← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§60.2-61.25

梦的本质及其与理智、感觉和意见的区分

米海尔处理《论梦》开篇,阐述亚里士多德关于梦属于理智还是属于感觉的设问;在简述梦的本质(感觉残留物下降至心脏)之后,他解释了梦既非现实感觉的受动、亦非意见的受动的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0

Μετὰ τὸ Περὶ ὕπνου καὶ ἐγρηγόρσεως προτίθεται περὶ ἐνυπνίων ζητῆσαι· τῷ γὰρ περὶ ὕπνου λόγῳ ὁ περὶ ἐνυπνίων ἀκολουθεῖ. πρῶτον οὖν ζητεῖ, ἐν τίνι μορίῳ τῆς ψυχῆς γίνεται τὸ ἐνύπνιον. ἐπεὶ δὲ δύο μόρια τῆς ψυχῆς ἐστὶν οἷς γνωρίζει, νοῦς δηλονότι καὶ αἴσθησις, ζητεῖ, πότερον τοῦ νοητικοῦ πάθος ἐστὶ τὸ ἐνύπνιον, ἢ τοῦ αἰσθητικοῦ.

在《论睡眠与清醒》之后,他打算探究梦;因为关于梦的论述紧随关于睡眠的论述之后。那么,他首先探究梦发生在灵魂的哪一部分中。既然灵魂用来认知的有两部分,即显而易见的理智与感觉,他就探究梦是理智部分的受动,还是感觉部分的受动。

§3.1

"Εἰ δὴ χρῆσις ὄψεως τὸ ὁρᾶν καὶ ἀκοῆς τὸ ἀκούειν καὶ ὅλως δ’ αἰσθήσεως τὸ αἰσθάνεσθαι." Ὅτι μὲν ἡ χρῆσις καὶ ἡ ἐνέργεια τῆς ὄψεως καὶ τῆς ἀκοῆς ὅρασίς ἐστι καὶ ἄκουσις, ἴσμεν. δείκνυσι δὲ διὰ τούτων, ὅτι οὔτε τῆς κατ’ ἐνέργειαν αἰσθήσεώς ἐστι πάθος τὰ ἐνύπνια, οὔτε τοῦ διανοητικοῦ μέρους. ἀλλὰ πρὸ τῆς τῶν κατὰ μέρος σαφηνείας δεῖ ἡμᾶς συντόμως εἰπεῖν, τίνα εἰσὶ καὶ πῶς γίνονται τὰ ἐνύπνια. τῶν ἐν τοῖς αἰσθητηρίοις ἀπὸ τῶν αἰσθητῶν ὑπολειμμάτων1 (λείπεται γὰρ εἴδωλα ἀπὸ τῶν αἰσθητῶν ἐν τοῖς αἰσθητηρίοις, ὡς προϊὼν αὐτὸς δείξει), τούτων δὴ τῶν ὑπολειμμάτων τὰ μὲν σῴζεται καθαρά, τὰ δὲ συγχεῖται διὰ πλῆθος ἀναθυμιάσεως, τὰ δὲ καὶ ἐπικρύπτεται ὑφ’ ἑτέρων. τὰ οὖν μὴ τελείως ἐπισκοτηθέντα τῶν ὑπολειμμάτων, συγκατελθόντα εἰς τὴν καρδίαν τῇ κατιούσῃ ἀναθυμιάσει καὶ προσπίπτοντα τῇ αἰσθητικῇ ἀρχῇ κατὰ τοὺς ὕπνους, παραπλησίως τῇ κατ’ ἐνέργειαν αἰσθήσει κινοῦντα αὐτὴν ποιεῖ2 τὰ ἐνύπνια. ταῦτα μὲν οὖν προλελέχθω, δείκνυσι δὲ πρῶτον ὅτι οὐκ εἰσι τῆς κατ’ ἐνέργειαν αἰσθήσεως τὰ ἐνύπνια πάθη. πρότερον δὲ ἡμᾶς ὑπομιμνήσκει, τί τὸ ὁρᾶν καὶ τί τὸ ἀκούειν λέγων· εἰ δὴ ὄψεως ἐνέργεια τὸ ὁρᾶν καὶ ἀκοῆς τὸ ἀκούειν καὶ ὅλως δὲ αἰσθήσεως τὸ αἰσθάνεσθαι, ταῦτα δ’ ἐστὶ τά τε κοινὰ τῶν αἰσθήσεων, τουτέστι σχῆμα καὶ μέγεθος, καὶ τὰ ἴδια, χρῶμα δηλονότι καὶ ψόφος (εἴρηται δὲ ἐν τοῖς Περὶ ψυχῆς ἀκριβέστερον, τίνα τὰ κοινὰ αἰσθητὰ καὶ τίνα τὰ ἴδια), εἰ οὖν ταῦτά εἰσι τὰ κοινὰ καὶ τὰ ἴδια αἰσθητά, μύοντες δὲ καὶ κοιμώμενοι ἀδυνατοῦμεν ἐνεργεῖν περὶ ταῦτα, οὐκ ἂν εἴη τὰ ἐνύπνια πάθος τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, εἴπερ ἐνεργεῖν αὐτήν ἐστιν ἐν τῷ προσβάλλειν τοῖς αἰσθητοῖς, ἐν δὲ τοῖς ὕπνοις καὶ ὅλως μύουσιν ἀδύνατόν ἐστιν ἐνεργεῖν περὶ αὐτά. ἔστι δ’ ὁ συλλογισμὸς τοιοῦτος· ὁ ἐνυπνιαζόμενος οὐκ ἐνεργεῖ περὶ τὰ αἰσθητά· ὁ αἰσθανόμενος ἐνεργεῖ περὶ τὰ αἰσθητά· ὁ ἐνυπνιαζόμενος ἄρα οὐκ αἰσθάνεται κυρίως· οὐδ’ ἄρα τὰ ἐνύπνιά εἰσιν αἴσθησις. ἡ μὲν οὖν διάνοια αὕτη, ἐν δὲ τῇ λέξει τῇ ἀδυνατεῖ δὲ πάντα μύοντα καὶ καθεύδοντα ὁρᾶν τὸ πάντα περὶ τῶν ζῴων εἴρηται·3 πᾶν γὰρ ζῷον ἀδυνατεῖ μύον ὁρᾶν.

