← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§51.16-52.29

精气生成力量与食物的消化过程

注疏亚里士多德《论睡眠与清醒》456a15,解释了通过保持精气产生力量的过程以及在呼吸与不呼吸动物中的不同机制,并说明了飞行时鸣响的原因。此外,还区分了胚胎与出生后动物在感知和营养摄取上的差异,阐明了食物经由肠胃、肝脏和心脏转化为血液的过程及静脉的职能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.17

" Ἐπεὶ δὲ κινεῖν μὲν ἢ ποιεῖν τι ἄνευ ἰσχύος ἀδύνατον, ἰσχὺν δὲ ποιεῖ ἡ τοῦ πνεύματος κάθεξις." Εἴρηται ἐπὶ πλέον ἐν τῷ Περὶ ζῴων γενέσεως, πῶς ἡ τοῦ πνεύματος ἐποχὴ ἰσχὺν ποιεῖ. ὑποστικτέον δέ, μᾶλλον δ’ ἀποδοτέον εἰς τὸ κάθεξις,1 εἶτα ἐπακτέον τὸ τοῖς μὲν εἰσφερομένοις ἡ θύραθεν· ἔστι δὲ τὸ εἰσφερομένοις ταὐτὸν τῷ τοῖς μὲν ἀναπνέουσιν. εἰσὶ δὲ τὰ λεγόμενα ὥσπερ σαφηνιστικὰ τοῦ ὑπὸ ποίου πνεύματος ἔνεστιν ἡ ἰσχὺς τοῖς ζῴοις. ἐπειδὴ οὖν, φησίν, ἰσχὺν ποιεῖ ἡ τοῦ πνεύματος κάθεξις καὶ ἐποχή, τοῖς μὲν ἀναπνέουσι ποιεῖ καὶ παρέχεται τὴν ἰσχὺν ἡ ἀπὸ τοῦ θύραθεν εἰσιόντος πνεύματος κάθεξις, τοῖς δὲ μὴ ἀναπνέουσιν ἡ σύμφυτος. δι’ ὃ καὶ προσπῖπτον τὸ σύμφυτον πνεῦμα ἐν ταῖς πτήσεσι διὰ τὸ κινουμένου αὐτοῦ κινεῖσθαι τὰ ζῷα, προσπῖπτον οὖν τῷ ὑποζώματι καὶ προστριβόμενον αὐτῷ βομβεῖ·2 οὐ γὰρ ὁ ἔξω ἀὴρ ὁ ψοφῶν ἐστίν, ἀλλὰ τὸ σύμφυτον πνεῦμα. γίνεται δὲ καὶ διὰ τοῦ ἔξω ἐν τοῖς ἐντόμοις τοῖς ἔχουσι σχίσμα ὑπὸ τὸ ὑπόζωμα, ὡς ἐν τῷ Περὶ ἀναπνοῆς ἐρεῖ. ἐπειδὴ γάρ, ὡς ἐν τῷ Περὶ ζῴων κινήσεως δέδεικται, τούτου τοῦ πνεύματος κινουμένου κινεῖται τὰ ζῷα, ἀνάγκη ἐν τῷ κινεῖσθαι αὐτό τε καὶ σὺν αὐτῷ τὸ πνεῦμα προστρίβεσθαι τῷ ὑποζώματι καὶ ποιεῖν ψόφον ἢ βόμβον. ἐν δὲ τῷ αἰσθήσεως γενομένης ἢ οἰκείας ἢ ἀλλοτρίας τὸ μὲν οἰκείας εἴρηται διὰ τὴν οἴκοθεν ὁρμήν (κινούμεθα γὰρ καὶ ἀπό τινων ἐν ἡμῖν φαντασιῶν γινομένων), τὸ δὲ ἀλλοτρίας διὰ τὴν ἀπὸ τῶν αἰσθητῶν. διάδηλα δὲ τὰ ἐφεξῆς λεγόμενα. ἐν δὲ τῇ λέξει τῇ ἐπεὶ δὲ ἀναγκαῖον τῷ ζῴῳ, ὅταν αἴσθησιν ἔχῃ, τότε πρῶτον τροφὴν λαμβάνειν τὸ πρῶτον πάνυ ἀκριβῶς ἐπῆκται· τρέφεται γὰρ καὶ ἔμβρυον ὄν, ἀλλ’ οὐχ ᾗ ζῷον, ἀλλ’ ᾗ φυτόν· ἐπειδὰν δ’ αἴσθησιν λάβῃ, τότε πρῶτον τρέφεται ᾗ ζῷον. ἐγγίνεται δὲ αὐτῷ ἡ αἰσθητικὴ ψυχὴ ὕστερον ἀποτεχθέντι. αἱ γὰρ συστολαί τε καὶ ἐκτάσεις μερῶν τινων, ἃς ποιεῖται κατὰ γαστρὸς ὄν, οὐ γίνονται κατ’ οἰκείαν αἴσθησιν αὐτῷ, ἀλλ’ ὡς ἐμψύχου μέρος κατὰ ταῦτα κινεῖται. ἰστέον δὲ ὅτι ἡ θύραθεν τροφὴ εἰσιοῦσα εἰς τὴν κοιλίαν καὶ τὰ ἔντερα (ταῦτα γὰρ εἶπε δεκτικοὺς τόπους τῆς τροφῆς) γίνεται ἀναθυμίασις εἰς τὰς ἐν τῷ ἥπατι φλέβας, ἐρριζωμένας οὔσας διὰ τῶν μεσεντέρων, ὡς ἐν τῇ Περὶ ζῴων μορίων καὶ Περὶ ζῴων ἱστορίας εἴρηται, εἰς τὴν κοιλίαν καὶ τὰ ἔντερα.3 ἐκεῖσε δὲ ἐν τῷ ἥπατι τρόπον τινὰ ἐξαιματουμένη ἡ ἀναθυμίασις διαπέμπεται εἰς τὴν καρδίαν ὑπὸ τῶν φλεβῶν τῶν ἀπὸ τῆς καρδίας εἰς τὸ ἧπαρ διαγινομένων, καὶ ἐν αὐτῇ τῇ καρδίᾳ κατεργάζεται καὶ πέττεται καὶ κυρίως αἷμα γίνεται· τὸ γὰρ ἐν τῷ ἥπατι, ὡς εἴρηται, ἀκατέργαστον ἔτι καὶ οὐδὲ κυρίως αἷμα, κἂν Γαληνῷ τῷ ἰατρῷ τοῦτο μὴ ἀρέσκῃ. ἔχουσαι οὖν αἱ φλέβες, ὡς ἐν ἄλλοις εἴρηται, ἐκ τῆς καρδίας τὴν ἀρχήν, αἱ μὲν τῶν φλεβῶν διακονοῦνται τῇ καρδίᾳ (κομίζουσι γὰρ ὥσπερ τινὲς διάκονοι πρὸς αὐτὴν ἀπὸ τῶν περὶ τὸ ἧπαρ τόπων τὸ ἀκατέργαστον αἷμα καὶ ἄπεπτον, ἥτις ὑπὸ τούτων δεχομένη πέσσει καὶ κατεργάζεται), αἱ δὲ διακονοῦσι πρὸς τὴν τοὔμπαλιν μετὰ τὴν κατεργασίαν τε καὶ πέψιν ἐπὶ πᾶν τὸ σῶμα παραπομπήν. δεκτικοὺς μὲν οὖν τόπους εἴρηκε τὴν κοιλίαν καὶ τὰ ἔντερα, ἀρχὴν δὲ τὴν καρδίαν. ὅτι δὲ ὁ ὕπνος οὐκ ἔστιν ἡ τυχοῦσα τῶν αἰσθήσεων ἀδυναμία, ἀλλ’ ὅταν περὶ τὴν ἁφὴν τὸ τοιοῦτον πάθος γένηται, καὶ πρότερον εἴρηται καὶ νῦν πάλιν ἀναμιμνῄσκει.

