- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:66.14-67.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了青铜感知触碰的比喻,说明平滑与洁净如何保持污斑的连续性并使其可知觉(460a14),随后通过香膏吸收气味以及怯懦者与热病患者的错觉等事例,阐释微小刺激对状态与判断的影响(460a26)。
" Ὁ δὲ χαλκὸς διὰ τὸ λεῖος εἶναι ὁποιασοῦν ἁφῆς αἰσθάνεται μάλιστα." Τὸ αἰσθάνεται μάλιστα ἴσον ἐστὶ τῷ ‘αἰσθητὰς μάλιστα καὶ διαδήλους ἡμῖν ποιεῖ τὰς ἐν αὐτῷ κηλῖδας’. ὥσπερ γὰρ ἐν τοῖς λείοις σώμασι μάλιστα γίνεται ὁ ψόφος διὰ τὸ μὴ θραύεσθαι ἐν αὐτοῖς τὸν ἀέρα μηδ’ ὅλως εἰς λεπτότατα κατακερματίζεσθαι, οὕτω καὶ ἐν τοῖς λείοις κατόπτροις αἱ κηλῖδες διάδηλοι γίνονται διὰ τὸ μένειν συνεχεῖς καὶ ὡς εἰπεῖν μία1 διὰ τὴν τοῦ κατόπτρου λειότητα. ἐν δὲ τοῖς μὴ λείοις οὐχ ὁρῶνται, ὅτι κατακερματίζονται εἰς λεπτότατα διὰ τὴν τοῦ ἐνόπτρου ἀνωμαλίαν· τὸ δὲ λεπτότατον οὐκ εὐαίσθητον. τὸ μὲν οὖν λεῖόν ἐστιν αἴτιον τῆς συνεχείας, τὸ δὲ καθαρὸν τοῦ διαδήλους γίνεσθαι. κἂν γὰρ ᾖ καθαρὸν μὴ λεῖον δέ, εἰς μικρὰ κατακερματισθὲν διὰ τὴν ἀνωμαλίαν οὐ ποιήσει αἴσθησιν. ὅτι δὲ ἐν τοῖς καθαροῖς ἐνόπτροις εἰς βάθος ἐμφαίνονται αἱ ἐν αὐτοῖς κηλῖδες, δῆλον. ὅτι δὲ καὶ ἡ αἴσθησις ταχεῖα καὶ ταχέως ἀντιλαμβάνεται τῶν ἀπὸ τῶν αἰσθητῶν εἰδώλων, οὐδὲ τοῦτο ἄδηλον.
“而青铜由于平滑,最能感知任何一种接触。” “最能感知”等同于“它使其中的污斑对我们而言最可知觉且明显”。因为正如在平滑的物体中声音最容易产生,是由于其中的空气不被击碎,也完全不被碎裂成极其微细的碎屑;同样在平滑的镜子中,由于镜子的平滑,污斑因保持连续且可以说是单一的而变得明显。但在不平滑的镜子中它们却看不见,因为由于镜面的不平整,它们被碎裂成极微小的部分;而极微细之物是不易被知觉的。因此,平滑是连续性的原因,而洁净则是变得明显的原因。因为即使是洁净的但若不平滑,由于不平整而被碎裂成细小部分,它就不会产生知觉。而且很显然,在洁净的镜子中,其中的污斑会显现在深处。另外,感觉是迅速的,且能迅速捕捉来自感觉对象的影像,这也同样是明白的。
"Μαρτυρεῖ δὲ τοῖς εἰρημένοις καὶ τὰ περὶ τοὺς οἴνους καὶ τὴν μυρεψίαν συμβαίνοντα." Εἰπὼν ὅτι μὲν οὖν καὶ ὑπὸ τῶν μικρῶν διαφορῶν γίνεται κίνησις, πίστιν τούτου παράγει τὰ περὶ τὴν μυρεψίαν γινόμενα. τὸ γὰρ παρασκευασθὲν ἔλαιον ταχέως λαμβάνει τὰς τῶν πλησίον ὀσμάς· ἡ γὰρ ὀσμὴ τοῦ πλησίον κινήσασα τὸ ἔλαιον μετέδωκεν αὐτῷ τῆς οἰκείας ὀσμῆς. ταῦτα εἰπὼν λαμβάνει καὶ ὑποτίθεταί τινα λίαν σαφῶς· τὸ γὰρ τὸν δειλὸν ἀπὸ μικρᾶς ὁμοιότητος δοκεῖν τοὺς πολεμίους ὁρᾶν2 ὑποτίθεται καὶ λαμβάνει ὡς ἐναργές. τὸ δὲ ὥστε ἂν μὴ σφόδρα κάμνωσι, μὴ λανθάνειν ὅτι ψεῦδος τοιοῦτόν ἐστιν· ἐὰν οὐ σφόδρα κάμνωσιν,3 ἀλλὰ μέτριος ᾖ ὁ πυρετός, οὐ λανθάνει τὸν πυρέττοντα, ὅτι ὅπερ φαίνεται ἐν τοῖς τοίχοις ζῷον, οὐκ ἔστι ζῷον. οὐ λανθάνει οὖν αὐτόν, ἀλλὰ νοεῖ ὅτι εἰ καὶ ζῷον δοκεῖ, ὅμως οὐκ ἔστι ζῷον ἀλλὰ γραμμαί. εἰ μὲν οὖν μέτριος ᾖ, οὐ λανθάνει· εἰ δὲ πολύς, λανθάνει καὶ κινοῦνται πρὸς αὐτά.
“关于葡萄酒和香膏制造所发生的事情,也为所说的话作证。” 因此,在说明了即便由微小的差异也会引起运动之后,他引出关于香膏制造所发生的事情作为对此的证明。因为配制好的油迅速接受邻近之物的气味;邻近之物的气味使油运动,便将自身的固有气味赋予了它。说了这些之后,他极其清晰地采纳并设定了某些前提:因为他将怯懦者因微小的相似便认为看到了敌人这一事实,作为明晰之理加以设定和采纳。而“以至于他们若非病得太重,就不会觉察不到这是虚假的”意思是:如果他们病得不重,热病较为温和,那么发热者就不会觉察不到墙上显现的动物并非动物。因此他并非觉察不到,而是能明白纵使看似动物,但终究不是动物而是线条。如果热病适度,就不会觉察不到;但若热度极高,就会觉察不到,他们便会迎着它们活动。
- 3.6καὶ ὡς εἰπεῖν μία
单数阴性词 μία 针对复数主语 αἱ κηλῖδες 作表语使用,用以描摹污斑因平滑而不被碎裂、作为一个连续整体而存留的状态(即“可以说是一个整体”)。
- 3.7τὸ γὰρ τὸν δειλὸν ἀπὸ μικρᾶς ὁμοιότητος δοκεῖν τοὺς πολεμίους ὁρᾶν
带冠词的宾格不定式短语(τὸ ... δοκεῖν)置于句首,作为后续动词 ὑποτίθεται καὶ λαμβάνει 的直接宾语,构成倒装结构,其后接补足语 ὡς ἐναργές。
- 3.7ἐὰν οὐ σφόδρα κάμνωσιν
在由 ἐάν 引出的带虚拟语气的条件从句中使用了否定词 οὐ。这并非否定整个条件命题,而是直接否定动词短语 σφόδρα κάμνωσιν(“若非病得太重”),从而与后文的肯定分句 ἀλλὰ μέτριος ᾖ ὁ πυρετός 形成直接对比。
