← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§63.17-64.25

疾病中的错觉与梦中受欺骗的原因

米海尔对亚里士多德关于疾病清醒时的错觉与梦中受欺骗源于同一原因的论述(458b25)进行注解,阐明精气回流与感觉残留物产生梦境与错觉的机制,以及知觉判断如何决定是否受骗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4

" Δῆλον δὲ περὶ τούτων ἁπάντων τοσοῦτον, ὅτι τῷ αὐτῷ ᾧ καὶ ἐγρηγορότες ἐν ταῖς νόσοις ἀπατώμεθα, ὅτι τοῦτ’ αὐτὸ καὶ ἐν τῷ ὕπνῳ ποιεῖ τὸ πάθος.1" Πάθος λέγει τὴν ἀπάτην. ὥσπερ γὰρ ἐν ταῖς νόσοις τὸ ἀνιὸν παχὺ πνεῦμα (τὰ γὰρ ἐν τῇ νόσῳ πνεύματα παχέα καὶ σωματωδέστατα) συνταράττει διὰ τὴν παχύτητα καὶ τὴν ἀπὸ τοῦ πυρετοῦ σφοδρὰν κίνησιν τὸ ὀπτικὸν πνεῦμα καὶ ποιεῖ ἡμᾶς ἀπατᾶσθαι καὶ δοκεῖν τὸ ἓν δύο, ὁμοίως δὲ καὶ τὰς ἐν τοῖς τοίχοις γραμμὰς ὅτι ζῷά εἰσι (τὰ γὰρ εἴδη τῶν γραμμῶν χωρὶς ὕλης ἐν τῇ ὄψει ἐμπίπτοντα καὶ συνταραττόμενα καὶ ὡδί πως συντιθέμενα διὰ τὴν τοῦ ὀπτικοῦ πνεύματος κίνησιν, ἣν κινεῖται ὑπὸ τοῦ ἀνιόντος παχέος πνεύματος, ἔμφασιν ποιεῖ ζῴου), ὡς οὖν ἐν ταῖς νόσοις, οὕτω καὶ ἐν τοῖς ὕπνοις τὸ τοιοῦτον πνεῦμα αἴτιον ἡμῖν γίνεται ἀπάτης. τῶν γὰρ αἰσθητῶν ποιούντων εἰς τὰ αἰσθητήρια αἴσθησιν, καὶ τὸ γινόμενον ἀπ’ αὐτῶν εἰς τὰ αἰσθητήρια πάθος οὐ μόνον ἐνυπάρχει ἐν τοῖς αἰσθητηρίοις ἐνεργουσῶν τῶν αἰσθήσεων περὶ τὰ αἰσθητά, ἀλλὰ καὶ ἀπελθόντων τῶν αἰσθητῶν ἔτι μένει τὰ ἐγκαταλείμματα καὶ οἱ τύποι εἰς τὰ αἰσθητήρια, ὡς προϊὼν ἐρεῖ. τούτων τῶν ὑπολειμμάτων ὅσα σῴζεται καὶ μὴ τέλεον ἠφάνισται διὰ πλῆθος ἀναθυμιάσεως, τῇ αἰσθητικῇ ἀρχῇ προσπίπτοντα κατὰ τοὺς ὕπνους διὰ τὴν τότε εἰς τὸ κάτω τοῦ πνεύματος παλίρροιαν καὶ κινήσαντα τὴν αἴσθησιν παραπλησίως τῇ κατ’ ἐνέργειαν αἰσθήσει ποιεῖ τὰ ἐνύπνια.2 ὅταν μὲν οὖν πολλὴ ᾖ ἡ ἀναθυμίασις ἡ κατελθοῦσα, ὥστε λανθάνειν ἡμᾶς καὶ μὴ δύνασθαι ἀντιλαβέσθαι, ὅτι ἐγρηγόραμεν, ἀπατώμεθα καὶ ὁρῶντες τὰ εἴδωλα καὶ ἐγκαταλείμματα τῶν αἰσθητῶν δοκοῦμεν αὐτὰ ἐκεῖνα τὰ ἀληθῆ αἰσθητὰ ὁρᾶν. ὅταν δὲ μὴ οὕτως ᾖ πολλὴ ἡ αἱματικὴ ἀναθυμίασις, ἀλλὰ σύμμετρος, ὥστε μὴ λανθάνειν, οὐκ ἀπατώμεθα, ἀλλὰ λέγομεν ὑπνώττοντες, ὅτι φαίνεται μὲν τὸ εἴδωλον τοῦτο ὅτι Κορίσκος ἐστίν, οὐκ ἔστι δὲ Κορίσκος, ἀλλὰ τὸ ἐγκατάλειμμα καὶ ὁ τύπος τοῦ Κορίσκου. πολλάκις γὰρ ἐγὼ εἶδον ὄναρ, καὶ ὁρῶν διενοούμην ὅτι τοῦθ’ ὅπερ ὁρῶ ὄναρ ἐστίν. καὶ ὁ ἐμὸς ἑταῖρος ἰδὼν ὅτι εὗρε βιβλίον, ἐδόκει λέγειν ὅτι ὄναρ ἐστίν, ἀλλ’ οὐκ ἀληθὲς τὸ ὁρώμενον. τούτων οὕτως ἐχόντων, δῆλον ὅτι τὸ κατιὸν πνεῦμά ἐστι τοῦ τε ἀπατᾶσθαι ἡμᾶς καὶ μὴ ἀπατᾶσθαι αἴτιον, ὅπερ ἄνω ὂν αἴτιον ἡμῖν ἐν ταῖς νόσοις ἀπάτης γίνεται. ἂν δὴ ὁρῶντες τὸν τύπον καὶ τὸ εἴδωλον ἐν τοῖς ὕπνοις οὕτω κατεχώμεθα ὑπὸ τοῦ πνεύματος, ὥστε μὴ δύνασθαι κρίνειν, ὅτι τύπος ἐστὶν ὅδε τοῦ Καλλίου, ἀλλὰ δοκεῖν ὅτι ἐκεῖνος αὐτὸς ὁ Καλλίας ἐστίν, ἀπατώμεθα. εἰ δὲ πρὸς τῷ ὁρᾶν ἔτι καὶ κρίνομεν, ὅτι οὐκ ἔστιν ὁ Καλλίας, ἀλλ’ ὁ τύπος, οὐκ ἀπατώμεθα. εἰπὼν δὲ τῷ αὐτῷ ᾧ καὶ ἐγρηγορότες ἐν ταῖς νόσοις ἀπατώμεθα ἐπήγαγε· καὶ ὑγιαίνουσι δὲ καὶ εἰδόσιν ὁμοίως ὁ ἥλιος ποδιαῖος εἶναι δοκεῖ, δυνάμει λέγων, ὅτι καὶ ὑγιαίνοντες πολλάκις ἀπατώμεθα εἴτε διὰ τὴν πολλὴν ἀπόστασιν, καθ’ ἣν ἀφέστηκεν ἡμῶν τὸ ὁρώμενον, ἢ καὶ διὰ τὸ τὴν ὄψιν πάσχειν τι· δοκεῖ γὰρ ἡμῖν ἐν τῷ πλοίῳ οὖσι κινεῖσθαι ἡ γῆ. εἰ δὲ καὶ ὑγιαίνοντες ἀπατώμεθα, πολλῷ μᾶλλον ἐν ταῖς νόσοις ἀπατηθησόμεθα πολλῆς τῆς κινήσεως οὔσης.

