- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:67.10-68.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了主导能力(理智与思考)和产生表象的感知能力各不相同,正是发热者的错觉、太阳的视大小以及手指交叉时触觉与视觉出现分歧的原因,并进一步说明为何白天强烈的感官活动会湮没留存于心脏中的感觉印迹。
" Αἴτιον δὲ τοῦ συμβαίνειν ταῦτα τὸ μὴ κατὰ τὴν αὐτὴν δύναμιν κρίνειν τό τε κύριον καὶ ᾧ τὰ φαντάσματα γίνεται." Κύριον λέγει τὴν διάνοιαν, ἐν ᾧ δὲ τὰ φαντάσματα κρίνεται τὴν αἴσθησιν. εἰπὼν δὲ ὅτι, ἂν ᾖ μέτριος ὁ πυρετός, δοκοῦσιν αἱ γραμμαὶ τῷ πυρέττοντι ζῷα, ὅμως οὐ λανθάνει οὐδ’ ἀπατᾶται, τὴν αἰτίαν τοῦ φαίνεσθαι τὰς γραμμὰς ζῷα, μὴ λανθάνειν δὲ μηδὲ ἀπατᾶσθαι τὸν νοσοῦντα διὰ τούτων τίθησι καί φησιν· αἴτιον δὲ τοῦ συμβαίνειν ταῦτα, τουτέστι τοῦ φαίνεσθαι μὲν μὴ ἀπατᾶσθαι δὲ ἢ καὶ φαίνεσθαι καὶ ἀπατᾶσθαι (ἁρμόζει γὰρ ἐν ἀμφοτέροις ὁ λόγος), ὅτι οὐκ ἀπὸ τῆς αὐτῆς δυνάμεως κρίνει ὁ νοῦς καὶ ἡ αἴσθησις· οὐ γὰρ ἡ αὐτὴ δύναμις νοῦ καὶ αἰσθήσεως. ἀλλ’ ὅταν μὲν ἡ ὄψις κινῆται ἢ ἡ φαντασία νοσῇ, ὁ δὲ νοῦς ὑγιαίνῃ (καὶ εἴρηται περὶ τούτων πολλὰ καὶ καλὰ τῷ Γαληνῷ· ἐν τούτοις γὰρ κατακολουθεῖ τῷ Ἀριστοτέλει), ὅταν οὖν ἡ φαντασία νοσῇ, ὁ δὲ νοῦς ὑγιαίνῃ, φαίνονται μὲν αἱ γραμμαὶ ζῷα, ὁ δὲ νοῦς ἀντιφάσκει λέγων μὴ εἶναι ζῷα. ὅταν δὲ σὺν τῇ ὄψει καὶ ὁ νοῦς πάθῃ, τότε ἀπατᾶται περὶ τὰ φαινόμενα, καὶ δοκεῖ τὸ μὴ ὂν ὡς ὄν. εἰπὼν δὲ ὡς οὐκ ἀπὸ τῆς αὐτῆς δυνάμεως ὁ νοῦς καὶ ἡ ὄψις κρίνει, ἐπήγαγε· τούτου δὲ σημεῖον, ὅτι φαίνεται μὲν ὁ ἥλιος ποδιαῖος. ἔστι δὲ τὸ λεγόμενον· σημεῖον δὲ τοῦ μὴ ἀπὸ τῆς αὐτῆς δυνάμεως κρίνειν τὸ φαίνεσθαι τῇ ὄψει τὸν ἥλιον ποδιαῖον, ἀντιφάσκειν δὲ τὴν διάνοιαν καὶ λέγειν, ὅτι οὐκ ἔστι ποδιαῖος ἀλλὰ μείζων τῆς γῆς. εἰ δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἔκρινον, ὅπερ ἂν ἐφαίνετο τῇ ὄψει, τοῦτο ἂν ἐδόκει καὶ τῇ διανοίᾳ. καὶ τί φαμεν ὅτι οὐκ ἀπὸ τῆς αὐτῆς δυνάμεως κρίνουσιν ἥ τε διάνοια καὶ ὁ νοῦς, ὅπου γε οὐδὲ πᾶσαι αἱ αἰσθήσεις ἀπὸ τῆς αὐτῆς δυνάμεως κρίνουσι.1 τῶν γὰρ κυριωτέρων αἰσθήσεων καὶ αἱ δυνάμεις κυριώτεραι. ἐν γὰρ τῇ ἐπαλλάξει τῶν δακτύλων (ἐπαλλάττειν δὲ δάκτυλοι λέγονται, ὅταν εἰς τὸν αὐτὸν καὶ ἕνα δάκτυλον, φέρε γὰρ οὕτως εἰπεῖν, πρῶτον μὲν ἐμβιβάσῃ τὸν μέγαν δάκτυλον, εἶτ’ εὐθὺς ἐκβαλὼν τὸν μέγαν ἐπεμβιβάσῃ τὸν μικρόν), ἐν δὴ τῇ τοιαύτῃ ἐπαλλάξει τῇ μὲν ἁφῇ δοκεῖ ὁ εἷς δάκτυλος δύο διὰ τὸ εἰς τοὺς δύο δακτύλους παρὰ μέρος ἐμβιβασθῆναι, ἡ δὲ ὄψις οὔ φησιν αὐτὸν δύο, ἀλλ’ ἕνα. ὥστε εἰ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἔκρινον, ἐπειδὴ δοκεῖ τῇ ἁφῇ δύο ὁ εἷς, δύο ἂν ἐδόκει τῇ ὄψει. ἐν δὲ τῇ λέξει τῇ ἐκ δὴ τούτων φανερὸν ὅτι οὐ μόνον ἐγρηγορότων αἱ κινήσεις λείπει τὸ εἰσίν, ἵν’ ᾖ τὸ πλῆρες· οὐ μόνον ἐγρηγορότων εἰσὶν αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθητῶν γινόμεναι τῶν τε θύραθεν καὶ τῶν ἐκ τοῦ σώματος ὑπαρχουσῶν2 (ὑπάρχουσι γάρ τινες κινήσεις ἡμῖν ἐκ τοῦ σώματος, οἷον λῦπαι, φόβοι, ἡδοναὶ καὶ ἕτερα τοιαῦτα), ἀλλὰ καὶ ὅταν ὑπνώττωμεν. ἀλλὰ διὰ τί τῶν ἀπὸ τῶν αἰσθητῶν ἐν τῇ καρδίᾳ τύπων ὄντων οὐκ αἰσθανόμεθα τούτων καὶ ἐν τῇ ἡμέρᾳ; ἢ φησί· μεθ’ ἡμέραν γάρ, τουτέστιν ἐν τῇ ἡμέρᾳ, ἐκκρούονται οἱ τοιοῦτοι τύποι ὑπὸ τῶν ἐνεργειῶν τῶν αἰσθήσεων, σφοδρῶν οὐσῶν καὶ πληκτικωτάτων. ὥσπερ γὰρ τὸ τοῦ πυρὸς φῶς ἀφανίζεται ὑπὸ τοῦ ἡλιακοῦ φωτὸς καὶ ὅλως τὸ ὑποπολλαπλάσιον ὑπὸ τοῦ πολλαπλασίου, οὕτω καὶ αἱ ἐν τῇ ἡμέρᾳ τῶν αἰσθήσεων ἐνέργειαι ἀφανίζουσι τοὺς ἐν τῇ καρδίᾳ τύπους.
