- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:61.26-63.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔基于亚里士多德的论述,讨论了人在睡眠中不仅做梦而且还能反思性地意念到“这是梦”的现象,以此论证梦并不属于意见,并辨明了梦与意象的区别,同时结合记忆术的比喻阐释了文本的行文脉络。
" Ἔτι παρὰ τὸ ἐνύπνιον ἐννοοῦμεν ἄλλο τι καθάπερ ἐν τῷ ἐγρηγορέναι αἰσθανόμενοί τι." Καὶ ταῦτα τὸ μὴ εἶναι τὰ ἐνύπνια τῆς δόξης κατασκευάζει.1 εἰ γὰρ δοξάζοντες ἀεὶ ἐννοοῦμεν ὅτι δοξάζομεν, ἐν δὲ τοῖς ὕπνοις οὐκ ἀεί, δηλονότι οὐκ ἔστι τὰ ἐνύπνια τῆς δόξης. ἔτι, φησί, καὶ τοῦτο δεῖ ἡμᾶς εἰδέναι, ὅτι παρὰ τὸ ἐνύπνιον ἐννοοῦμεν ἄλλο τι. ἰδὼν γάρ τις ἐν ὕπνῳ Σωκράτην ἐννοεῖ, ὅτι ἐν ὕπνῳ τοῦτον ὁρᾷ, ὥσπερ κἀγὼ ἰδὼν ὅτι εὗρον βιβλίον, ὅπερ πάλαι ἐπόθουν, ἐνενόουν ὅτι τοῦτο τὸ δοκεῖν μοι εὑρεῖν βιβλίον ἐν ὀνείρῳ τοῦτο ὁρῶ. ὁρᾷ γάρ τις ἐνύπνιον καὶ ἐννοεῖ ἄλλο τι, τουτέστιν ὅτι τοῦτο, ὅπερ ὁρῶ, ὄναρ ὁρῶ. ἰδὼν γὰρ ὁ ἐμὸς ἑταῖρος τὸν πάνσεπτον ἡμῶν καθηγεμόνα, ὅτι ἀνέστη ἐκ τῶν νεκρῶν, ἔτι κοιμώμενος ἐνενόει, ὅτι ὄναρ ὁρᾷ τὸν διδάσκαλον ἐγερθέντα. ἀλλὰ καί τις ἰδὼν ἐν ὕπνῳ, ὅτι εὗρε χρυσόν, ἔτι κατεχόμενος τῷ ὕπνῳ ἐδόκει διηγεῖσθαι πρός τινα· οὐκ οἶσθα ὅτι εἶδον ὑπνώττων ὡς εὗρον χρυσόν; ὥσπερ γὰρ ἐν τῷ ἐγρηγορέναι ὁρῶν τινα οὐ μόνον ὁρῶ, ἀλλὰ καὶ ἐννοῶ ὅτι τοῦθ’ ὅπερ ὁρῶ ἐγρηγορὼς ὢν ὁρῶ, οὕτω καὶ ἐν τοῖς ὕπνοις. ἰδὼν γὰρ ἐνύπνιον, ἔτι ὑπνώττων ἐννοῶ, ὅτι τοῦτο, ὅπερ ὁρῶ, ἐνύπνιόν ἐστιν. εἰ δὴ οὐ μόνον ὁρῶμεν ἐν τοῖς ὕπνοις τι, ἀλλὰ καὶ ὁρῶντες διανοούμεθά τι περὶ τοῦ ὁρωμένου, τουτέστιν ἀλλὰ καὶ ἐννοοῦμεν, ὅτι ἐνύπνιόν ἐστι τὸ ὁρώμενον, δηλονότι οὐ πᾶν τὸ ἐν ὕπνῳ φάντασμα ἐνύπνιόν ἐστιν. ἀλλ’ ἐνύπνιον μέν ἐστιν, ὅταν τι ὁρῶν τις μὴ ἐννοῇ, ὅτι ὅπερ ὁρᾷ ἐνύπνιόν ἐστιν· ὅταν δὲ ὁρῶν δύνηται ἐννοεῖν, ὅτι τὸ ὁρώμενον ἐνύπνιόν ἐστιν, ἤδη τοῦτο φάντασμα, ἐνύπνιον δὲ οὐδαμῶς. δοκεῖ γὰρ ἐνύπνια εἶναι, οὐκ ὄντα ἐνύπνια, ἀλλὰ φαντάσματα τῶν κατ’ ἐνέργειαν αἰσθημάτων ὑπὸ τῆς εἰς τὸν ὕπνον καταφορᾶς γινομένων ἰσχύσασιν ἡμῖν ἀντιλαβέσθαι, ὅτι ἐγρηγορόσιν ἐφαντάσθη.2 τρόπον γάρ τινα ἐγρήγορσίς ἐστι τὸ δύνασθαι ἐννοεῖν, ὅτι τὸ ὁρώμενον ἐνύπνιόν ἐστιν. ὅτι δὲ πολλάκις ἐννοοῦμεν ἄλλο τι, δῆλόν ἐστι τοῖς πειρωμένοις μνημονεύειν τὰ ἐνύπνια