- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:69.21-70.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔释读了亚里士多德援引交叉手指错觉的论述,阐明在睡眠中只要视觉的批判性判断起作用,灵魂就不会被触觉的错觉所欺骗,并解释了第一感觉如何确认和接受各种专门感觉的报告。
" Διὰ τὸ τὴν ὄψιν ἐνίοτε κινεῖσθαι δοκεῖν οὐ κινουμένην, ὥς φαμεν, τῷ τὴν ἁφὴν δύο κινήσεις εἰσαγγέλλειν καὶ τὸ ἓν δύο δοκεῖν.1" Τὸ κινεῖσθαι ἀντὶ τοῦ πλανᾶσθαι, ὥσπερ τὸ οὐ κινουμένην ἀντὶ τοῦ οὐ πλανωμένην εἴληπται νῦν· εἴρηται δὲ ὅτι ἐν τῇ τῶν δακτύλων ἐπαλλάξει ὁ εἷς δάκτυλος τῇ ἁφῇ δύο δοκεῖ. ἐγρηγόρως δὲ δοκεῖ ἀκούειν καὶ αἰσθάνεσθαι, ὅταν οὐ παντελῶς κατέχηται ἡ αἴσθησις ὑπὸ τῆς ἀναθυμιάσεως. κατέχεται δὲ τέλεον, ὅταν τὸν τοῦ Καλλίου τύπον ὡς αὐτὸν τὸν Καλλίαν ὁρᾷ. ὅταν δὲ τὸν τύπον ὁρῶσα λέγῃ, ὅτι ὅδε ὁ τύπος οὐκ ἔστιν ὁ ἀληθινὸς Καλλίας, ἀλλ’ εἴδωλον Καλλίου, ὅταν οὖν ὁρῶσα τὸν τύπον οὕτω δύνηται κρίνειν, οὐ κατέχεται. καὶ τοῦτό ἐστι τὸ ἐγρηγόρως αἰσθάνεσθαι, τουτέστι τὸ δίχα ἀπάτης ὁρᾶν τὰ ἐν τῇ καρδίᾳ εἴδωλα καὶ τοὺς τύπους. καὶ ταῦτα μὲν προειλήφθω. εἰπὼν δὲ ὅτι καὶ ἐγρηγόρως δοκεῖ ἀκούειν καὶ ὁρᾶν καὶ αἰσθάνεσθαι, ἐπήγαγε διὰ τὸ τὴν ὄψιν ἐνίοτε δοκεῖν κινεῖσθαι οὐ κινουμένην, ὥς φαμεν. ἔστι δὲ τὸ λεγόμενον δυνάμει τοιοῦτον· ὅταν γὰρ ἡ ὄψις οὐκ ἀπατηθῇ ἐν τῇ τῶν δακτύλων ἐπαλλάξει ἐπίσης τῇ ἁφῇ, ἀλλ’ ἀνεξαπάτητος μείνῃ, οὐδὲ ἐν τοῖς ὕπνοις ἀπατᾶται ἡ αἰσθητικὴ ψυχή· ἀλλ’ ἡ μὲν ἁπτικὴ δύναμις αὐτῆς τὸ ἓν δύο λέγει, ἡ δὲ ὁρατικὴ ἐγρηγόρως ἀντέχεται καὶ ἀντίφησιν, ὅτι τὰ δοκοῦντα δύο οὐκ εἰσι δύο, ἀλλ’ ἕν. κρίνομεν γὰρ πολλάκις καὶ ἐν τοῖς ὕπνοις λέγοντες, ὅτι δύο μὲν δοκεῖ, οὐκ εἰσὶ δέ, ἀλλ’ ἕν. δοκεῖ οὖν ἐν τοῖς ὕπνοις τὸ ἓν δύο ἐν τῷ τὴν ἁφὴν δύο εἰσαγγέλλειν· ὅμως τὸ κρῖνον, τοῦτο δ’ ἐστὶν ἡ διάνοια, οὐκ ἀπατᾶται διὰ τὸ μηδὲ τὴν ὄψιν ἀπατηθῆναι. λογικώτεραι δὲ τῶν αἰσθήσεων ὄψις καὶ ἀκοή. διὰ οὖν τὸ μηδὲ τὴν ὄψιν ἀπατηθῆναι, κἂν δοκῇ ἠπατῆσθαι ἡ διάνοια διὰ τὴν ἁφήν, ἀλλ’ οὖν διὰ τὴν ὄψιν οὐκ ἀπατᾶται. τὸ δὲ ἐνίοτε ἀσφαλῶς ἐπῆκται. οὔτε γὰρ ἀεὶ ἀπατᾶται, οὔτε μὴν ἀεὶ ἀνεξαπάτητός ἐστιν, ἀλλ’ ἐνίοτε ἀπατᾶται, ἐνίοτε δὲ οὐκ ἀπατᾶται. εἰπὼν δέ, ὅτι τὸ ἓν δύο δοκεῖ διὰ τὸ τὴν ἁφὴν δύο κινήσεις εἰσαγγέλλειν, ἐπήγαγεν· ὅλως γὰρ τὸ ἀφ’ ἑκάστης αἰσθήσεώς φησιν ἡ ἀρχή.2 ἔστι δὲ τὸ λεγόμενον· ἁπλῶς γὰρ ὁποῖον ἂν διαπορθμεύσῃ ἡ ἁφὴ ἢ ἡ ὄψις ἢ ἄλλη τις τῶν αἰσθήσεων, τοιοῦτον λέγει αὐτὸ εἶναι ἡ πρώτη αἴσθησις· ταύτην γὰρ εἶπεν ἀρχήν.
