- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:54.9-55.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了劳累如何熔化残余物产生热蒸发物从而引发睡眠的机制,并阐述了幼年时期身体上部的发育、睡眠与癫痫的相似性,以及下降的精气膨胀静脉并压迫气管的过程。
" Ἔτι δὲ ἐκ κόπων ἐνίων· ὁ μὲν γὰρ κόπος συντηκτικόν." Λέγει γίνεσθαι ὕπνον καὶ ἐκ κόπων· συντήκει γὰρ διὰ τῆς ὑπ’ αὐτοῦ γινομένης θερμότητος τὰ ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις ἐνόντα περιττώματα. ὥστε ἀνάγκη ἀναθυμιάσεις γίνεσθαι ἐχούσας μεθ’ ἑαυτῶν καὶ παχέα τινὰ σώματα· ὡς γὰρ ἡ ξηρὰ μετὰ τῆς ὑγρᾶς ἀναθυμιάσεως ἀεὶ μεμιγμέναι ἀνέρχονται,1 οὕτω καὶ ἐν τῷ σώματι ἡμῶν ἀεὶ ἡ παχεῖα μετὰ τῆς λεπτῆς ἀναθυμιάσεως. εἰπὼν δὲ ὅτι ὁ κόπος συντηκτικόν, λέγει καὶ τί ἐστι τὸ σύντηγμα, καί φησιν ὅτι τὸ σύντηγμά ἐστιν ὥσπερ τροφὴ ἄπεπτος, ἂν ᾖ θερμὸν καὶ μὴ ψυχρόν· ἂν γὰρ ᾖ ψυχρὸν τὸ ἀναχθέν, οὐκ ἔστι σύντηγμα. ἐπεὶ γὰρ ἀπὸ κόπου καὶ κινήσεως (τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἀπὸ θερμότητος) ἀνάγεται, ἀναγκαῖον καὶ αὐτὸ θερμὸν εἶναι. ἰστέον δὲ ὅτι οὔκ ἐστι τὸ τοιοῦτον σύντηγμα, οἷον ἔλεγεν ἐν τῷ Περὶ γενέσεως ζῴων· σύντηξιν γὰρ ἐκεῖ ἔλεγε. τὸ δὲ ἔτι δὲ ἡ πρώτη ἡλικία ἴσον ἐστὶ τῷ ‘ἔτι δὲ ἐν τῇ πρώτῃ ἡλικίᾳ γίνονται ὕπνοι’. τοῦ δὲ ἐν τῇ πρώτῃ ἡλικίᾳ φέρεσθαι τὴν τροφὴν ἄνω σημεῖον παρέθετο τὸ μείζονα εἶναι τότε τὰ ἄνω μέρη τοῦ σώματος τῶν κάτω, ὡς ἄνω φερομένης τῆς τροφῆς. ἐν οἷς γὰρ πλείων ἡ τροφή, μείζονα ταῦτα. ἐπεὶ δὲ ἡ ἐπίληψις ἀργία ἐστὶ πασῶν τῶν αἰσθήσεων (ἀργοῦσι δ’ αὗται καὶ ἐν τοῖς ὕπνοις), εἶπεν ὅτι ὅμοιον ὁ ὕπνος ἐπιλήψει. ὥστε οὐχ ἁπλῶς γίνονται ἐπιληπτικοί, εἰ καί ποτε συμβαίνει τοῦτο διὰ τὸ μάλιστα ἐν τοῖς ὕπνοις γίνεσθαι πολλὴν ἀναθυμίασιν, ἀλλὰ τρόπον τινά. ὡς γὰρ ὁ ὕπνος ὅμοιον ἐπιλήψει, οὕτω καὶ τὸ ἀκινητίζειν τὰ παιδία ὅμοιον ἐπιλήψει. καὶ ἐπεὶ πολλὴ γίνεται ἡ ἀπὸ τῆς τροφῆς ἀναθυμίασις ἐν τοῖς ὕπνοις διὰ τὸ καὶ τότε μάλιστα ἐνεργεῖν τὸ θρεπτικόν, ὀλίγη δὲ ἐν τῇ ἐγρηγόρσει, εὐλόγως ἁλίσκονται ἐπιληψίαις καθεύδοντες οἱ ἄνθρωποι μᾶλλον ἤπερ ἐγρηγορότες. πολὺ γάρ, ὡς εἴρηται, φερόμενον τὸ πνεῦμα ἄνω ἐν τοῖς ὕπνοις, καταβαῖνον πάλιν ὥσπερ εὔριπος ὀγκοῖ τὰς φλέβας· ἀνάγκη γὰρ τούτου μὲν κατιόντος, ἑτέρου δὲ ἀνιόντος, διὰ τὸ ἅμα γίνεσθαι τὴν μὲν ἀπάτμισιν κάτω, τὴν δὲ κατάπτυξιν καὶ σύστασιν ἄνω ἐξογκοῦσθαι τὰς φλέβας ὑπὸ τῆς διπλῆς ἀναθυμιάσεως, τῆς τε ἀνιούσης καὶ τῆς κατιούσης. φερόμενον οὖν ἄνω καὶ κατιὸν κάτω τὸ πνεῦμα ὀγκοῖ τὰς φλέβας, αἷς συνθλίβει καὶ συστέλλει καὶ στενοῖ τὸ ἐν αὐταῖς πνεῦμα τὴν τραχεῖαν ἀρτηρίαν·2 ταύτην γὰρ εἶπε πόρον, ᾗ ἡ ἀναπνοὴ γίνεται· διὰ ταύτης γὰρ ἀναπνέομεν. ταύτης δὲ στενωθείσης ἀνάγκη μὴ γίνεσθαι εἰσπνοήν, καὶ ταύτης μὴ γινομένης ἀναγκαῖον ἐπιλήψεις συμβαίνειν. καὶ ἐπεὶ τῶν παίδων τὰ ἄνω πλήρη ἐστὶ τροφῆς, ταὐτὸν δ’ εἰπεῖν πνεύματος ἐκ τροφῆς ἀναχθείσης, πνευματώδης δὲ καὶ ὁ οἶνος, οὐ συμφέρει αὐτοῖς ὁ οἶνος. καὶ γὰρ ὥσπερ τοῖς σφόδρα μεθύουσιν ὑγρότης ἀναφέρεται πολλή, οὕτω καὶ τοῖς παιδίοις.
