← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§68.22-69.20

心脏中残像的转变与怪异梦境的产生

米海尔注解了亚里士多德《论梦》461a7,借助河流漩涡与扰动水面的比喻说明心脏中残像的转变过程,并阐明中间形态的感知与剧烈的身体蒸发物如何导致怪异扭曲的梦境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9

" Δεῖ δὲ ὑπολαβεῖν ὥσπερ τὰς μικρὰς δίνας τὰς ἐν τοῖς ποταμοῖς φερομένας." Τὸ μὲν τῆς λέξεως συνεχὲς τοιοῦτον· δεῖ δὲ ὑπολαβεῖν ὥσπερ τὰς μικρὰς δίνας τὰς ἐν τοῖς ποταμοῖς φερομένας πολλάκις μὲν ὁμοίας, πολλάκις δὲ διαλυομένας εἰς ἄλλα σχήματα διὰ τὴν ἀντίκρουσιν, οὕτω καὶ τὴν κίνησιν ἑκάστην γίνεσθαι συνεχῶς. κίνησιν δὲ λέγει τὴν τοῦ εἰδώλου καὶ τύπου τοῦ ἐν τῇ καρδίᾳ, καθ’ ἣν κινεῖται ἡ ἐν τῇ καρδίᾳ αἰσθητικὴ ψυχή. τὸ δὲ λεγόμενον τοιοῦτον· ὥσπερ, φησίν, ἡ δίνη ὁτὲ μὲν μένει καὶ σῴζει τὸ κυκλικὸν ἢ κυλινδρικὸν σχῆμα, ὁτὲ δὲ ἀντικρούσασα πέτρᾳ ἢ κύματι διαλύεται καὶ μεταβάλλει εἰς ἄλλο σχῆμα ἑτερόμηκες ἤ τι ἄλλο, οὕτω καὶ ἑκάστου εἰδώλου κίνησις, ἐν ὑποκειμένῳ ὂν τὸ εἴδωλον τῷ αἵματι ἢ πνεύματι,1 τοῖς ἐν τῇ καρδίᾳ, ὁτὲ μὲν μένει ἡ αὐτή, ὁτὲ δὲ μεταβάλλει εἰς ἄλλο. καὶ ἐπεὶ οὐκ ἀμέσως ἐκ τοῦδε εἰς τόδε τὸ σχῆμα μεταβάλλει, ἀλλὰ διὰ μέσων τινῶν, εἰκός, μᾶλλον δ’ ἀναγκαῖόν ἐστι τὴν πρώτην αἴσθησιν μὴ ὑπὸ μόνων τοῦ τε ἐξ οὗ καὶ εἰς ὃ2 κινεῖσθαι, ἀλλὰ καὶ ὑπὸ τῶν μεταξύ. ὥσπερ γὰρ τόδε τὸ νέφος ἐοικὸς ἔχον σχῆμα λέοντι καὶ ἐκ τούτου μεταβαλὸν διά τινων μεταξὺ εἰς ἀνθρώπου σχῆμα, οὐ μόνον τὸ τοῦ λέοντος καὶ ἀνθρώπου εἶδεν ἡ ὄψις, ἀλλὰ καὶ τὰ μεταξύ, εἴτε ἡδέα ἦσαν αὐτῇ καὶ κεχαρισμένα εἴτε ἄλλως λυπηρὰ καὶ ἀχρεῖα, οὕτω καὶ ἡ πρώτη αἴσθησις οὐ μόνον τῶν ἄκρων ἐν τοῖς ὕπνοις αἰσθάνεται, ἀλλὰ καὶ τῶν μεταξύ. ταῦτα δὲ τὰ μεταξὺ ἢ τερατώδη πάντως εἰσίν, ἢ ἡδέα καὶ χαρίεντα. σαφηνίσας δὲ τὸν λόγον διὰ παραδείγματος τῆς δίνης, ἐπάγει καὶ ἕτερον λέγων· ὥσπερ τὸ ὕδωρ, ἐν ᾧ φαίνεται τὸ τοῦ ὁρῶντος εἰς αὐτὸ πρόσωπον, εἴ τις σφόδρα κινοίη, ὁτὲ μὲν οὐδ’ ὅλως φαίνεται τὸ τοῦ προσώπου εἴδωλον, ὁτὲ δὲ φαίνεται μὲν ἀλλὰ διεστραμμένον, οὕτω καὶ τὰ ἐν τῷ καθεύδειν ὁρώμενα εἴδωλα, μείζονος οὔσης τῆς κινήσεως, ἣν κινεῖται ἡ ἀπὸ τῆς τροφῆς ἀναθυμίασις, ὁτὲ μὲν οὐ φαίνονται, ὁτὲ δὲ τεταραγμένα καὶ τερατώδη καὶ ὅλως χείρονα τὰ ἐνύπνια. βλέπουσι δὲ τερατώδη τὰ ἐνύπνια οἵ τε μελαγχολῶντες οἵ τε πυρέττοντες καὶ οἱ μεθύοντες. καὶ γὰρ καὶ ἡ μελαγχολία καὶ ἡ μέθη πολλοῦ καὶ σφοδρῶς κινουμένου πνεύματός ἐστι κίνησις.