“关于所有这些事情,仅此一点是清楚的:即借助于我们在疾病中即便醒着也受欺骗的完全相同的东西,正是这个东西在睡眠中也产生这一状态。” 他把欺骗称为状态。因为正如在疾病中,上升的浓厚精气(因为疾病中的精气是浓厚且极具物体性的)由于其厚重以及由发热引起的剧烈运动而扰乱视觉精气,并使我们受欺骗,认为一物为二物,同样也认为墙上的线条是生物(因为线条的无质料形式落入视觉中,由于视觉精气的运动——它因上升的浓厚精气而运动——被扰乱并以这种方式组合起来,产生了生物的表象)——因此,正如在疾病中一样,在睡眠中也是这样的精气成为我们受欺骗的原因。因为当感觉对象在感觉器官中产生感觉时,由它们在感觉器官中所产生的状态不仅在感觉就感觉对象进行现实活动时存在于感觉器官中,而且在感觉对象离去之后,残留物和印迹依然留在感觉器官中,正如他在下文所要说的。在这些残留物中,凡是得以保存且未因蒸发的充盈而完全泯灭的,在睡眠中由于当时精气向下的回流而触及感觉本原,并以类似于现实活动中的感觉的方式运动该感觉,从而产生梦境。因此,当下行的蒸发大量存在,以致我们未曾察觉且无法把握我们是否醒着时,我们便受到欺骗,并且在看到感觉对象的像与残留物时,认为自己看到了那些真正原本的感觉对象。但当血液性的蒸发并非如此大量而是适度,以致不至于脱离察觉时,我们便不受欺骗,而是在睡眠中说,这个像看起来是科里斯库斯,但它不是科里斯库斯,而是科里斯库斯的残留物和印迹。因为我自己就屡次做梦,并在看时思忖,我所看到的这个是梦。我的同伴梦见自己找到了一本书,似乎也在说这是梦,所看到的并非真实。这些情况既然如此,显然下行的精气就是我们受欺骗与不受欺骗的原因,这正是它在上方时在疾病中成为我们受欺骗之原因的那同一个东西。因此,若我们在睡眠中看到印迹和像时被精气控制到如此程度,以致无法判断这是卡利亚斯的印迹,反而认为那就是卡利亚斯本人,我们便受欺骗。但若在看之外我们还进一步判断出这不是卡利亚斯而是印迹,我们便不受欺骗。他在说了“借助于我们在疾病中即便醒着也受欺骗的完全相同的东西”之后,又补充道:“即使对健康且知晓的人来说,太阳同样看起来也只有一尺宽”,这实际上是说,即使在健康时,我们也常常由于所见之物距离我们极其遥远,或是由于视觉遭受了某种变化而受欺骗;因为对身在船上的我们来说,大地似乎在移动。如果就连健康的人都会受欺骗,那么在运动剧烈的疾病中,我们将更加受到欺骗。

