← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§6.6-7.21

记忆的本质、与回忆的区别及过去的对象

米海尔注解了449b3–449b9,阐明记忆是灵魂的官能而进行记忆是其现实活动,指出了记忆与回忆在资质上的差异,并论证了记忆的对象并非现在或未来之物,而是过去(已发生之物)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

" Περὶ δὲ μνήμης καὶ τοῦ μνημονεύειν λεκτέον τί ἐστι καὶ διὰ τίν’ αἰτίαν γίγνεται." Μνήμη ἐστὶν ἡ δύναμις τῆς ψυχῆς, καθ’ ἣν μνημονεύομεν, μνημονεύειν δὲ ἡ ἐνέργεια αὐτῆς· ὡς γὰρ νοῦς πρὸς νόησιν, οὕτω μνήμη πρὸς τὸ μνημονεύειν ἔχει. ἔστιν οὖν μνήμη καὶ φαντασία καὶ αἴσθησις ἡ πρώτη ἡ ἐν τῇ καρδίᾳ τῷ μὲν ὑποκειμένῳ αἱ αὐταί, τῷ λόγῳ δὲ διαφέρουσαι. πῶς δὲ αἱ αὐταὶ καὶ πῶς ἕτεραι, εἴρηται. λεκτέον οὖν, φησί, περὶ τοῦ μνημονεύειν καὶ τοῦ ἀναμιμνήσκεσθαι. διαφέρει γὰρ μνήμη ἀναμνήσεως, ὡς γνωσόμεθα μετὰ ταῦτα. λέγει δὲ ὡς ἐπὶ τὸ πολὺ τοὺς μὲν βραδεῖς (λέγων βραδεῖς τοὺς ἀφυεστέρους καὶ μὴ ταχέως ἀποστοματίζοντας) μνημονικωτέρους, τοὺς δὲ ταχεῖς καὶ εὐφυεῖς καὶ εὐμαθεῖς ἀναμνηστικωτέρους.1 ὥστε διαφέροι ἂν καὶ κατὰ τοῦτο μνήμη ἀναμνήσεως· εἰ γὰρ ἦσαν αἱ αὐταί, ἦν ἄν καὶ πᾶς ὁ μνημονικὸς καὶ ἀναμνηστικός.

“关于记忆与进行记忆,应当说明它是什么,以及由于何种原因而生成。” 记忆是灵魂据以进行记忆的官能,而进行记忆则是其现实活动;因为正如理智对于思想,记忆对于进行记忆亦是如此。因此,记忆、想象以及心脏中的第一感觉在基质上是相同的,但在定义上是不同的。至于它们如何相同、如何相异,前面已经说明。他说,因此应当谈论进行记忆与回忆。因为记忆不同于回忆,正如我们在此之后将会知晓的那样。他说,在大多数情况下,迟缓者(他把缺乏天赋且不能迅速背诵出口的人称为迟缓者)记忆力更强,而敏捷、富有天赋且易于学习的人回忆能力更强。因此,记忆与回忆在这点上亦有所不同;因为倘若二者相同,那么每一个记忆力强的人亦都将善于回忆了。