ἀναστᾶσιν. ὥσπερ γάρ τινες πειρώμενοι τὰ ἀποστοματισθέντα λόγια μνημονεύειν, μνημονεύουσι μᾶλλον τῶν ἀποστοματιζόντων μὴ πειρωμένων δὲ μνημονεύειν, οὕτω καὶ ἐπὶ τῶν ἐνυπνίων μᾶλλον μνημονεύουσιν ἀναστάντες ἃ εἶδον οἱ ἑαυτοὺς ἠσκηκότες μνημονεύειν τὰ ἐνύπνια. γίνεται δὲ τοῦτο, ὅταν τις ἅμα τῷ ἀναστῆναι τοῦ ὕπνου εὐθὺς ἀνανεῶται ἃ ἑωράκει καθ’ ὕπνους. Ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη, ἐν δὲ τῇ λέξει τῇ ἤδη γάρ τινες ἑωράκασιν ἐνύπνια τοιαῦτα τὸ λεγόμενόν ἐστιν· ἤδη γάρ τινες ἑωράκασι φαντάσματα τοιαῦτα ἐν ὕπνῳ, ἐν οἷς ἐνενόουν ἄλλο τι παρὰ τὰ φαντάσματα. ὥσπερ δέ, φησίν, οἱ δοκοῦντες κατὰ τὸ μνημονικὸν παράγγελμα τίθεσθαι τὰ προβαλλόμενα, οὕτω καὶ τοῖς ἑωρακόσιν ἐνύπνια τοιαῦτα συμβέβηκεν ἄλλο τι παρὰ τὸ ἐνύπνιον τίθεσθαι πρὸ ὀμμάτων εἰς τὸν τόπον, ἐν ᾧ τὸ ἐνύπνιον γίνεται. οὕτω γάρ ἐστι τὸ τῆς λέξεως κατάλληλον·3 τὸ γὰρ συμβαίνει γὰρ αὐτοῖς ἄλλο τι παρὰ τὸ ἐνύπνιον δηλωτικόν ἐστι τοῦ τίνα εἰσὶ τὰ ἐνύπνια, ἅπερ εἶπε τοιαῦτα. τὸ δὲ πρὸ ὀμμάτων ἴσον ἐστὶ τῷ φανερῶς. τὸ δὲ οἷον οἱ δοκοῦντες κατὰ τὸ μνημονικὸν παράγγελμα τίθεσθαι τὰ προβαλλόμενα δῆλον ἔσται ὧδε· εἴρηκεν αὐτὸς ἐν τοῖς Τοπικοῖς, ὅτι δεῖ τοὺς συλλογισμούς, οὓς προβάλλονται οἱ προσδιαλεγόμενοι, τιθέναι ἐν τῷ μνημονικῷ, ὁμοίως δὲ κἂν προβλήματα προβάληται, καὶ τούτων μνημονεύειν, πῶς τε προβληθέντα καὶ πῶς συλλογισθέντα τὰ συλλελογισμένα διέλαθεν, ἵνα καὶ ἡμεῖς ὡς ἀπό τινος τούτων κανόνος ὁρμώμενοι ὅμοια ποιεῖν δυνώμεθα. ὡς οὖν τούτοις συμβαίνει ἀπό τινος συλλογισμοῦ ἢ προβλήματος ἄλλ’ ἄττα συλλογίζεσθαι καὶ προβάλλεσθαι, οὕτω καὶ τοῖς καθεύδουσιν ἄλλο τι παρὰ τὸ ἐνύπνιον τίθεσθαι πρὸ ὀμμάτων, τουτέστιν ἐννοεῖν φανερῶς. τούτων οὕτως εἰρημένων τὸ λεγόμενόν ἐστιν· ὥσπερ οἱ δοκοῦντες κατὰ τὸ παράγγελμα τὸ λέγον ‘δεῖ τιθέναι κατὰ τὸ μνημονικὸν τὰ προβαλλόμενα’ ἄλλα προβάλλεσθαι ὡς ἀπό τινος ἀρχῆς τοῦ ἐν τῷ μνημονικῷ τύπου, οὕτω καὶ τούτοις. τὸ δὲ καὶ ὅτι ἐννοοῦμεν ἃ τῇ δόξῃ ἐδοξάζομεν τοιοῦτόν ἐστι· δοξάζω περὶ τοῦ ἡλίου, ὅτι μείζων ἐστὶ τῆς γῆς· συμβαίνει δὲ ἐν τοῖς ὕπνοις μὴ μόνον ἥλιον ὁρᾶν, ἀλλὰ καὶ ἐννοεῖν, ὅτι μείζων ἐστὶ τῆς γῆς.