“必须设想如同河流中被带走的微小漩涡那样。” 文句的连贯脉络如下:必须设想,正如河流中被带走的微小漩涡往往保持相似,却也往往由于碰撞而消散为其他形状一样,每一种运动也同样连续不断地发生。他所说的“运动”,是指心脏中的影像和印迹的运动,心脏中的感觉灵魂正是依照这一运动而被推动的。其含义如下:正如他所说,漩涡有时停留并保持其圆形或圆柱形的形态,有时则在撞击岩石或波浪后消散并转变为长方形或其他什么形状,每一种影像的运动亦是如此——影像存在于作为基质的心脏中的血液或精气之中——有时保持原样,有时则转变为另一种。而且,由于它并非直接从这一形状转变为那一形状,而是通过某些中间状态转变,因此第一感觉不仅受到起点和终点的推动,而且也受到中间状态的推动,这不仅是合理的,更是必然的。因为正如某一朵形状如狮子的云彩,由此通过某些中间状态转变为人的形状,视觉不仅看到了狮子和人的形状,而且也看到了中间的形状,无论这些形状对它而言是令人愉悦适意的,抑或相反是令人痛苦无益的;同样地,第一感觉在睡眠中也不仅感知到两极,而且也感知到中间状态。而这些中间状态要么全然是怪异反常的,要么是令人愉悦优雅的。在通过漩涡的例证阐明了这一论说之后,他又引入了另一个例证说道:正如水面中显现出注视者的面容时,若有人剧烈搅动水,有时面容的影像全然不再显现,有时虽然显现却发生扭曲;同样地,在睡眠中所见到的影像,当来自食物的蒸发物所产生的运动更大时,有时根本不显现,有时梦境则是混乱、怪异且全然低劣的。患忧郁症者、发热者以及醉酒者都会看见怪异的梦境;因为忧郁与醉酒本身就是大量且剧烈运动着的精气的运动。

语法注2 条
  1. 3.9ἐν ὑποκειμένῳ ὂν τὸ εἴδωλον τῷ αἵματι ἢ πνεύματι

    这是由中性名词 τὸ εἴδωλον 与分词 ὄν 构成的独立分词结构(中性独立主格/宾格)。与格短语 τῷ αἵματι ἢ πνεύματι 作为 ἐν ὑποκειμένῳ 的同位语,表示伴随状况:“影像在作为基质的心脏血液或精气中存在着”。

  2. 3.9τοῦ τε ἐξ οὗ καὶ εἰς ὃ

    中性单数属格定冠词 τοῦ 将通过连词 τε...καί 联合的两个关系分句 ἐξ οὗ(起点)与 εἰς ὃ(终点)整体名词化,指代变化的两个极端,作为介词 ὑπό 所要求的属格补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:68.22-69.20