“如果视觉的运用确是看,听觉[的运用确是]听,且总的来说感觉[的运用确是]感知。” 视觉与听觉的运用和现实活动是看和听,这我们是知道的。他通过这些论述表明,梦既不是处于现实活动中的感觉的受动,也不是推论思考部分的[受动]。但在具体明晰化之前,我们必须简要说明梦是什么以及梦是如何产生的。在感觉器官中由感觉对象遗留下来的残留物中(因为感觉对象的影像残留在感觉器官中,正如他自己在下文中将指出的),在这些残留物中,有的保持纯粹,有的因蒸发物的量大而混乱,有的甚至被其他残留物所掩盖。因此,残留物中那些没有被完全遮蔽的,随着下行的蒸发物一同降入心脏,并在睡眠中触及感觉本原,以类似于现实感觉的方式推动它,从而产生梦。这些就算是预先说明的吧;而他首先表明梦不是现实感觉的受动。但在此之前他提醒我们看是什么以及听是什么,他说:如果视觉的现实活动确是看,听觉的现实活动确是听,且总的感觉的现实活动确是感知,而这些[感知对象]既是感觉的共通对象(即形状和大小),也是固有对象(显然是颜色和声音;至于什么是共通感觉对象、什么是固有对象,在《论灵魂》中已有更精确的论述)——那么,如果这些是共通和固有的感觉对象,而我们闭眼和入睡时无法就这些对象进行现实活动,梦就不可能是处于现实活动中的感觉的受动,如果说感觉进行现实活动就在于接触感觉对象,而在睡眠中以及总的在闭眼时是不可能就它们进行现实活动的。其三段论如下:做梦者不就感觉对象进行现实活动;感知者就感觉对象进行现实活动;因此做梦者并非严格意义上的感知;因此梦也不是感觉。其思想就是这样。而在“所有闭眼入睡的事物都不可能看”这句话中,“所有事物”是就动物而言的;因为任何动物在闭上眼时都不可能看。