“此外,除了梦之外,我们还意念到别的某物,正如清醒时感知某物一样。” 这些论述也确立了梦不属于意见。因为如果在持有意见时我们总是意念到我们在持有意见,但在睡眠中并非总是如此,那么显然梦并不属于意见。他说,此外我们还必须知道这一点,即除了梦之外,我们还意念到别的某物。因为某人在睡眠中看见苏格拉底,便意念到自己是在睡眠中看见他的;正如我自己看见自己找到了长期渴求的书卷时,也意念到这件似乎找到书卷的事,我是正在梦中看见它的。因为某人看见梦,同时意念到别的某物,即:我所看见的这个东西,我是在梦中看见的。因为我的同伴看见我们极其崇敬的导师从死者中复活,还在睡着时就意念到,自己是在梦中看见老师苏醒过来。但也有人在睡眠中看见自己找到了黄金,还在被睡眠支配时,似乎就向某人叙述说:“你不知道我在睡觉时看见自己找到了黄金吗?”因为正如在清醒时看见某人,我不仅看见,而且还意念到我所看见的这个东西是我清醒着看见的,在睡眠中同样如此。因为看见梦之后,还在睡着时我就意念到,我所看见的这个东西是个梦。那么,如果我们不仅在睡眠中看见某物,而且在看见的同时还就所看见的事物进行某种推论思考,也就是说还意念到所看见的事物是个梦,显然并非睡眠中的每一个意象都是梦。相反,当某人看见某物而没有意念到自己所看见的是个梦时,这才是梦;但当他在看见时能够意念到所看见的是个梦时,这已经是意象,而绝不是梦。因为它们看起来是梦,其实并不是梦,而是由沉入睡眠而产生的处于现实活动中的感觉印象的意象,这时我们已经能够觉察到它们曾向清醒者显现。因为在某种意义上,能够意念到所看见的是个梦就是清醒。而我们常常意念到别的某物,这对那些醒来后试图回忆梦的人来说是显而易见的。因为正如某些试图回忆背诵出的言词的人,比那些背诵却不试图回忆的人记得更好,在梦的情形中同样如此,那些训练自己回忆梦的人在醒来后能更好地回忆起他们所见到的事物。而这是在某人一从睡眠中醒来就立即重现他在睡眠中所见的事物时发生的。 虽然所说内容的思想是这样的,但在“因为已经有人见过这样的梦”这句话中,所说的是:因为已经有人在睡眠中见过这样的意象,在其中他们意念到了意象之外的别的某物。他说,正如那些似乎按照记忆术规则配置被提出之物的人一样,对那些见过这种梦的人来说,也发生着在梦产生的地方,除了梦之外还有别的某物被置于眼前。因为文句的对应关系正是如此:“因为对他们来说发生着除了梦之外的某物”这句表明了他所说的“这样的”梦是哪一种梦。而“在眼前”等同于“明显地”。至于“如同那些似乎按照记忆术规则配置被提出之物的人”这一句,将如下阐明:他自己在《论题篇》中说过,必须把对话者提出的推论配置在记忆机能中;同样,即使提出了难题,也必须记住这些,包括它们是如何被提出的,以及被推论出的结论是如何在推论中未被察觉的,以便我们也能够以这些为某种规范出发去做类似的事。因此,正如对这些人来说,发生着从某个推论或难题中推论并提出其他某些事物,对睡眠者来说,也发生着除了梦之外还有别的某物被置于眼前,即被明显地意念到。在这些被如此说明之后,所说的是:正如那些似乎按照“应当依照记忆机能配置被提出之物”这一规则、从记忆机能中的印记这一某种本原出发提出别的事物的人一样,对这些人来说也是如此。而“并且我们意念到我们曾借由意见所认为的事物”是这样一种情形:我关于太阳持有意见,认为它比地球大;而在睡眠中,不仅发生着看见太阳,而且还发生着意念到它比地球大。
- 3.3Καὶ ταῦτα τὸ μὴ εἶναι τὰ ἐνύπνια τῆς δόξης κατασκευάζει.
带冠词的不定式短语 τὸ μὴ εἶναι τὰ ἐνύπνια τῆς δόξης(梦不属于意见)作 κατασκευάζει(确立/论证)的直接宾语。τῆς δόξης 是表领属的表语属格,意为“属于意见/是意见的受动”。
- 3.3ἰσχύσασιν ἡμῖν ἀντιλαβέσθαι, ὅτι ἐγρηγορόσιν ἐφαντάσθη
与格分词短语 ἰσχύσασιν ἡμῖν 作表关系的与格(或与 δοκεῖ 连用),支配补充不定式 ἀντιλαβέσθαι(察觉/把握)。ὅτι 引导的从句(“它们曾向清醒者显现”)作为 ἀντιλαβέσθαι 的宾语从句。
- 3.3οὕτω γάρ ἐστι τὸ τῆς λέξεως κατάλληλον
κατάλληλον 在语法和修辞学语境中指词句的“对应/吻合关系”。米海尔在此用该表达来说明亚里士多德原文各从句及用词(如 ὥσπερ ... οὕτω ... 的呼应以及 συμβαίνει γὰρ αὐτοῖς ... 的解释功能)在语法结构上的严密对应。
