← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§57.11-59.8

进食后睡眠的原因与苏醒的机制

米海尔顺着亚里士多德的论述,探讨了进食后产生强烈睡眠的各种假说(如胃因充实而冷却、脑部寒冷对上升之热的逆转浓缩等),确立了脑部是主要的冷却源,并阐明退缩至心脏的热克服寒冷而使动物苏醒的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23

" Πότερον οὖν τοῦτο συμβαίνει, ὅτι, ὥσπερ ἡ κοιλία κενὴ μὲν οὖσα θερμή ἐστιν." Τοῦτο τὸ πρῶτον τῶν ἐπιχειρημάτων. ἦν δ’ ἂν καταλληλοτέρα ἡ λέξις, εἰ ἀντὶ τοῦ πότερον τὸ ἢ εἶχεν,1 ἵνα ἦν οὕτως· ἢ τοῦτο συμβαίνει, ὅτι, ὥσπερ ἡ κοιλία κενὴ οὖσα θερμή ἐστιν, ἡ δὲ πλήρωσις καταψύχει διὰ τὴν κίνησιν· ἐπιπνίγει γὰρ καὶ σβέννυσι τὸ θερμὸν ἡ τῶν βρωμάτων πλήρωσις. ὥσπερ γὰρ καὶ τὸ πῦρ διὰ τὸ τῶν ξύλων πλῆθος, οὕτω καὶ οἱ ἐν τῇ κεφαλῇ πόροι καταψύχονται διὰ τὸ πλῆθος τῆς ἀναφερομένης ἀναθυμιάσεως. τούτων δὲ τῶν τόπων καὶ τῶν πόρων ψυχθέντων συνίσταται ἡ ἀναθυμίασις καὶ κάτω ῥεῖ. ἢ οὖν διὰ τοῦτο γίνεται ὁ ὕπνος μετὰ πότον, " Ἢ ὥσπερ τοῖς προσχεομένοις τὸ θερμὸν ἐξαίφνης φρίκη γίνεται." Τοῦ γὰρ θερμοῦ προσχεομένου τὸ ἐκτὸς ψυχρὸν ἀντιπεριϊστάμενον εἰς ἓν καὶ ἀθροιζόμενον τῇ φυγῇ εἴσω, φρίκη γίνεται, κἀκεῖ ἀνιόντος ἐπὶ τὴν κεφαλὴν τοῦ θερμοῦ ἀθροιζόμενον τὸ ἀπὸ τοῦ ἐγκεφάλου διαδιδόμενον εἰς τοὺς τόπους ἐκείνους ψυχρὸν εἰς ἓν καὶ ἰσχυρότατον γινόμενον διὰ τὴν εἰς ἓν ἄθροισιν καταψύχει2 καὶ τὸ κατὰ φύσιν ἐκεῖσε ὂν ὑγρὸν θερμὸν ποιεῖ ἐξαδυνατεῖν καὶ συνίστασθαι καὶ ὑποχωρεῖν κάτω. ἢ οὖν διὰ ταῦτα γίνεται ὁ ὕπνος μετὰ πότον, ἢ ὥσπερ τὸ πῦρ ἐπιτιθεμένων τῶν ξύλων σβέννυται, οὕτω πολλῆς ἐμπιπτούσης τροφῆς καταψύχεται καὶ οἷον σβέννυται τὸ θερμόν, ἕως ἂν καταπεφθῇ ἡ τροφή. γίνεται γὰρ ὁ ὕπνος διὰ τοῦ ἀναγομένου καὶ πάλιν κατιόντος σωματώδους· ὅπερ σωματῶδες ὅταν μηκέτι δύνηται ἄνω εἶναι ἢ διὰ πλῆθος ἢ διὰ ψυχρότητα, πάλιν ἀνταπωθεῖ, τουτέστι πάλιν κάτω βαδίζει καὶ ῥεῖ. δι’ ὃ καὶ πίπτουσιν εἰς ὕπνον οἱ ἄνθρωποι, ὑποσπωμένου καὶ κάτω ῥέοντος τοῦ θερμοῦ. ἀλλ’ ὁ μὲν ἄνθρωπος κατακλιθεὶς ὑπνώττει διὰ τὸ μόνον τὸν ἄνθρωπον εἶναι ὀρθόν, τὰ δὲ λοιπὰ ζῷα ὁτὲ μὲν ἱστάμενα, ὁτὲ δὲ κείμενα ὑπνώττει. ἔκνοιαν δὲ πάλιν λέγει τὴν παντελῆ ἀναισθησίαν, ὅταν οὔτε κυρίως αἰσθάνηται οὔτε μὴν κἂν ὀνειρώττῃ.