§1.2

"Πρῶτον μὲν οὖν σκεπτέον, ποῖά ἐστι μνημονευτά· πολλάκις γὰρ ἐξαπατᾷ τοῦτο." Ὥσπερ ἐν τῷ Περὶ ψυχῆς ἀπὸ τῶν αἰσθητῶν ἐδίδαξε τὰς τῶν αἰσθήσεων ἐνεργείας καὶ ἀπὸ τῶν ἐνεργειῶν τὰς δυνάμεις τῆς αἰσθητικῆς ψυχῆς, ἀπὸ τῶν σαφῶν διδάσκων τὰ ἀσαφῆ, οὕτως ἐνταῦθα ἀπὸ τῶν μνημονευτῶν τὴν μνήμην. πρῶτον οὖν, φησί, σκεπτέον, ποῖά εἰσι μνημονευτά· πολλάκις γὰρ τὸ ἀγνοεῖν ποῖά εἰσι τὰ μνημονευτὰ ἐξαπατᾷ καὶ ποιεῖ ἡμᾶς ἄλλα περὶ μνήμης λογίζεσθαι. ἔστι δὲ οὔτε τὸ μέλλον μνημονευτὸν οὔτε τὸ ἐνεστώς· τοῦτο γὰρ εἶπε παρόν. ἀλλ’ ἔστι τὸ μὲν μέλλον ἢ δοξαστὸν ἢ ἐλπιστὸν ἢ ἐπιστημονικόν (ἔστι γὰρ καὶ ἐπιστήμη ἐλπιστικὴ ὥσπερ ἡ μαντική· ἐλπίζει γὰρ ὁ μάντις γενέσθαι αὔριον τόδε), τὸ δὲ ἐνεστὼς αἰσθητόν· τοῦ παρόντος γὰρ ἡ αἴσθησις. ἐπεὶ οὖν ἅπαν ἢ παρόν ἐστιν ἢ μέλλον ἢ παρεληλυθός (ὅπερ παρεληλυθὸς γενόμενον εἶπεν), ἡ δὲ μνήμη οὐδενός ἐστι τῶν δύο, ἔσται τοῦ γενομένου. ἀνάγκη γὰρ αὐτὴν τινὸς εἶναι. εἰπὼν δὲ ὅτι ἡ δὲ μνήμη τοῦ γενομένου, ἐπήγαγε τὸ δὲ παρὸν ὅτε πάρεστιν, οἷον τοδὶ τὸ λευκὸν ὅτε ὁρᾷ. ἔστι δὲ τὸ λεγόμενον· ἡ μνήμη τοῦ γενομένου ἐστίν, οὐ τοῦ παρόντος. τὸ γὰρ παρόν, ὅτε πάρεστι καὶ ὁρᾶται (ἔστω δὲ τὸ παρὸν καὶ ὁρώμενον, λόγου χάριν τοδὶ τὸ λευκόν), οὐδεὶς ἂν φαίη μνημονεύειν. ὁμοίως οὐδὲ τὸ νοητὸν ὅτε νοεῖ τις, φαίη ἄν μνημονεύειν. ἀλλὰ τὸ μὲν ὁρώμενον ὅτε ὁρῶμεν, αἰσθάνεσθαί φαμεν αὐτοῦ, τὸ δὲ νοούμενον ἐπίστασθαι μόνον, ἀλλ’ οὐ μνημονεύειν. τὸ ἐπίστασθαι δὲ ἐνταῦθα δηλωτικόν ἐστι τοῦ εἰς ἐπιστήμην ἄγεσθαι. θεωρούμενον γὰρ τὸ πρῶτον μὲν ἀγνοούμενον, νῦν δὲ πρώτως μανθανόμενον λέγει· ὥστε καὶ ἐπίστασθαι λέγοι ἂν τὸ εἰς ἐπιστήμην ἄγεσθαι. ὅταν οὖν ὁρᾷ τις ἢ νοῇ, οὔ φησιν ὅτι μνημονεύει, ὅταν δὲ ἄνευ τῶν ἔργων σχῇ τὴν ἐπιστήμην καὶ τὴν αἴσθησιν.2 λέγει δὲ ἔργα τοδὶ τὸ ζῷον ἢ τὸ κυρίως ἢ τὸ γεγραμμένον, ὁμοίως καὶ τρίγωνον τὸ γεγραμμένον ἐν τῷδε τῷ βιβλίῳ. εἴη ἂν οὖν τὸ λεγόμενον· ὅταν οὖν χωρὶς τοῦ ἐνεργεῖν περὶ τὸ ζῷον ἢ περὶ τὸ ἐν τῷ βιβλίῳ τρίγωνον αὐτοὺς μόνους τοὺς τύπους τούτων θεωρῇ ἡ ψυχή, μὴ ἁπλῶς δὲ ἀλλ’ ὡς ὄντας εἰκόνας τινῶν, τότε μέμνηται. τότε γάρ φαμεν μεμνῆσθαί τινα τοῦ τριγώνου τὰς δύο ὀρθάς,3 ὅταν φαντάζηται, ὅτι κατὰ τὸν δεῖνα καιρὸν ἐν τῷ δεῖνι βιβλίῳ παρὰ τοῦ δεῖνος γεωμέτρου ἔμαθεν ἢ ἐθεώρησεν, ἀλλ’ οὐχὶ ὅταν μανθάνῃ. ὁμοίως καὶ ἐπὶ τῶν αἰσθητῶν, οὐχ ὅταν ὁρᾷ, ἀλλ’ ὅταν φαντάζηται, ὅτι εἶδέ τι ἢ ἤκουσε κατὰ τὸν δεῖνα χρόνον.

