← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§4.18-6.5

想象的再定义与记忆的区别及其共同基质

米海尔将想象重新定义为感觉器官中残留物所引起的运动并解释了“印记”的比喻,根据是否附带推断出印记为原物的影像来区分记忆与想象,确立了感觉、想象与记忆基于同一基质,随后转入对文本的阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#3

ἀλλὰ τὰ περὶ τούτων καὶ αὖθις ἐπισκεψόμεθα, νῦν δὲ τὰ περὶ τῆς φαντασίας ἔτι διαρθρωτέον. ἐκ ταύτης γὰρ ἡμῖν, ὡς εἴπομεν, ἔσται δῆλον καὶ τίς ἐστιν ἡ μνήμη. ἐπεὶ γὰρ ἐνδέχεται τι ὑπ’ ἄλλου κινούμενον αὐτὸ πάλιν ἄλλο κινῆσαι1 (ἡ γὰρ βακτηρία κινεῖ τὸν λίθον ὑπ’ ἄλλου κινουμένη), καὶ τὸ πρῶτον αἰσθητήριον, ἡ καρδία, ὑπὸ τῶν αἰσθητῶν κινούμενον αὐτὸ πάλιν διὰ τῶν ὑπὸ τῶν αἰσθητῶν γινομένων ἐν αὐτῷ κινήσεων, τουτέστιν ἐγκαταλειμμάτων καὶ τύπων καὶ ζωγραφημάτων, κινεῖ τὴν φανταστικὴν ψυχήν, ὡς τὰ αἰσθητὰ τὴν αἰσθητικήν. δι’ ὃ καὶ εἴη ἂν τῆς φαντασίας λόγος κίνησις ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, τουτέστι κίνησις ὑπὸ τῶν ἐγκαταλειμμάτων τῶν ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐν τῷ αἰσθητηρίῳ γενομένων. εἴρηται γὰρ ὅτι καλεῖται τὰ τοιαῦτα ἐγκαταλείμματα κατ’ ἐνέργειαν αἴσθησις. χρὴ δὲ τοῦ τύπου κοινότερον ἐπὶ τῆς φαντασίας ἀκούειν. κυρίως μὲν γὰρ τύπος ὁ κατ’ εἰσοχήν τε καὶ ἐξοχὴν ἢ τὸ τοῦ τυποῦντος ἐν τῷ τυπουμένῳ σχῆμα γινόμενον, ὡς ὁρῶμεν τὰ ἐπὶ τῶν σφραγίδων ἔχοντα· οὐχ οὕτω δὲ τὰ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα ἐν ἡμῖν γίνεται. οὐδὲ γὰρ τὴν ἀρχὴν κατὰ σχῆμά τι ἡ τῶν αἰσθητῶν ἀντίληψις. ποῖον γὰρ σχῆμα τὸ λευκὸν ἢ ὅλως τὸ χρῶμα; ἢ ποῖον σχῆμα ἡ ὀσμή; ἀλλὰ δι’ ἀπορίαν κυρίου τινὸς ὀνόματος τὸ ἴχνος καὶ ἐγκατάλειμμα τὸ ὑπομένον ἀπὸ τῶν αἰσθητῶν ἐν ἡμῖν τύπον καλοῦμεν μεταφέροντες τοὔνομα. τί μὲν οὖν ἐστι φαντασία, εἴρηται· τί δὲ μνήμη, δῆλον ἐκ τούτων· ἡ γὰρ περὶ τὸ αὐτὸ τοῦτο ἐγκατάλειμμα γινομένη ἐνέργεια, ὅταν μὴ ἁπλῶς ὡς περὶ τοιοῦτον γίνηται, ἀλλὰ καὶ ὡς ἀπ’ ἄλλου γινόμενον, μνήμη ἐστίν. οἷον παρόντος τοῦδε τοῦ αἰσθητοῦ, φέρε εἰπεῖν τοῦ γεγραμμένου ἐν τῷδε τῷ πίνακι ἀνθρώπου ἢ λέοντος ἢ ἄλλου τινός, καὶ ἐνεργούσης περὶ αὐτὸ τῆς ὄψεως γίνεται ἀπὸ τῆς τοιαύτης ἐνεργείας τύπος τις καὶ ἐγκατάλειμμα καὶ ἀναζωγράφημα τοῦ γεγραμμένου λέοντος ἢ ἀνθρώπου ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, ὅπερ ἐγκατάλειμμα καὶ ἀναζωγράφημα ὑπομένει καὶ σῴζεται καὶ μὴ παρόντος τοῦ αἰσθητοῦ· τοῦτο δὴ τὸ ἐγκατάλειμμα κινεῖ τὴν φανταστικὴν δύναμιν τῆς ψυχῆς καὶ ποιεῖ αὐτὴν ἐνεργεῖν περὶ αὐτό, ὥσπερ καὶ τὰ αἰσθητὰ τὴν αἴσθησιν. ὅταν δὲ ἡ τοιαύτη τῆς φανταστικῆς δυνάμεως ἐνέργεια περὶ τὸ τοιοῦτον ἐγκατάλειμμα ἁπλῶς γίνηται, μὴ προσλογιζομένη2 ὅτι τόδε τὸ ἐγκατάλειμμα καὶ ὅδε ὁ τύπος ἀπὸ τοῦ γεγραμμένου ἐν τῷ τοιῳδὶ πίνακι ζῴου κατὰ τὸν δεῖνα χρόνον ἐνταῦθα γέγονεν, ἀλλ’ ἁπλῶς οὕτως περὶ αὐτὸ ἐνεργῇ, φαντασία τὸ τοιοῦτον λέγεται. ὅταν δὲ πρὸς τῷ ἐνεργεῖν περὶ αὐτὸ προσλογίζηται, ὅτι ἀπὸ τοῦ ἐν τῷ δεῖνι πίνακι γεγραμμένου ζῴου ὁ τύπος οὗτος καὶ τὸ ἐγκατάλειμμα κατὰ τὸν δεῖνα χρόνον ἐνταῦθα γέγονε, καὶ ὅλως ὅτι ὅδε ὁ τύπος εἰκών ἐστι τοῦ ἐν τῷ πίνακι γεγραμμένου ζῴου, τότε ἡ τοιαύτη ἐνέργεια μνήμη λέγεται. φαντασία μὲν γάρ ἐστι καὶ λέγεται, ὅταν ἁπλῶς περὶ τὸν τύπον καὶ τὸ ἐγκατάλειμμα γίνηται μὴ προσλογιζομένη, ὅτι ἀπ’ ἄλλου τινὸς ἐν τῷ πίνακι ὄντος γέγονε· μνήμη δ’ ἐστίν, ὅταν πρὸς τῷ ἐνεργεῖν περὶ αὐτὸ αἰσθάνηται καὶ ὅτι ἀπ’ ἄλλου τινὸς γέγονε, καὶ ἔτι ὅτι τοῦτο, οὗ αἰσθάνεται, εἰκών ἐστι τοῦ ἐν τῷ πίνακι γεγραμμένου ζῴου. τοῦτο δὴ κἂν ἀπὸ ἀληθοῦς ζῴου γίνηται, ταὐτόν ἐστι. καὶ ἐπεὶ μνήμη καὶ φαντασία ταὐτὸν τῷ ὑποκειμένῳ, φαντασία δὲ καὶ αἴσθησις ὁμοίως (αἱ αὐταὶ γὰρ καὶ αὗται τῷ ὑποκειμένῳ, ὡς ἤδη εἴρηται), καλῶς λέγεται, ὅτι ἐν ᾧ αἰσθάνεται, τούτῳ καὶ μνημονεύει τὰ μνημονεύοντα.3 ὡς γὰρ ἀπὸ τῆς αἰσθητικῆς δυνάμεως τῆς ψυχῆς τὸ αἰσθάνεσθαι, οὕτως ἀπ’ αὐτῆς καὶ τὸ φαντάζεσθαι καὶ μνημονεύειν. ἰστέον δὲ ὅτι μνημονεύει μέν, ὡς εἰσόμεθα, καί τινα τῶν ἀλόγων ζῴων, ἀναμιμνῄσκεται δὲ μόνα τὰ λογικὰ ζῷα. ἀλλὰ περὶ μὲν τούτων τοσαῦθ’ ἡμῖν εἰρήσθω διὰ τὸ ἀσαφῶς καὶ ἄγαν περινενοημένως τὸν περὶ μνήμης καὶ ἀναμνήσεως λόγον ἀπηγγέλθαι, ἐπὶ δὲ τὴν τῶν λεγομένων σαφήνειαν ἰτέον.