“那么,这究竟是因为正如胃在空虚时是温热的[但在充满时变冷]那样发生的吗。” 这是诸论证中的第一个。如果文本用“或者”代替“是否/究竟”,文脉本会更加通顺,以便成为这样:“或者这是否是因为正如胃在空虚时是温热的,而充满因运动使其冷却那样发生的”;因为食物的充满压抑并熄灭了热。因为正如火由于木柴过多而熄灭,头部的通道也由于升上去的蒸发物过多而被冷却。当这些位置和通道被冷却后,蒸发物便凝聚并向下流去。那么,饮酒后的睡眠是因为这个原因而发生的呢,“还是正如被浇上热水的人会突然产生战栗那样[发生的呢]。” 因为当热水浇在身上时,外部的冷因逆转浓缩而聚为一体,并在退避中聚集于内部,从而产生战栗;而在那里,当热升往头部时,从脑散布到那些位置的冷也聚为一体,并通过合而为一变得极强,从而冷却,并使天然存在于那里的温热湿气失去力量、凝聚并退回下方。那么,饮酒之后的睡眠是因为这些原因而发生的呢,还是正如添上木柴时火被熄灭一样,当大量食物落入时,热被冷却并不妨说是被熄灭,直到食物被消化完全?因为睡眠是由于被带往上方又再次落下的形体物而发生的;无论是因为数量还是因为寒冷,每当这种形体物不再能够留存在上方时,它便反向推回,也就是再次向下走并向下流。因此,随着热被向下抽拉并向下流,人们便陷入睡眠之中。但是,人横卧而睡是因为唯有人是直立的,其余动物有时站立、有时躺卧而睡。他又把完全的无知觉称为“意识丧失”,即既不处于严格意义的知觉中,甚至也不做梦。

§2.25

"Ἀλλὰ κυρίως γέ ἐστιν ὁ τόπος ὁ περὶ τὸν ἐγκέφαλον." Λείπει ἐν τῇ λέξει τὸ αἴτιος,3 ἵν’ ᾖ ‘ἀλλὰ κυρίως τοῦ ὑπνώττειν αἴτιός ἐστιν ὁ τόπος ὁ περὶ τὸν ἐγκέφαλον’. ἀλλὰ καὶ ἐν τῇ λέξει τῇ πάντων δ’ ἐστὶ τῶν ἐν τῷ σώματι ψυχρότατος ὁ δὲ σύνδεσμος ἀντὶ τοῦ γὰρ εἴληπται. ἃ δὲ λέγει, πάντως δῆλα τοῖς ὁπωσοῦν συνορᾶν δυναμένοις. ἀλλὰ καὶ ὅτι οἱ κατάρροι γίνονται ἀπὸ τῶν κατιόντων ἀπὸ τῆς κεφαλῆς φλεγμάτων, μαρτυροῦσι παῖδες ἰατρῶν. ὅτι δὲ ἡ τροφὴ πρῶτον μὲν γίνεται φλέγμα, εἶτα αἷμα καὶ πάλιν φθείρεται τὸ αἷμα εἰς φλέγμα, εἴρηται ἐν τοῖς Περὶ ζῴων μορίων. καταψύχεται μὲν οὖν ῥᾳδίως διὰ τὴν τῶν φλεβῶν λεπτότητα καὶ στενότητα· ὀλιγόθερμα γὰρ διὰ τὴν στενότητα, τὸ δ’ ὀλίγον εὐπαθέστατον.

“然而严格说来,[造成它的]是脑周围的位置。” 文句中省略了“原因”,以便成为“然而严格说来,脑周围的位置是入睡的原因”。而且在“而在身体的所有部分中它是最冷的”这一句中,连词“而”是用来代替“因为”的。他所说的话,对于无论如何能够统观的人来说都是全然清楚的。并且,卡他(粘膜炎)是由从头部下流的粘液产生的,医家之子们也为此作证。至于食物首先变为粘液,然后变为血液,而血液又再次败坏为粘液,这已经在《动物的各部分》中讲过。因此,由于静脉的纤细和狭窄,它极易被冷却;因为狭窄,它们所含的热很少,而微少之物最容易受到影响。

