← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§64.26-66.13

感觉与表象及感觉器官中的残留

米海尔注解了亚里士多德458b29及其后续文本,阐明感觉与表象的关系,以及为何睡眠中的欺骗可类比为错视。随后他讨论了残像以及眼睛的生理变化(如经期等情形),以此论证感觉对象的残留物会保存在感觉器官中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5

" Ἀλλ’ εἴτε δὴ ταὐτὸν εἴθ’ ἕτερον τὸ φανταστικὸν τῆς ψυχῆς καὶ τὸ αἰσθητικόν." Τὸ λεγόμενον τοιοῦτόν ἐστιν· εἴτε ταὐτόν ἐστιν αἴσθησις καὶ φαντασία εἴθ’ ἕτερα (εἴρηται δὲ περὶ αὐτῶν, πῶς ἕτεραι καὶ πῶς αἱ αὐταί), οὐδὲν ἧττον οὐ γίνεται ἄνευ τοῦ ὁρᾶν καὶ αἰσθάνεσθαί τι, τουτέστιν οὐδὲν ὅλως γίνεται ἀπάτη ἐν τοῖς ὕπνοις χωρὶς τοῦ ὁρᾶν ἀληθές τι. ὥσπερ γὰρ ἡ παρόρασις γίνεται ἐκ τοῦ ὁρᾶν τι καὶ ἡ παράκουσις ἐκ τοῦ ἀκούειν τινός (ὁρῶ γάρ τι ἀληθές· ὃ γὰρ ὁρῶ, οὐκ ἔστι μὴ ὄν, ἀλλ’ ὄν τι καὶ ἀληθές, οὐ μέντοι ἐκεῖνο, ὃ οἶμαι, ἐστίν, ἀλλ’ ἕτερόν τι· ὁρῶν γὰρ Πλάτωνα φαίνεταί μοι Σωκράτην ὁρᾶν, οὐ μέντοι ἐστὶ Σωκράτης, ὃν οἶμαι ὁρᾶν, ἀλλὰ Πλάτων), οὕτω καὶ ἐν τοῖς ὕπνοις. ἔστι γὰρ ἡ ἐν τοῖς ὕπνοις ἀπάτη οἷον παρόρασις καὶ παράκουσις. τοῦτο εἰπών, ὥσπερ ἐνστὰς αὐτὸς πρὸς ἑαυτὸν ἐπήγαγεν·1 ἐν δὲ τῷ ὕπνῳ ὑπόκειται μηδὲν ὁρᾶν μηδὲ ἀκούειν, δυνάμει λέγων· ἢ οὐ καλῶς λέγομεν, ὅτι ἡ ἐν τοῖς ὕπνοις ἀπάτη ὁμοία ἐστὶ παροράσει· ἡ μὲν γὰρ παρόρασις γίνεται ἐκ τοῦ ὁρᾶν τι, ἐν δὲ τοῖς ὕπνοις οὐδὲν ὁρῶμεν. καὶ ἐνστὰς λύει λίαν σαφέστατα. Ἐν δὲ τῇ λέξει τῇ ἕκαστον δὲ τούτων ὥσπερ ἐγρηγορότων τὸ τούτων περὶ τῶν ἐγκαταλειμμάτων εἴρηται τῶν προσπιπτόντων ἐπὶ τὴν αἰσθητικὴν ἀρχήν. λέγει δὲ ὅτι ἕκαστον δὲ τούτων ὥσπερ ἐγρηγορότων ἡμῶν προσβάλλει τῇ αἰσθήσει, οὐχ οὕτω δὲ προσβάλλει ὥσπερ ἐγρηγορότων. προσβάλλουσι γὰρ οἱ τύποι τῶν αἰσθητῶν τῇ αἰσθητικῇ ἀρχῇ ἐγρηγορότων ἡμῶν καὶ ἐνεργούντων περὶ τὰ αἰσθητά, ὁμοίως δὲ καὶ κοιμωμένων· οὐχ ὁμοίως δέ, ἀλλ’ ἑτέρως καὶ ἑτέρως. καὶ ὅτε μὲν οὐκ ἔστι πολλὴ ἡ κατιοῦσα ἀναθυμίασις, λέγει ἡ δόξα (κοινότερον δὲ δόξαν λέγει τὴν αἴσθησιν, ἢ οὐ κοινότερον τὴν αἴσθησιν λέγει, ἀλλ’ αὐτὴν τὴν διάνοιαν· καὶ γὰρ καὶ ἡ διάνοια, ἧς τὸ δοξάζειν, ἐν τοῖς ὕπνοις ἐνεργεῖ), λέγει οὖν ἡ δόξα, ὅτι ψεῦδος τὸ ὁρώμενον· οὐ γάρ ἐστι τοῦτο ὁ Καλλίας, ἀλλ’ ὁ τοῦ Καλλίου τύπος. ὅτε δέ ἐστι πολλή, κατέχεται ὑπ’ αὐτῆς ἡ δόξα καὶ ἀκολουθεῖ τῷ φαντάσματι. ἐπεὶ δὲ διὰ τοῦ πνεύματος, δι’ οὗ ὁ ὕπνος γίνεται, δι’ αὐτοῦ τούτου γίνονται καὶ τὰ ἐνύπνια, ὁ δὲ ὕπνος πάθος τοῦ αἰσθητικοῦ, δηλονότι καὶ τὰ ἐνύπνια πάθος τοῦ αἰσθητικοῦ εἰσι. φανερὸν ἄρα, ὅτι τοῦ αὐτοῦ καὶ ἑνός εἰσιν ὅ τε ὕπνος καὶ τὰ ἐνύπνια. τὸ δὲ εἴθ’ ἁπλῶς εἴτε τρόπον τινὰ γινόμενον ἐπῆκται διὰ τὸ πρότερον εἰρημένον· εἴρηται γάρ, ὅτι οὐ πάντα τὰ ἐν ὕπνῳ φαντάσματα ἐνύπνιά εἰσι. Σαφῆ δὲ τὰ ἑξῆς. ὅτι δὲ καὶ ἀπόντων τῶν αἰσθητῶν ὑπάρχει τι πάθος ἐν τοῖς αἰσθητηρίοις, κατασκευάζει λέγων· ἀπὸ γὰρ τοῦ ἡλίου εἰς τὸ σκότος μεταφέροντες τὴν αἴσθησιν (λέγων σκότος τὸν μὴ ὑπὸ τοῦ ἡλίου καταλαμπόμενον τόπον), συμβαίνει μηδὲν ὁρᾶν· ἔτι γὰρ ἔστιν ἡ διάκρισις, ἣν ὑπέστη ὑπὸ τοῦ φωτός. ἀλλὰ κἂν πρὸς ἄλλο τι λαμπρὸν βλέψαντες εἶτα μύσωμεν, ἂν παρατηρήσωμεν κατέναντι τοῦ λαμπροῦ, κεκαλυμμένων τῶν βλεφάρων ὄντων φαίνεται κατ’ εὐθυωρίαν, ὅπου τὰ ὄμματα ἐσφαλισμένα ὄντα ἀφορᾷ, ἅτινα σαφῶς καταλέγει. οὐ μόνον δὲ ἀπό τινων λαμπρῶν μεταβάλλει καὶ κινεῖται τὰ ὄμματα, ἀλλὰ καὶ ἀπὸ τῶν κινουμένων πάσχει καὶ αὐτὰ καὶ κινεῖται, ὥστε φαίνεσθαι ἡμῖν τὰ ἠρεμοῦντα ὅτι κινεῖται. ἀλλὰ κἂν ὕδωρ σφοδρῶς κινῆται, συμπάσχει καὶ συγκινεῖται ἡ ὄψις. καὶ ἀπὸ τῶν ἰσχυρῶν δὲ ὀσμῶν γίνονται δύσοσμοι, καὶ ὅλως ἐπὶ πάντων τῶν ὁμοίων ταῦτα τὰ λεγόμενα (ἦσαν δὲ ὅτι καὶ ἀπόντων τῶν αἰσθητῶν ἐμμένουσιν ἐγκαταλείμματά τινα) καὶ τοῦτον συμβαίνει τὸν τρόπον. Ἡ μὲν οὖν διάνοια αὕτη, ἐν δὲ τῇ λέξει τῇ καὶ γὰρ ἡ ὄψις τῶν λαμπρῶν καὶ ἐχόντων χρῶμα ὄψιν τὸν ὅλον ὀφθαλμὸν εἴρηκε. λέγει δὲ καὶ ὅτι εὐλόγως ἐν τῷ τῶν καταμηνίων καιρῷ τὰ ὄμματα μεταβάλλει· τοῦ γὰρ σώματος ὅλου τότε μεταβάλλοντος ἀνάγκη συμμεταβάλλειν καὶ τὰ ὄμματα. εἰπὼν δὲ τὰ ὄμματα, τρέψας εἶπε τὴν λέξιν ἀρρενικῶς εἰπών· καὶ γὰρ φύσει τυγχάνουσι φλεβώδεις ὄντες·2 οἱ γὰρ ὀφθαλμοὶ φλεβώδεις. λέγει δὲ καὶ ὅτι, ὥσπερ ἐπὶ τῶν γυναικῶν γινομένων τῶν καταμηνίων γίνεται τι πάθος περὶ τὰ ὄμματα αἱματικόν, οὕτω γίνεται καὶ ἡμῖν ἐν τῇ τοῦ σπέρματος προέσει. οὐ φαίνεται δὲ ἐνορῶσιν εἰς τὸ κάτοπτρον διὰ τὸ τὸ σπέρμα φύσει λευκὸν εἶναι.

