← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§53.1-54.8

昏厥与睡眠的区别及蒸发物冷却致眠

米海尔解释了亚里士多德关于剧烈昏厥与睡眠之间区别的难题(依据苏醒后是否记得昏厥中的表象或梦境),随后阐明了食物蒸发物在头部受冷凝聚并流回心脏以冷却心脏之热、从而导致睡眠和头沉的生理机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18

" Ἤδη γεγένηταί τισι καὶ φαντασία λειποψυχήσασιν ἰσχυρῶς." Ὅτι μὲν οὖν φαντάσματά τινα ὁρῶσι, καὶ οὐ μόνον ὁρῶσιν ἀλλὰ καὶ λέγουσιν οἱ λειποψυχήσαντες ἰσχυρῶς (λέγουσι δὲ ταῦτα οὐκ εἰδότες· οὐ γὰρ οἴδασιν ἢ ὅλως αἰσθάνονται τί ὁρῶσιν ἢ λέγουσιν), δῆλον ἐκ τῆς ἐπαγωγῆς· ὁρῶμεν γὰρ τοῦτο πολλοὺς πάσχοντας. ὅτι δὲ οὐκ ἔστιν ὁ ὕπνος ἐπιληψία, εἴρηται πολλάκις. εἰσὶ δὲ τὰ λεγόμενα λύσις ἀπορίας τινός· εἰπὼν γὰρ ὅτι ἤδη γεγένηταί τισι καὶ φαντασία λειποψυχήσασιν ἰσχυρῶς, ὥσπερ ἀναμνησθεὶς ἐπήγαγε· τοῦτο μὲν οὖν ἔχει ἀπορίαν. ἠπόρησε γὰρ ἄν τις, ὅτι,1 εἴπερ γίνονται φαντάσματα καὶ ἐν ταῖς λειποψυχίαις καὶ ἐν τοῖς ὕπνοις, ἀκόλουθόν ἐστι λέγειν τὴν λειποψυχίαν ὕπνον. εἰ δὲ τοῦτο, ἔστιν ἄρα ὁ ὕπνος ἡ τυχοῦσα τῶν αἰσθήσεων ἀδυναμία. λύει οὖν αὐτὴν λέγων· εἰ γὰρ ἐνδέχεται καταδαρθεῖν τὸν λειποψυχήσαντα καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ λεγόμενον· εἰ γὰρ ὑπνώττει ὁ λειποψυχῶν καὶ ὅλως ὕπνος ἐστὶν ἡ λειποψυχία, ἔσται καὶ τὸ φάντασμα τοῦ λειποψυχήσαντος ἐνύπνιον. ἀλλὰ τῶν μὲν ἐνυπνίων, εἰ καὶ μὴ πάντων, ἀλλὰ τῶν πλείστων ἐγερθέντες μνημονεύομεν, οὐδενὸς δὲ τῶν ἐν ταῖς λειποψυχίαις φαντασμάτων μετὰ τὴν ἀπαλλαγὴν μνημονεύουσι· πολλὰ γὰρ ἐν τῷ πάθει λέγοντες οὐδενὸς ἐγερθέντες μνημονεύουσιν. οὐκ ἄρα τὰ φαντάσματα ἐνύπνια. ὥστε οὐδ’ ἡ ἐπίληψις ὕπνος. τὸ δὲ περὶ ὧν τὸν αὐτὸν λόγον ὑποληπτέον εἶναι πάντων ἴσον ἐστὶ τῷ ‘τὰ αὐτὰ δεῖ λέγειν περὶ πνιγμοῦ καὶ ἐκνοίας καὶ τῶν ὁμοίων’. ταῦτα μὲν οὖν οὕτω λέγεται· ὀλίγα δέ τινα ἀναμνησθέντες, σαφῆ ἡμῖν ἔσται τὰ ἐφεξῆς λεγόμενα. ἀναμιμνῃσκόμεθα οὖν, ὅτι πᾶν θερμὸν ἄνω φέρεται. ὥστε καὶ ἡ ἀπὸ τῆς τροφῆς ἀναθυμίασις μέχρι τῆς κεφαλῆς ἄνεισι, συνάγουσα ἑαυτῇ καὶ περισσώματα τινα. ἐκεῖσε δὲ γενομένη, διὰ τὴν τοῦ ἐγκεφάλου ψυχρότητα συστᾶσα πάλιν καταφέρεται ὥσπερ εὔριπος ἐπὶ τὴν καρδίαν καὶ καταψύχει τὸ ἐν αὐτῇ θερμόν. οὗ ψυχθέντος καθεύδει τὸ ζῷον, ἕως ἂν πεφθῇ καὶ κρατηθῇ ὑπὸ τοῦ θερμοῦ. δι’ ὃ γίνονται μὲν ὕπνοι καὶ πρὸ τῆς τροφῆς, ἀλλὰ μάλιστα μετὰ τὴν τροφήν. τότε γὰρ ἀθρόον καὶ πολὺ τὸ ὑγρὸν καὶ σωματῶδες. ὅπερ ὑγρὸν καὶ σωματῶδες ἕως μὲν ἂν ἵστηται ἐν τῇ κεφαλῇ, βαρεῖ αὐτήν (δι’ ὃ καὶ κινοῦμεν αὐτὴν τῇδε κἀκεῖσε νυστάζοντες· ἅμα γὰρ τῇ τῶν ὑγρῶν συστάσει εὐθὺς καὶ νυσταγμὸς καὶ κεφαλῆς κίνησις)· ἡνίκα δὲ ῥέψει ἀντιστρέψαν τὸ θερμὸν τὸ ἀγαγὸν τὰ ὑγρὰ καὶ σωματώδη,2 σὺν αὐτῷ ῥέουσι κάτω καὶ ταῦτα καὶ γίνεται ὕπνος. ὅτι δὲ τὰ σωματώδη καὶ ὑγρὰ βαρύνουσι τὴν κεφαλὴν καὶ ὅλως καρηβαρίας ποιοῦσι, μαρτύρεται καὶ ἀπὸ τῶν ὑπνωτικῶν. ταῦτα γὰρ ἐπιδήλως ἀναγωγά εἰσιν ἐπὶ τὴν κεφαλὴν ὑγρῶν τινῶν καὶ σωματωδῶν. εἰσὶ δὲ τῶν ὑπνωτικῶν ποτὰ μὲν οἶνος, βρωτὰ δὲ αἶραι, μήκων. ἐπεὶ οὖν ταῦτα φαγόντες καρηβαροῦμεν διὰ τὰ ἀπ’ αὐτῶν ὑγρὰ καὶ σωματώδη, δηλονότι καὶ ὅταν νυστάζωμεν, δι’ ἀναγωγὴν ὑγρῶν καὶ σωματωδῶν καρηβαροῦμεν.