“既然没有力量就不可能运动或做任何事,而对精气的保持产生力量。” 关于对精气的憋阻如何产生力量,在《论动物生成》中已经作了更详细的论述。应当在“保持”处加句读,或者不如说在此处收结从句,然后接着读“对于摄入[精气]的动物而言是来自外部的[精气]”;而“对于摄入[精气]的动物而言”等同于“对于呼吸的动物而言”。所说的话仿佛在阐明,力量是通过何种精气而存在于动物之中的。他说,既然因此对精气的保持和憋阻产生了力量,那么在呼吸的动物中,是由从外部进入的精气之保持产生并提供力量的,而在不呼吸的动物中则是由天生的精气提供。因此天生的精气在飞行时冲撞着——因为由于精气的运动动物得以运动——因而冲撞并摩擦横膈膜而发出嗡嗡声;因为发声的并不是外部空气,而是天生的精气。但正如他将在《论呼吸》中所说,在横膈膜下方有裂隙的昆虫中,发声也是通过外部空气产生的。因为正如在《论动物运动》中所表明的,由于这种精气的运动动物被运动,必然在动物自身运动且精气随之运动的过程中,摩擦横膈膜并产生响声或嗡嗡声。在“当产生固有的或外来的感知时”这一文句中,说“固有的”是由于发自内部的冲动(因为我们也受产生于我们内部的某种表象所运动),而说“外来的”则是由于来自可感觉对象[的冲动]。接下来所说的内容是极其清楚的。而在“既然对于动物而言,当它具有感知时,那时才首次摄取食物是必然的”这一表述中,“首次”是极其精确地补加上去的;因为当它还是胚胎时也摄取营养,但并非作为动物,而是作为植物;而当它获得感知时,那时才首次作为动物摄取营养。感知的灵魂是在动物出生之后才在它内部生成的。因为当动物还在母腹中时所进行的某些部分的收缩与舒张,并不是依照属于它固有的感知而产生的,而是作为有灵魂者的一部分按照这些来运动的。必须了解的是,从外部进入腹部和肠道的食物(因为他将这些称为食物的接纳场所),化为蒸发物进入肝脏中的静脉,这些静脉正如在《论动物部分》和《动物志》中所说的那样,穿过肠系膜扎根于腹部和肠道。蒸发物在肝脏中以某种方式转化为血液后,由从心脏通向肝脏的静脉输送到心脏,并在心脏本身中被加工和消化,成为真正意义上的血液;因为正如所说的那样,肝脏中的血液仍然是未加工的,甚至算不上真正意义上的血液,即使医师盖伦对此并不赞同。因此,正如在其他地方所说的那样,静脉起源于心脏,静脉中的一部分为心脏服务(因为它们就像仆役一样,从肝脏周围的部位向心脏运送未加工和未消化的血液,心脏从它们那里接纳血液并进行消化和加工),而另一部分静脉则服务于在加工和消化之后向全身反向输送。因此,他把腹部和肠道称为接纳场所,而把心脏称为始原。至于睡眠不是感知随随便便的无能状态,而是当这种感受发生在触觉周围时的状态,这一点先前已经说过,现在又再次予以提醒。

