- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:55.17-57.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了静脉纤细者和大头者嗜睡的身体原因、思考与阅读时打瞌睡的机制、睡眠中因冷却而闭眼及下肢变暖的现象,并提出了进食后睡意最浓这一疑问。
" Καὶ τὸ ὅλον δὲ φίλυπνοι οἱ ἀδηλόφλεβοι καὶ νανώδεις καὶ μεγαλοκέφαλοι." Καὶ οἱ νανώδεις, φησί, καὶ οἱ μεγαλοκέφαλοι καὶ οἱ ἀδηλόφλεβοι φίλυπνοί εἰσιν. ἀδηλοφλέβους δὲ λέγουσι τοὺς λεπτοτάτας ἔχοντας φλέβας· διὰ γὰρ τὴν λεπτότητά εἰσιν ἄδηλοι. εἰσὶν οὖν, φησίν, οἱ ἀδηλόφλεβοι φίλυπνοι διὰ τὴν στενότητα τῶν φλεβῶν· κατελθὸν γὰρ τὸ πνεῦμα ἀπὸ τῆς κεφαλῆς καὶ πληρῶσαν αὐτὰς οὐ δύναται ῥᾳδίως διαπνεῦσαι καὶ διασκεδασθῆναι διὰ τὴν στενότητα τῶν πόρων· τὸ γὰρ μικρὸν τάχιον πληροῦται. καὶ διὰ τοῦτο ψυχρῶν γινομένων1 διὰ τὴν πλήρωσιν (καὶ γὰρ καὶ αἱ κοιλίαι πληρωθεῖσαι ψυχραί εἰσιν), ἀνάγκη χρονίζειν ἐν αὐταῖς τὸ πνεῦμα (δεῖται γὰρ θερμότητος, ὥστε διαρρεῦσαι καὶ διασκεδασθῆναι), χρονίζοντος δὲ ἐξ ἀνάγκης γίνεται καὶ ὁ ὕπνος χρονιώτερος. ἄλλως τε εἴπομεν ὅτι, ὥσπερ τὰ ὕδατα διὰ τῶν στενῶν σωλήνων βραδέως ἐξέρχεται, διὰ δὲ τῶν εὐρέων τάχιον, οὕτω καὶ τὸ πνεῦμα σωματῶδες ὂν βράδιον ἐξελεύσεται διὰ τῶν στενῶν πόρων. οἱ μὲν οὖν ἀδηλόφλεβοι διὰ τοῦτό εἰσι φίλυπνοι, οἱ δὲ νανώδεις καὶ οἱ μεγαλοκέφαλοι διὰ τὸ πολλὴν ἀνάγεσθαι ἄνω τὴν ἀναθυμίασιν· τὰ γὰρ μεγάλα πολλῆς δεῖται τροφῆς, ἵνα πληρωθῇ καὶ χορτασθῇ. ὥστε πολλῆς γινομένης ἄνω ἕπεται τὸ καὶ κάτω πολλὴν γίνεσθαι τὴν παλίρροιαν· τὸ δὲ πολὺ ἀπὸ τῆς αὐτῆς καὶ ἴσης θερμότητος βραδέως πέττεται καὶ κρατεῖται. Τὰ δὲ λοιπὰ σαφῆ. ὅτι δὲ σκληρὰ καὶ οἱονεὶ ξηρὰ τὰ τῶν μελαγχολικῶν σώματα, δῆλον. οὐ γὰρ τρέφονται καλῶς διὰ τὸ μὴ δύνασθαι πέττειν· ἐμποδίζει γὰρ τὴν πέψιν ἡ τοῦ σώματος ψυχρότης, καὶ ἔοικε τὰ τῶν μελαγχολικῶν σώματα ξύλοις ἐν ἀνίκμῳ χώρᾳ οὖσιν. ὅτι δ’ ἡ χολὴ περίττωμά ἐστιν, εἴρηται πολλάκις. τὸ δὲ ὅπου ἂν ὑπάρχῃ δυνάμει τὸ τοιοῦτον2 περίττωμα ἴσον ἐστὶ τῷ ‘ὅπου ἂν ἡ δύναμις τοῦ τοιούτου περιττώματος εὑρίσκηται’.3 οὐδὲν γὰρ κωλύει ἐν ἥπατι φέρε εἰπεῖν αὐτὴν οὖσαν, τὴν δύναμιν αὐτῆς ἐν τῇ κεφαλῇ φθάνειν· καὶ γὰρ καὶ τοῦ πυρὸς ἐνταῦθα κειμένου, ἡ θερμότης αὐτοῦ ἄχρι τινὸς διήκει· καὶ τοῦ ἀψινθίου ἐνταῦθα κειμένου, ἡ πικρότης αὐτοῦ ἐν αἰσθήσει γίνεται καὶ τοῖς πόρρω. ὥστε