看到了卡利亚斯本人。现实态的运动是灵魂在睡眠中依之活动的运动,而潜能态的运动则是那些内在存在着、灵魂能够依之活动的运动。

语法注3 条
  1. 3.10ἀλλὰ καὶ ἡ ὄψις τὸ τοῦ ἡλίου μέγεθος ὡς ποδιαῖον διαπορθμεύσασα, ὡς ποδιαῖον αὐτό φησιν ἡ ἀρχὴ ἐν τοῖς ὕπνοις

    主格名词短语 ἡ ὄψις 与阴性主格分词 διαπορθμεύσασα 保持一致,但在其后紧接着引入了新的主语 ἡ ἀρχή 及主要动词 φησιν,构成了明显的破格文法(anacoluthon)。在语义上它相当于属格独立结构或表示时间、情境的状语从句(“当视觉传达了……时”)。

  2. 3.10ἐκ παραλλήλου

    介词短语 ἐκ παραλλήλου 是注疏家惯用术语,意为“并列地”或“作为同义的替代表达”。在此指亚里士多德原文中的“判决者未被压制”与“没有以固有运动而运动”指的是同一事实。

  3. 3.10καθ’ ἃς δύναται ἐνεργῆσαι ἐνούσας

    阴性宾格现在分词 ἐνούσας 与关系代词 ἅς 的先行词 κινήσεις 一致,起表语性修饰作用,意为“在这些运动内在存在于灵魂中的状态下,灵魂能够依照它们活动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:70.21-71.18