§3.2

"Ἀλλὰ μὴν οὐδὲ τῇ δόξῃ." Δείκνυσιν ὅτι οὐδὲ τῇ δόξῃ τὰ ἐνύπνια αἰσθανόμεθα, ἤτοι οὐδὲ τῆς δόξης εἰσὶ πάθη. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘οὐδὲ τῆς διανοίας’· τὰ γὰρ διανοούμενα δοξάζει. ἐπεὶ γὰρ ἐν τοῖς ὕπνοις οὐ μόνον φαμὲν καὶ συγκατατιθέμεθα, ὅτι τὸ προσιὸν ἄνθρωπός ἐστιν (τὸ δὲ συγκατατίθεσθαι δόξης ἐστίν· ἡ γὰρ δόξα οὐδὲν ἄλλο ἐστὶν ἢ ὑπόληψις περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν), οὐ μόνον οὖν φαμεν ὅτι τὸ προσιὸν ἄνθρωπός ἐστιν ἢ ἵππος ἢ ὅλως οὐσία, ἀλλὰ καὶ ὅτι λευκὸν ἢ καλὸν τὸ προσιόν (ὁρῶν γὰρ ἐν τοῖς ὕπνοις Σωκράτην οὐ μόνον φημὶ ὅτι Σωκράτης ἐστίν, ἀλλὰ καὶ ὅτι προγάστωρ καὶ ὅτι λευκὸς ἢ καλός), εἰ δὲ τὸ λευκὸν ἢ καλὸν ἡ δόξα ἄνευ αἰσθήσεως οὐχ ὑπολαμβάνει, ἡ δὲ αἴσθησις ἐν τοῖς ὕπνοις οὐκ ἐνεργεῖ, οὐκ ἂν εἴη οὐδὲ τῆς δόξης τὸ ἐνύπνιον πάθος.

“然而当然也不是借由意见。” 他表明,我们也不是借由意见感知梦,即梦也不是意见的受动。这等同于“也不是推论思考的[受动]”;因为进行推论思考的事物持有意见。因为在睡眠中,我们不仅陈述并赞同走近的是一个人(而赞同属于意见;因为意见无非是关于可以为其他样态的事物的判定),我们不仅陈述走近的是人或马或总的是实体,而且还陈述走近的是白的或美的(因为在梦中看见苏格拉底,我不仅陈述他是苏格拉底,而且还陈述他是大肚子的、是白的或美的);如果意见在没有感觉的情况下不能判定白或美,而感觉在睡眠中并不进行现实活动,那么梦也就不可能是意见的受动。

语法注3 条
  1. 3.1τῶν ἐν τοῖς αἰσθητηρίοις ἀπὸ τῶν αἰσθητῶν ὑπολειμμάτων

    置于句首的部分属格短语(ὑπολειμμάτων)在插入句之后通过指示代词短语 τούτων δὴ τῶν ὑπολειμμάτων 得到复起,引导其后的 τὰ μέν ... τὰ δέ ...,构成前置的悬垂部分属格结构,用以界定主格部分代词的整体。

  2. 3.1τὰ οὖν μὴ τελείως ἐπισκοτηθέντα τῶν ὑπολειμμάτων, συγκατελθόντα ... ποιεῖ

    对于中性复数主语 τὰ ... τῶν ὑπολειμμάτων,分词(συγκατελθόντα, προσπίπτοντα, κινοῦντα)均按中性复数主格一致,而主要动词 ποιεῖ 则取单数形式,遵循中性复数主语支配单数动词的标准雅典语法规则(schema Atticum)。

  3. 3.1ἀδυνατεῖ δὲ πάντα μύοντα καὶ καθεύδοντα ὁρᾶν τὸ πάντα περὶ τῶν ζῴων εἴρηται

    在引用亚里士多德的原句“ἀδυνατεῖ δὲ πάντα μύοντα καὶ καθεύδοντα ὁρᾶν”之后,米海尔解释其主语 πάντα 的指称。句法上,引用之后紧接着带有冠词的主语 τὸ πάντα,其述部为 περὶ τῶν ζῴων εἴρηται(“是就动物而言的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:60.2-61.25