φανερόν, φησίν, ὅτι ὁ ὕπνος σύνοδός τίς ἐστι καὶ παλίρροια τοῦ θερμοῦ εἴσω, τουτέστιν ἐντὸς τῆς καρδίας· εἰς γὰρ τὰς κοιλίας αὐτῆς τὸ τοιοῦτον ὑποστρέφει, διότι καὶ ἐξ αὐτῶν ἄνεισιν. ἐπεὶ δὲ ἀναγινώσκοντες καὶ νοοῦντες πολλάκις νυστάζομεν, τὴν αἰτίαν τούτου συντόμως (δι’ ὃ καὶ ἀσαφῶς) ἐπήγαγεν εἰπών· δι’ ὃ πολλὴ κίνησις τοῦ νοοῦντος. ἐν γὰρ κινήσει καὶ πολλῇ φροντίδι οὔσης τῆς διανοίας ἐν τῇ ἀναγνώσει καὶ διὰ τοῦτο ἀπεπτούσης τῆς τροφῆς, ἀνάγκη παχεῖαν εἶναι τὴν κατιοῦσαν ἀτμίδα· γίνεται γὰρ καὶ ἐν ταῖς ἀναγνώσεσιν ἀπάτμισίς τις, παχεῖα δέ· ἥτις περὶ τὴν καρδίαν πίπτουσα, νυστάζειν ἡμῖν συμβαίνει. καὶ τοῦτο μὲν μεταξὺ παρέρριπται, τὸ δὲ τῆς λέξεως συνεχὲς τοιοῦτον· ὥστε φανερὸν ἐκ τῶν εἰρημένων, ὅτι ὁ ὕπνος σύνοδός τίς ἐστι τοῦ θερμοῦ εἴσω καὶ ἀντιπερίστασις φυσικὴ διὰ τὴν εἰρημένην αἰτίαν.
“总体而言,血管不显露者、侏儒般的人以及大头者都嗜睡。” 他说,侏儒般的人、大头者以及血管不显露者都是嗜睡的。人们把拥有极细静脉的人称为“血管不显露者”;因为由于纤细,静脉是不显露的。因此他说,血管不显露者由于静脉的狭窄而嗜睡;因为精气从头部下降并充满它们之后,由于通道的狭窄而不能轻易呼散和消散;因为微小之物更快被充满。并且由于这一点,当它们因充满而变冷时(因为胃一旦被充满也是冷的),精气必然在其中滞留(因为需要热以便流散和消散),而随着精气的滞留,睡眠必然也变得更加持久。此外我们曾说过,正如水通过狭窄的管道流出较慢,而通过宽阔的管道流出较快,同样,具有形体性的精气通过狭窄的通道流出也会较慢。因此,血管不显露者是由于这个原因而嗜睡,而侏儒般的人和大头者则是由于蒸发物被大量带往上方;因为庞大之物需要大量食物,以便被充满并得饱足。因此,随着在上方产生的大量蒸发物,其向下的回流也大量产生;而在相同且均等的热度下,大量的物质被消化和克服得较慢。其余的部分是清楚的。至于抑郁质者的身体坚硬且可以说是干燥的,这一点是显而易见的。因为由于不能消化,他们没有得到很好的滋养;因为身体的寒冷阻碍了消化,抑郁质者的身体类似于处在无水之地的树木。至于胆汁是一种残余物,这已经被多次言及。而“无论这种残余物潜在地存在于何处”这句话,等同于‘无论这种残余物的效力被发现于何处’。因为没有什么能阻止它比方说存在于肝脏中,而它的效力却到达头部;因为即使火放置于此,它的热也能延展到某处;苦艾放置于此,它的苦味在远处的人那里也能被感知到。因此他说,显而易见,睡眠是热向内、即向心脏内部的一种汇聚和回流;因为这样的东西退回其心室之中,因为也是从这些心室中升上去的。而既然我们在阅读和思考时常常打瞌睡,他便简短地(也正因如此而晦涩地)附加上了这个原因,说:“因此思考者的运动很大。”因为在阅读时思想处于运动和诸多思虑之中,并因此食物未被消化,落下的蒸气必然是稠密的;因为在阅读中也会产生某种汽化,但却是稠密的;当它落在心脏周围时,我们便会打瞌睡。虽然这句话是顺便插入的,但文句本来的连续脉络是这样的:因此从所言之事中显而易见,睡眠是热向内的一种汇聚,并且是由于所言原因而发生的一种自然的逆转浓缩。
"Ὅθεν δ’ ἐκλείπει, καταψύχεται." Ὅταν γὰρ τὸ θερμὸν ῥεύσῃ κάτω, δηλονότι ἄνω ἐκλείπει. ἐκλείποντος δὲ ἀνάγκη ψύχεσθαι τὰ ἄνω. τούτων δὲ ψυχομένων ἀνάγκη συμπίπτειν τὰ βλέφαρα· τὸ γὰρ συνέχον πάντα τὰ μέρη τὸ θερμόν ἐστιν. ἔχομεν οὖν διὰ τούτου καὶ τίνος χάριν μύουσι τὰ ζῷα ἐν τοῖς ὕπνοις. εἰσὶ δὲ ἐν τοῖς ὕπνοις τὰ περὶ τοὺς πόδας καὶ τὰ εἴσω θερμὰ διὰ τὴν εἰς τὸ ἐντὸς καὶ εἰς τὸ κάτω τοῦ θερμοῦ σύρρευσιν.