“然而,无论灵魂的表象能力与感觉能力是同一的还是相异的。” 所说的话意思是:无论感觉与表象是同一的还是相异的(关于它们如何相异以及如何同一,已经谈过了),梦都同样不能在没有看见和感觉某物的情况下产生,也就是说,在睡眠中的欺骗绝不可能在不看见某种真实之物的情况下产生。因为正如错视产生于看见某物,错听产生于听见某物一样(因为我看见了某种真实之物;我所看见的并非不存在之物,而是存在的且真实之物,但这并不是我所认为的那物,而是另外的某物;因为我看到柏拉图时,在我看来似乎看到了苏格拉底,但〔他〕并不是我所认为看到的苏格拉底,而是柏拉图),在睡眠中也是如此。因为睡眠中的欺骗就像是一种错视和错听。说了这话之后,他仿佛自己向自己提出诘难似地接着说道:“但在睡眠中假定既不看也不听任何东西”,这实际上是说:“难道我们说睡眠中的欺骗类似于错视说得不对吗?因为错视产生于看见某物,而在睡眠中我们什么也没看见。”在提出诘难之后,他极其清晰地予以化解。 在“但这之中的每一项都正如清醒时那样”这句话中,“这些”指的是落入感觉本原的那些残留物。他是说,这之中的每一项都正如我们在清醒时那样触动感觉,但触动的方式并不完全与清醒时相同。因为感觉对象的印迹不仅在我们清醒且就感觉对象进行现实活动时触动感觉本原,在我们沉睡时同样也触动它;但并非完全相同,而是以一种方式和另一种不同的方式。当下降的蒸发并不大量时,意见便会说(他是在较宽泛的意义上把感觉称为意见,或者并非较宽泛地称感觉,而是指思想本身;因为掌管形成意见的思想在睡眠中也是活动的),意见于是说,所见之物是虚假的,因为这并不是卡利亚斯,而是卡利亚斯的印迹。但当蒸发大量时,意见便被它所压倒,进而随从表象。既然睡眠所借以产生的精气正是梦所借以产生的同一精气,且睡眠是感觉能力的一种状态,显然梦也是感觉能力的一种状态。由此可见,睡眠与梦都属于同一个能力。“无论是单纯地产生还是以某种方式产生”这一补充,是由于前面说过的话而引出的;因为已经说过,并非睡眠中所有的表象都是梦。 接下来的内容是明白的。至于在感觉对象离开之后感觉器官中仍存留有某种状态,他通过如下论述予以确立:当我们把感觉从太阳处转向黑暗时(他所说的黑暗是指不被太阳照耀的地方),就会发生什么也看不见的情况;因为由光所引起的视觉分散仍然存在。而且,即使我们看了其他某种明亮之物然后闭上眼睛,只要我们正对着那明亮之物注视,尽管眼睑闭合着,在闭着的眼睛正视的方向上依然可以看见那物——这些现象他都清楚地一一列举了。双眼不仅因某些明亮之物而改变和运动,而且也因运动之物而自身遭受变化并运动,以致静止之物在我们看来似乎在运动。即使水剧烈运动,视觉也会一同遭受影响并一同运动。并且由强烈的气味也会变得嗅觉迟钝,总之在所有类似的事情上,这些说法(即即便感觉对象不在,某些残留物依然存留)都以这种方式发生。 大意就是如此;而在“因为视觉属于明亮之物和带有颜色的物体”这句话中,他用“视觉”一词来指称整个眼睛。他还说,月经期间眼睛发生变化是合乎情理的;因为既然当时整个身体都在变化,眼睛必然也一同变化。他在说了中性的“眼睛”之后,转变措辞用了阳性形式说:“因为它们天生碰巧是血管丰富的”;因为眼睛(阳性)是富含血管的。他还说,正如女性在来月经时双眼周围会产生某种充血的状态一样,我们在排出精液时也会产生同样的状态。但对着镜子看时却看不出来,这是由于精液天生是白色的。

语法注2 条
  1. 3.5ὥσπερ ἐνστὰς αὐτὸς πρὸς ἑαυτὸν ἐπήγαγεν

    ὥσπερ 修饰分词 ἐνστὰς,生动刻画出作者仿佛就自己前述论点提出诘难(ἔνστασις)的修辞姿态。主动词为 ἐπήγαγεν,引出随后的引文作为宾语。

  2. 3.5τρέψας εἶπε τὴν λέξιν ἀρρενικῶς εἰπών· καὶ γὰρ φύσει τυγχάνουσι φλεβώδεις ὄντες

    关于亚里士多德在前文使用中性复数名词 τὰ ὄμματα(眼睛)后,在此转向阳性复数表语 φλεβώδεις ὄντες 的语法注解。米海尔指出这是基于意念上呼应阳性名词 οἱ ὀφθαλμοί 的依义构词(constructio ad sensum)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:64.26-66.13