“这是由于视觉有时在并未被推动时似乎被推动了,正如我们所说,是由于触觉报告了两种运动,从而使一件事物显得是两件。” 在此处,“被推动”被用来指代“被迷惑”,正如“并未被推动”被用来指代“并未被迷惑”一样。已经说过,在交叉手指时,一根手指对触觉而言显得是两根。而当感觉没有完全被蒸发物所压制时,人似乎就在以清醒的方式倾听和感知。当它把卡利亚斯的印迹看作卡利亚斯本人时,它就被完全压制了。但是,当它看到印迹并说道“这一印迹并不是真正的卡利亚斯,而是卡利亚斯的影像”时——因此,当它看到印迹并能够如此判断时,它就没有被压制。而这就是以清醒的方式去感知,亦即毫无欺瞒地看待心脏中的影像与印迹。这些内容权且预先设定。在说到人甚至似乎以清醒的方式倾听、观看和感知之后,他接着写道:“这是由于视觉有时在并未被推动时似乎被推动了,正如我们所说”。其潜在的含义如下:因为当视觉在手指交叉时并没有与触觉一样被欺骗,而是保持未受欺骗时,感觉灵魂即便在睡眠中也不会受骗;相反,它的触觉机能虽说一者是二,但视觉机能却清醒地抗拒并反驳道:“显得是二者的事物并非是二,而是一”。因为我们常常即便在睡眠中也会判断,并说道:“它虽然显得是二,但其实不然,而是一”。因此在睡眠中,由于触觉报告了两个运动,一件事物显得是两件;然而进行判断的主体——这也就是思想——并没有受骗,因为视觉也没有受骗。在诸感觉中,视觉和听觉更加理性。因此,由于视觉也没有受骗,即使思想似乎因触觉而受骗,但终究因视觉而没有受骗。加上“有时”一词是稳妥的。因为它既非总是受骗,也决非总是未受欺骗,而是有时受骗,有时不受骗。而在说了一件事物由于触觉报告两种运动而显得是两件之后,他又接着写道:“因为一般而言,支配原则确认来自每一感觉的报告”。其含义在于:因为简单来说,无论触觉、视觉或任何其他感觉传达了什么,第一感觉便宣称它就是如此的;因为他把这[第一感觉]称为“支配原则”。
- 3.10τῷ τὴν ἁφὴν δύο κινήσεις εἰσαγγέλλειν καὶ τὸ ἓν δύο δοκεῖν
带冠词不定式从句 τῷ... εἰσαγγέλλειν 作表示原因的与格,对主句中的 διὰ τὸ... δοκεῖν 进行具体阐释与说明。δοκεῖν 与 εἰσαγγέλλειν 并列,τὸ ἕν 为其逻辑主语(主格性宾格),δύο 为表语补足语。
- 3.10ὅλως γὰρ τὸ ἀφ’ ἑκάστης αἰσθήσεώς φησιν ἡ ἀρχή
在引用的亚里士多德原文中,ἡ ἀρχή(支配原则/第一感觉)为主语,φησίν 为意为“肯定/言明”的及物动词,τὸ ἀφ’ ἑκάστης αἰσθήσεως(来自每一感觉的报告)为直接宾语。米海尔在后文中用 ἁπλῶς γὰρ ὁποῖον ἂν διαπορθμεύσῃ... τοιοῦτον λέγει αὐτὸ εἶναι ἡ πρώτη αἴσθησις 明确印证了这一句法结构。