“在剧烈昏厥的人中,有些甚至已经产生过表象。” 剧烈昏厥的人看到某些表象,不仅看到而且还说出话来(他们说出这些话却并不自知;因为他们根本不知道也不感知自己看到了什么或说了什么),这一点从归纳中是显而易见的;因为我们看到许多人经历这种情形。然而睡眠不是癫痫,这一点已经多次说过。所说的话是对某个难题的解答;因为在说了“在剧烈昏厥的人中,有些甚至已经产生过表象”之后,他仿佛想起来似地补充道:“这便产生了一个难题。”因为有人可能会提出难题说:如果在昏厥和睡眠中都会产生表象,那么顺理成章地可以说昏厥就是睡眠。如果是这样,睡眠便是感知随随便便的无能状态。因此他通过说“因为如果昏厥者有可能入睡”等等来解决这个难题。其意思乃是:如果昏厥者处于睡眠状态,昏厥全然就是睡眠,那么昏厥者的表象也将是梦境。然而对于梦境,即使不是全部,大多数我们在醒来时也能够记得;但对于昏厥中的表象,他们在脱离该状态后却一个也记不得;因为他们在这种感受中虽然说了许多话,醒来时却什么也记不得。因此这些表象并不是梦境;因而癫痫也不是睡眠。而“对于所有这些必须假定存在着相同的说明”这句话,等同于‘对于窒息、精神失常及类似情形,也应当说同样的话’。这些事情便是这样论述的;但只要我们回想起几点,接下来所说的内容对我们而言就清楚了。我们因此回想起来,凡是热的东西都向上运移。因此食物所产生的蒸发物也一直上升到头部,同时在自身周围聚集起某些残余物。当它到达那里时,由于大脑的寒冷而凝聚,又像欧里普斯海峡一样向下冲向心脏,并冷却心脏中的热。当这热被冷却时,动物便入睡,直到它被热所消化并克服。因此睡眠在进食前也会产生,但主要发生在进食之后;因为那时湿润而有形质的东西是大量而密集的。这湿润而有形质的东西只要停留在头部,就会使头部沉重(这也是为什么我们在打瞌睡时会把头晃来晃去;因为随着湿润之物的凝聚,立即产生打瞌睡和头部的晃动)。但是,当把湿润和有形质之物带上去的热发生反转而倾向下时,这些东西也随之一同向下流动,睡眠便产生了。而有形质和湿润之物使头部沉重并造成一般的头昏脑胀,这一点也可以从催眠物得到证明;因为这些东西显然能将某些湿润和有形质之物向上带到头部。催眠物中,饮品有酒,食品则有毒麦和罂粟。因此,既然吃了这些东西之后由于来自它们的湿润和有形质之物而感到头昏脑胀,显然当我们在打瞌睡时,也是由于湿润和有形质之物的上升而感到头昏脑胀的。

语法注2 条
  1. 2.18ἠπόρησε γὰρ ἄν τις, ὅτι

    ἄν 与不定过去时直陈式(ἠπόρησε ἄν)构成过去潜在表达(“有人可能会提出难题”),后面的 ὅτι 引导说明该难题具体内容的名词性从句。

  2. 2.18ἡνίκα δὲ ῥέψει ἀντιστρέψαν τὸ θερμὸν τὸ ἀγαγὸν τὰ ὑγρὰ καὶ σωματώδη

    在由 ἡνίκα 引导的时间状语从句中,主语是后置的名词短语 τὸ θερμὸν τὸ ἀγαγὸν τὰ ὑγρὰ καὶ σωματώδη(“把湿润和有形质之物带上去的热”),分词 ἀντιστρέψαν 作状语修饰主语表示“反转之后”。动词 ῥέψει 置于主语之前,构成倒置结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:53.1-54.8