“此外还来自某些劳累;因为劳累是能消解的。” 他说睡眠也来自劳累;因为通过劳累所产生的热,它消解并熔化了存在于胃和肠道中的残余物。因此必然产生自身伴随着某些稠密物体的蒸发物;因为正如干燥的蒸发物总是与湿润的蒸发物混合着上升,在我们的身体中,稠密的蒸发物也总是与稀薄的蒸发物一同上升。在说了劳累是能消解的之后,他也说明了消解产物是什么,并且说如果消解产物是热的而不是冷的,它就像未消化的食物;因为如果被带上去的东西是冷的,它就不是消解产物。既然它是从劳累和运动(这等同于从热)中被带上去的,它自身也必然是热的。但必须知道,这样的消解产物并非他在《动物生成论》中所说的那种;因为他在那里说的是损耗。而“此外最初的年龄”这句话,等同于‘此外在最初的年龄也会发生睡眠’。作为在最初的年龄食物向上运移的证据,他提出了当时身体的上部大于下部这一事实,理由是食物向上运移;因为食物更多的地方,这些部分就更大。而既然癫痫是所有感知的停滞(这些感知在睡眠中也是停滞的),他说睡眠类似于癫痫。因此,即使由于主要在睡眠中产生大量蒸发物而有时会发生这种情况,他们也不是直接变成了癫痫患者,而是以某种方式如此;因为正如睡眠类似于癫痫,婴儿的不活动也类似于癫痫。而且既然在睡眠中来自食物的蒸发物大量产生,因为那时营养能力也最为活跃,而在清醒时却很少,因而人们在睡着时比清醒时更容易遭受癫痫发作是合乎情理的。因为正如所说,在睡眠中向上运移的充沛精气,像欧里普斯海峡一样再次下降,使静脉膨胀;因为当一股下降而另一股上升时,由于下方的汽化与上方的塌陷凝聚同时发生,静脉必然被上升和下降的双重蒸发物所胀大。于是,向上运移又向下落下的精气使静脉膨胀,借助这些静脉,其中的精气压迫、收缩并使气管变窄;因为他将气管称为发生呼吸的通道;我们正是通过它来呼吸的。而当它被狭窄化时,吸气就必然无法进行,当吸气无法进行时,癫痫的发作就必然发生。并且既然婴儿的上部充满了食物(这等同于说充满了来自被带上去的食物的精气),而酒也富含精气,因此酒对他们并不适宜。因为正如在烂醉的人身上有大量湿气上升一样,在婴儿身上也是如此。
- 2.19ὡς γὰρ ἡ ξηρὰ μετὰ τῆς ὑγρᾶς ἀναθυμιάσεως ἀεὶ μεμιγμέναι ἀνέρχονται
虽然语法主语是单数(ἡ ξηρὰ [ἀναθυμίασις]),但由于介词短语 μετὰ τῆς ὑγρᾶς ἀναθυμιάσεως 构成了逻辑上的复数主体,因而在意义上与阴性复数分词 μεμιγμέναι 以及第三人称复数动词 ἀνέρχονται 构成依照涵义的一致(constructio ad sensum)。
- 2.19αἷς συνθλίβει καὶ συστέλλει καὶ στενοῖ τὸ ἐν αὐταῖς πνεῦμα τὴν τραχεῖαν ἀρτηρίαν
关系代词与格 αἷς 指向前文的 τὰς φλέβας,作工具与格。从句的主语是 τὸ ἐν αὐταῖς πνεῦμα,而动词 συνθλίβει、συστέλλει、στενοῖ 的直接宾语是 τὴν τραχεῖαν ἀρτηρίαν(即“借助这些[静脉],其中的精气压迫、收缩并使气管变窄”)。