§2.26

"Ἐγείρεται δέ, ὅταν κρατήσῃ ἡ συνεωσμένη θερμότης." Τουτέστι ἡ συμπιληθεῖσα καὶ συνωσθεῖσα ἐκ πολλοῦ εἰς ὀλίγον· πολλὴ γὰρ οὖσα ἡ θερμὴ καὶ ὑγρὰ ἀναθυμίασις εἰς ὀλίγον τινὰ τόπον συνάγεται ψυχθεῖσα, εἰς τὴν καρδίαν γάρ. ὅταν οὖν αὕτη κρατήσῃ καὶ πέψῃ τὸ συνῶσαν αὐτὴν ψυχρόν,4 ἐγείρεται τὰ ζῷα. λέγει δὲ τὰς τῆς καρδίας κοιλίας δέχεσθαι τὸ αἷμα ἐκ τῶν δύο φλεβῶν, τῆς μεγάλης καὶ τῆς ἀορτῆς· χρῆται γάρ, ὡς εἴρηται, αὐταῖς διακόνοις. κομίζουσι γὰρ εἰς αὐτὴν τὸ ἀπὸ τοῦ ἥπατος ἀκατέργαστον αἷμα καὶ οὐδὲ κυρίως αἷμα· ἐν ᾗ πέττεταί τε καὶ κυρίως αἷμα γίνεται. Σαφῆ δὲ τὰ ἑξῆς. ἐν δὲ τῇ λέξει τῇ οὐ γὰρ ἐνδέχεται ζῷον εἶναι μὴ συμβαινόντων τῶν ἀπεργαζομένων αὐτὸ τὸ λεγόμενόν ἐστιν· οὐ γὰρ ἐνδέχεται ζῷον εἶναι μὴ γινομένων τῶν ἀπεργαζομένων καὶ συντηρούντων αὐτό. φθείρεται γὰρ μὴ συμβαινόντων τῶν, ὅσα πέφυκε διασῴζειν αὐτό. ἓν δὲ τῶν διασῳζόντων αὐτό ἐστι καὶ ἡ τροφή· ὥστε ταύτης γινομένης ἀνάγκη γίνεσθαι ἀναθυμίασιν καὶ ταύτης γινομένης ὕπνον.

“而当被挤压在一起的热取得优势时,动物便醒来。” 也就是从多被压实挤压为少的热;因为温热而潮湿的蒸发物虽多,一旦被冷却,便聚集到一个微小的位置,也就是聚集在心脏之中。因此,每当这股热克服并消化了将它挤压在一起的冷时,动物便醒来。他说心脏的心室从两条静脉——大静脉和主动脉——接收血液;因为正如所说,心脏把它们用作仆役。因为它们把来自肝脏的未加工的血液、甚至不能严格算作血液的东西输送到心脏;在心脏中它被消化并严格地成为血液。接下来的文句是清楚的。而在“因为若是促成动物的事物不发生,动物就不可能存在”这句话中,所说的是:“因为若是产生并维持动物的事物不产生,动物就不可能存在。”因为若是本性上保守动物的事物不发生,动物就会消亡。而保守动物的事物之一就是食物;因此,随着食物的产生,蒸发物的产生是必然的,而随着蒸发物的产生,睡眠的产生也是必然的。

语法注4 条
  1. 2.23ἦν δ’ ἂν καταλληλοτέρα ἡ λέξις, εἰ ἀντὶ τοῦ πότερον τὸ ἢ εἶχεν

    非真实条件句结构(未完成过去时直陈式 ἦν ἄν 加上条件从句 εἰ εἶχεν)。米海尔从文体上评述亚里士多德的原句,指出如果第一个选择肢用析取连词 ἤ 代替疑问词 πότερον,与前文疑问句的衔接会更为通畅自然。

  2. 2.24Τοῦ γὰρ θερμοῦ προσχεομένου τὸ ἐκτὸς ψυχρὸν ἀντιπεριϊστάμενον εἰς ἓν καὶ ἀθροιζόμενον τῇ φυγῇ εἴσω, φρίκη γίνεται, κἀκεῖ ἀνιόντος ἐπὶ τὴν κεφαλὴν τοῦ θερμοῦ ἀθροιζόμενον τὸ ἀπὸ τοῦ ἐγκεφάλου διαδιδόμενον εἰς τοὺς τόπους ἐκείνους ψυχρὸν εἰς ἓν καὶ ἰσχυρότατον γινόμενον διὰ τὴν εἰς ἓν ἄθροισιν καταψύχει

    由多个独立属格(τοῦ θερμοῦ προσχεομένου 与 ἀνιόντος ... τοῦ θερμοῦ)和分词构成的长句,带有残缺构拟(破格)。前部主格分词 ἀντιπεριϊστάμενον ... ἀθροιζόμενον 不规则地引出 φρίκη γίνεται,后半段中性分词短语 τὸ ... ψυχρόν 则作为主动词 καταψύχει 的主语,使句法结构重归平整。

  3. 2.25Λείπει ἐν τῇ λέξει τὸ αἴτιος

    米海尔指出亚里士多德原文(Ἀλλὰ κυρίως γέ ἐστιν ὁ τόπος...)中动词 ἐστιν 省略了表语形容词 αἴτιος,并通过补出该词及其属格补足语(τοῦ ὑπνώττειν)来补全句法骨架。

  4. 2.26τὸ συνῶσαν αὐτὴν ψυχρόν

    分词 συνῶσαν 是动词 συνωθέω 的不定过去时主动分词中性单数宾格形式(按 συνώσας, συνώσασα, συνῶσαν 变位),与中性名词 τὸ ψυχρόν 一致,并及物性地带宾格代词 αὐτήν(聚集于心脏的热)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:57.11-59.8