“而热从何处离开,该处便被冷却。” 因为当热流向下方时,显而易见它从上方离开。而当它离开时,上部必然被冷却。当这些部分被冷却时,眼睑必然合拢;因为将所有部分维系在一起的是热。因此,通过这一点我们也掌握了动物在睡眠中闭眼的原因。而在睡眠中,由于热向内和向下的汇流,脚部周围和内部是温热的。
"Καίτοι τις ἀπορήσειεν ἄν, ὅτι μετὰ σῖτον ἰσχυρότατος ὁ ὕπνος γίνεται." Τὸ ὅτι ἀντὶ τοῦ ‘διὰ τί’ εἴληπται.4 ἀπορήσειεν ἂν οὖν, φησί, τίς, διὰ τί ὁ ὕπνος μετὰ σῖτον ἰσχυρότατος γίνεται. ἔστι δὲ ἡ ἀπορία τοιαύτη· ἐπειδὴ ὁ οἶνος θερμὸς καὶ ἄλλα πολλὰ βρωτά, διὰ τί μετὰ πότον καὶ βρῶσιν μάλιστα ὁ ὕπνος γίνεται, καὶ οὐ πρὸ τῆς βρώσεως καὶ πόσεως. τοῦ γὰρ ὕπνου καταψύξεως ὄντος, τοῦ δὲ οἴνου θερμοῦ, οὐκ ἔδει μετὰ πότον γίνεσθαι ὕπνον· οὐ γὰρ εἰκὸς τῆς καταψύξεως τὰ αἴτια εἶναι θερμά. λύει δὲ τὴν ἀπορίαν τρισὶν ἐνδόξοις ἐπιχειρήμασιν, καὶ τέλος τίθησι τὴν ἀληθεστάτην.
“然而有人可能会产生疑问,即进食之后睡眠变得最沉。” 这里的“即”是用来代替“为何”的。因此他说,有人可能会产生疑问,为何进食之后睡眠变得最沉。这一疑问是这样的:既然酒和许多其他食物是热的,为何在饮酒和进食之后睡眠发生得最厉害,而不是在进食和饮酒之前?因为既然睡眠是一种冷却,而酒是热的,饮酒之后本不应当发生睡眠;因为冷却的原因是热的,这是不合情理的。而他用三个通行的论证来解决这一疑问,并在最后提出了最真实的〔解答〕。
- 2.20ψυχρῶν γινομένων
独立属格结构,其逻辑主语需从前文语境补出“静脉(τῶν φλεβῶν)”。紧随其后的插入语“胃一旦被充满也是冷的”作为同类现象被提出作为类比。
- 2.20καὶ τοῦτο μὲν μεταξὺ παρέρριπται, τὸ δὲ τῆς λέξεως συνεχὲς τοιοῦτον
注解者的元文本构文说明,明确指出关于阅读时打瞌睡的解释(ἐπεὶ δὲ ἀναγινώσκοντες...)属于插入语(parenthesis),并引导读者返回亚里士多德关于热向内汇聚与逆转浓缩的核心论证脉络。
- 2.20τὸ ὅπου ἂν ὑπάρχῃ δυνάμει τὸ τοιοῦτον περίττωμα ἴσον ἐστὶ τῷ ‘ὅπου ἂν ἡ δύναμις τοῦ τοιούτου περιττώματος εὑρίσκηται’
注解者将亚里士多德原文中的与格/副词性表达 δυνάμει(“潜在地”)意译并解释为名词短语 ἡ δύναμις(“效力/潜能”)。通过这一转述,他说明了即使残余物(黑胆汁)局限于肝脏等特定器官,其作用和影响也能波及头部等远端部位。
- 2.22Τὸ ὅτι ἀντὶ τοῦ ‘διὰ τί’ εἴληπται
关于引文中的连词 ὅτι(通常为“即/关于……事实”)被借用作间接疑问词 διὰ τί(“为何”)的构文注记。因此 ἀπορήσειεν ἄν... ὅτι 应被理解为“提出为何……的疑问”,而非“怀疑……这一事实”。