“因此首先应当考察,哪些事物是可记忆的;因为这常常令人受骗。” 正如他在《论灵魂》中从被感觉对象教授感觉的现实活动,又从现实活动教授感觉灵魂的官能,即从明了之物教授不明了之物那样,在这里他亦从可记忆之物[教授]记忆。他说,因此首先应当考察,哪些事物是可记忆的;因为常常正是由于不知道哪些事物是可记忆的,才使人受骗,并使我们对记忆产生别的推想。未来之物与现在之物(他称之为‘在场之物’)都不是可记忆的。毋宁说,未来之物要么是意见的对象,要么是期望的对象,要么是知识的对象(因为确实亦有期望性质的知识,如占卜术;因为占卜者期望某事明天发生),而现在之物则是被感觉对象;因为感觉正属于在场之物。既然一切事物要么是在场的,要么是将来的,要么是过去的(这过去之物他称之为‘已发生之物’),而记忆并不属于前二者中的任何一个,那么它必然属于已发生之物;因为记忆必然属于某物。在说了“记忆属于已发生之物”之后,他又接着说“而现在之物则当其在场时,例如看到这个白色物时的这个白色物”。所言之意如下:记忆属于已发生之物,而不属于在场之物。因为对于在场之物,当它在场且被看见时(假定这在场且被看见之物,比方说是这个白色物),绝不会有人说自己正在记忆它。同样,对于所思想之物,当某人正在思想它时,亦不会说自己正在记忆它。相反,对于被看见之物,当我们看见它时,我们说感知到它;对于所思想之物,[我们说]仅仅认识它,而不是记忆它。而这里的“认识”乃是表明“被引入知识”。因为他指的是原本未知、现在首次被学习而受到观照之物;因此他说“认识”当指被引入知识。因此,当某人看见或思想时,他并不说其在记忆,而[只有]当其不借助实际事物而持有该知识与感觉时[才说其在记忆]。他所说的“实际事物”,是指这个动物——无论是真实的还是描画的——同样亦指画在本书中的三角形。因此,所言之意当为:当灵魂抛开围绕动物或围绕书中的三角形进行现实活动,而仅仅观照它们自身的这些印记,且非单纯作为印记,而是作为某些事物的影像时,此时它便在记忆。因为,当某人想象出自己是在某时、在某书中、从某位几何学家那里学习或观照过三角形具有两个直角,而不是在他正在学习之时,我们才说某人记起了三角形具有两个直角。在被感觉对象的情形下同样亦是如此:不是在他看见之时,而是在他想象出自己在某时看见或听见某物之时。

语法注3 条
  1. 1.1λέγει δὲ ὡς ἐπὶ τὸ πολὺ τοὺς μὲν βραδεῖς (λέγων βραδεῖς τοὺς ἀφυεστέρους καὶ μὴ ταχέως ἀποστοματίζοντας) μνημονικωτέρους, τοὺς δὲ ταχεῖς καὶ εὐφυεῖς καὶ εὐμαθεῖς ἀναμνηστικωτέρους.

    动词 λέγει 支配带有省略的系词不定词 εἶναι 的宾格不定词结构,其宾格主语为 τοὺς μὲν βραδεῖς 和 τοὺς δὲ ταχεῖς...,而宾格谓词比较级为 μνημονικωτέρους 和 ἀναμνηστικωτέρους。

  2. 1.2ὅταν οὖν ὁρᾷ τις ἢ νοῇ, οὔ φησιν ὅτι μνημονεύει, ὅταν δὲ ἄνευ τῶν ἔργων σχῇ τὴν ἐπιστήμην καὶ τὴν αἴσθησιν.

    由两个 ὅταν 从句构成的对称反衬结构。与前半句“ὅταν οὖν ὁρᾷ τις ἢ νοῇ, οὔ φησιν ὅτι μνημονεύει”相对,后半句“ὅταν δὲ ἄνευ τῶν ἔργων σχῇ...”省略了主句谓语(“则说是记忆”),需要根据前半句的否定主句补出肯定的结论。

  3. 1.2τότε γάρ φαμεν μεμνῆσθαί τινα τοῦ τριγώνου τὰς δύο ὀρθάς

    动词 μεμνῆσθαι 以宾格 τὰς δύο ὀρθάς(两直角)为直接宾语,而属格 τοῦ τριγώνου(三角形)作涉及或说明属格,用以简括“三角形拥有等于两直角之内角和”这一几何学定理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:6.6-7.21