“而这些情况发生的原因,在于主导之物与产生表象之物并不依据同一种能力作出判断。” 他所说的“主导之物”是指理智思考,而“表象在其中被判断之物”是指感觉。在说明了如果热病适度,线条在发热者看来虽如同动物,但终究不会觉察不到也不会受欺骗之后,他通过这些话提出了线条看似动物而病者既未失察也未受骗的原因,并说道:这些情况发生的原因——即一方面看似如此但并未受欺骗,或者既看似如此且也受欺骗(因为这个道理适用于两者)——在于理智与感觉并非依据同一种能力进行判断;因为理智与感觉的能力并非同一。然而,当视觉被扰动或表象能力患病,而理智健全时(关于这些,盖伦已谈过许多精彩之论;因为在这些事情上他是追随亚里士多德的),因此,当表象能力患病而理智健全时,线条确实显现为动物,但理智却反驳道它们并非动物。而当理智随同视觉一起受影响时,此时人便在显象之事上受欺骗,将非存在之物视作存在之物。在说明了理智与视觉并非依同一种能力判断之后,他接着补充道:“这一点的表征在于,太阳显现为一英尺大小”。其含义是:并非依同一种能力判断的表征在于,对视觉而言太阳显现为一英尺大小,而思考却予以反驳并指出它绝非一英尺大小而是大于地球。但若它们依同一种能力判断,凡显现在视觉中的,对思考而言也会作如是观。况且,既然连所有的感觉本身都并非依据同一种能力进行判断,我们又何必说思考与理智并非依据同一种能力进行判断呢?因为更为主导的感觉,其能力也更具主导性。在手指交叉的场合(所谓交叉手指,打个比方,是指当在同一个手指上,首先放上大拇指,紧接着移开大拇指而叠放上小指时),在这样一种交叉中,由于依次放置在两根手指上,对触觉而言一根手指看似两根,但视觉却说它不是两根而是一根。因此,如果它们依同一种能力判断,既然对触觉而言一看似二,那么对视觉而言它也会看似二。而在“从这些事情中显然可见,不仅对醒着的人来说运动……”这一文句中,缺少了“存在(εἰσίν)”一词,完整的结构应为:来自感觉对象的运动——无论是来自外部的还是源于身体内部现存的(因为我们身体内部确实存在某些运动,如痛苦、恐惧、快乐及其他类似者)——不仅在醒着的人那里存在,而且在我们睡眠时也存在。然而,既然来自感觉对象的印迹在心脏之中,为何我们在白天知觉不到它们呢?或者如他所言:在白天,也就是在白昼期间,这类印迹被剧烈且极具冲击性的感觉活动所排挤。因为正如火光被太阳光所湮没,且通常而言小许多倍者被大许多倍者湮没一样,白天感觉的现实活动也湮没了心脏之中的印迹。
- 3.8καὶ τί φαμεν ὅτι οὐκ ἀπὸ τῆς αὐτῆς δυνάμεως κρίνουσιν ἥ τε διάνοια καὶ ὁ νοῦς, ὅπου γε οὐδὲ πᾶσαι αἱ αἰσθήσεις ἀπὸ τῆς αὐτῆς δυνάμεως κρίνουσι.
反问短语 καὶ τί φαμεν(“我们还说什么……”)表达“何必还要提……”之意,与 ὅπου γε(“既然……”、“鉴于……”)引导的从句配合,构成由小见大(a fortiori)的论证结构:既然连诸感觉自身都不是依据同一种能力判断,则理智与思考与感觉能力不同更是理所当然、毋庸赘述。
- 3.8τῶν τε θύραθεν καὶ τῶν ἐκ τοῦ σώματος ὑπαρχουσῶν
从语法上看,该短语修饰的是前面的主格名词短语 αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθητῶν γινόμεναι(“来自感觉对象的运动”),但此处却采用了属格形式 τῶν... ὑπαρχουσῶν。这属于被前行属格 τῶν αἰσθητῶν 同化牵引的破格(anacoluthon)现象,在意义上充当同格或附加说明:“无论是外部的还是身体内部固有的[运动]”。