然而关于这些事情我们以后还会再作考察,现在则仍须进一步阐明关于想象的事情。因为正如我们所言,由此我们亦将清楚记忆究竟是什么。因为既然被另一物推动的事物自身有可能反过来推动别的事物(例如木杖被另一物推动而推动石头),那么作为第一感觉器官的心脏,在受被感觉对象推动之后,它自身亦反过来通过被感觉对象在它之中所产生的运动——即残留物、印记以及犹如描绘之物——推动想象灵魂,正如被感觉对象推动感觉灵魂一样。正因如此,想象的定义也可以是“由现实的感觉所引起的运动”,即由现实感觉在感觉器官中所产生的残留物所引起的运动。因为已经说过,这种残留物被称为现实的感觉。但在想象的情形下,应当在更一般的意义上理解“印记”。因为严格意义上的印记乃是基于凹凸的形状,或是印刻者在被印刻者中所产生的形相,正如我们看到印章的情形那样;然而由被感觉对象产生的残留物在我们之中的生成却并非如此。因为被感觉对象的领会根本就不是依照某种形相的。实际上,白色或总括而言的颜色是何种形相呢?或者气味又是何种形相呢?毋宁说,由于缺乏一个专有名称,我们便通过借用该词,把源自被感觉对象而留存在我们之中的痕迹和残留物称为印记。那么,想象是什么已经说过了;而记忆是什么,由此便显而易见:因为围绕这同一个残留物所产生的现实活动,当它不仅单纯作为围绕如此之物而产生,而且也作为〔围绕〕源自另一物之物而产生时,便是记忆。例如,当这个被感觉对象——比方说在这个画板上所描画的人或狮子或别的什么——在场,且视力围绕它进行现实活动时,由这种现实活动在第一感觉器官中便产生了关于所描画的狮子或人的某种印记、残留物以及描绘之物,这一残留物与描绘之物即使在被感觉对象不在场时亦留存并保存下来;正是这一残留物推动灵魂的想象官能,并使其围绕它进行现实活动,正如被感觉对象亦[使]感觉[进行现实活动]一样。而当想象官能围绕如此之残留物的这种现实活动单纯地发生,并未附带推断出这个残留物和这个印记是在某时从这个画板上所画的动物在这里生成的,而仅仅就这样围绕它进行现实活动时,这样的活动被称为想象。然而,当它在围绕它进行现实活动之外,还附带推断出这个印记和残留物是在某时从某画板上所画的动物在这里生成的,并且总括而言这个印记乃是画板上所画的动物的影像时,此时这样的现实活动便被称为记忆。因为,当它单纯围绕印记和残留物而产生,未附带推断出它是从画板上的另一事物生成时,它是且被称为想象;而在围绕它进行现实活动之外,它还知觉到它是从另一事物生成的,并且进一步知觉到它所知觉到的这个东西乃是画板上所画的动物的影像时,它便是记忆。哪怕这是从真实的动物生成的,情形亦是完全相同的。既然记忆与想象就基质而言是同一个,想象与感觉同样亦是如此(因为正如前面已经说过的,它们就基质而言亦是同一个),那么人们说“凡记忆者,以其感觉之物亦以之记忆”,乃是说得很对的。因为正如感觉源自灵魂的感觉官能,表象与记忆同样亦源自它。不过应当知晓,正如我们将要知晓的,某些无理性的动物亦具有记忆,但唯有理性的动物才能回忆。然而,鉴于关于记忆与回忆的论述阐发得晦涩且过于繁复,关于这些事情我们就说到这里,接下来应当进而使所言之物变得清晰。