语法注2 条
  1. 3.4Δῆλον δὲ περὶ τούτων ἁπάντων τοσοῦτον, ὅτι τῷ αὐτῷ ᾧ καὶ ἐγρηγορότες ἐν ταῖς νόσοις ἀπατώμεθα, ὅτι τοῦτ’ αὐτὸ καὶ ἐν τῷ ὕπνῳ ποιεῖ τὸ πάθος.

    引文中的两个 ὅτι 属于复指性重叠(resumptio)。第一个 ὅτι 引出说明 τοσοῦτον 的名词性从句,在插入的关系从句 τῷ αὐτῷ ᾧ... 之后,第二个 ὅτι 赘出重复以恢复主从句陈述,连接主语 τοῦτ' αὐτό 和动词 ποιεῖ。

  2. 3.4τούτων τῶν ὑπολειμμάτων ὅσα σῴζεται καὶ μὴ τέλεον ἠφάνισται διὰ πλῆθος ἀναθυμιάσεως, τῇ αἰσθητικῇ ἀρχῇ προσπίπτοντα κατὰ τοὺς ὕπνους διὰ τὴν τότε εἰς τὸ κάτω τοῦ πνεύματος παλίρροιαν καὶ κινήσαντα τὴν αἴσθησιν παραπλησίως τῇ κατ’ ἐνέργειαν αἰσθήσει ποιεῖ τὰ ἐνύπνια.

    该句的主干是以关系分句 ὅσα σῴζεται...(“凡得以保存者”)充当中性复数主语,后接分词 προσπίπτοντα 与 κινήσαντα,并支配单数动词 ποιεῖ(中性复数主语搭配单数动词规则)。句首的部分格属格 τούτων τῶν ὑπολειμμάτων 是前置于关系从句的移位(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:63.17-64.25