语法注3 条
  1. 2.17ὑποστικτέον δέ, μᾶλλον δ’ ἀποδοτέον εἰς τὸ κάθεξις

    动词性形容词 ὑποστικτέον 与 ἀποδοτέον 构成非人称结构(相当于 δεῖ 加不定词)。此处 ἀποδοτέον 用作语法评注术语,表示应当在“κάθεξις”(保持)处结束句子或主从结构,将随后的短语作为补充或独立的小句来理解。

  2. 2.17δι’ ὃ καὶ προσπῖπτον τὸ σύμφυτον πνεῦμα ἐν ταῖς πτήσεσι διὰ τὸ κινουμένου αὐτοῦ κινεῖσθαι τὰ ζῷα, προσπῖπτον οὖν τῷ ὑποζώματι καὶ προστριβόμενον αὐτῷ βομβεῖ

    分词 προσπῖπτον 开启句子后,由于插入了表原因的介词短语(διὰ τὸ ... κινεῖσθαι)及其内部的属格独立结构(κινουμένου αὐτοῦ),造成句式中断。随后通过带有 οὖν 的分词复述(προσπῖπτον οὖν ... καὶ προστριβόμενον)恢复语势,最终连接至主要动词 βομβεῖ。

  3. 2.17ἐρριζωμένας οὔσας διὰ τῶν μεσεντέρων, ὡς ἐν τῇ Περὶ ζῴων μορίων καὶ Περὶ ζῴων ἱστορίας εἴρηται, εἰς τὴν κοιλίαν καὶ τὰ ἔντερα

    分词短语 ἐρριζωμένας οὔσας 为阴性宾格复数,修饰前面的 φλέβας。介词短语 εἰς τὴν κοιλίαν καὶ τὰ ἔντερα 越过插入句(ὡς ... εἴρηται)构成倒装隔置(hyperbaton),直接修饰 ἐρριζωμένας,表示“穿过肠系膜扎根于腹部和肠道”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:51.16-52.29