语法注3 条
  1. 1.0ἐπεὶ γὰρ ἐνδέχεται τι ὑπ’ ἄλλου κινούμενον αὐτὸ πάλιν ἄλλο κινῆσαι

    由 ἐπεί(因为/既然)引导的原因从句中,主动词为 ἐνδέχεται,支配带主格意义的宾格与不定式结构 αὐτό ... κινῆσαι(宾格主语 αὐτό 回指前面的 τι ... κινούμενον)。插入括号中的例证(ἡ γὰρ βακτηρία...)之后,主句以 καὶ τὸ πρῶτον αἰσθητήριον... κινεῖ 接续,构成了前后对应的类比论证。

  2. 1.0μὴ προσλογιζομένη

    阴性单数主格分词 προσλογιζομένη 在语法上与前面的阴性主语 ἡ τοιαύτη τῆς φανταστικῆς δυνάμεως ἐνέργεια(“想象官能的这种现实活动”)相一致。虽然在意义上指的是拥有官能的主体的心灵活动,但在句法上是将该“现实活动”拟人化作为主语。

  3. 1.0ἐν ᾧ αἰσθάνεται, τούτῳ καὶ μνημονεύει τὰ μνημονεύοντα

    由 ἐν ᾧ 引导的关系从句指感觉借以/在其中发生的能力或器官,呼应主句中的指示代词(工具与格)τούτῳ。这化用了亚里士多德《论记忆与回忆》450a13–14 的核心命题,即表示感觉官能与记忆官能具有同一基质,前置词短语 ἐν ᾧ 与与格 τούτῳ 共同表达承担此功能的基础器官或能力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:4.18-6.5