← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§50.6-51.15

睡眠的质料必然性与作为始点的心脏

米海尔注疏亚里士多德本文(455b25–456a6),解释了睡眠作为质料性的“基于假定的必然性”(随摄食而来的蒸发物及其从头部回流)而产生的机制。他进而论证了感知、运动以及精气的始点都位于心脏(在无血动物中为其对应器官)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15

" Ἔτι δὲ ἀναγκαῖον πᾶσιν ὑπάρχειν τὸν ὕπνον. λέγω δὲ ἐξ ὑποθέσεως τὴν ἀνάγκην." Εἰωθός ἐστιν αὐτῷ καὶ καταπεπατημένον τὸ λέγειν τὴν ὕλην ἐξ ὑποθέσεως ἀνάγκην. ὑποτεθέντος γὰρ τοῦ εἶναι ζῷον ἕπεται ἐξ ἀνάγκης τὸ τρέφεσθαι· τρεφομένου δὲ ἀνάγκη ἀναθυμίασιν γίνεσθαι περὶ τὸν ἐγκέφαλον· τούτων γάρ ἐστι δηλωτικὸν τὸ ἐξ ἀνάγκης ὑπάρχειν τινὰ αὐτῷ δεῖ. ἀναθυμιάσεως δὲ γενομένης ἀνάγκη, ὡς μετ’ ὀλίγον ἐρεῖ, ὕπνον γίνεσθαι, εἴπερ γίνεται ὁ ὕπνος ἐξ ἀναθυμιάσεως τροφῆς ἀντιπερισταμένης τῆς ἀναγούσης αὐτὴν εἰς τὴν κεφαλῆς θερμότητα καὶ πάλιν ἐπὶ τὸ στῆθος καταγομένης.1 σαφῆ δὲ τὰ ἑξῆς. τὸ δὲ ὥστε ἐκ τούτων πάντων θεωρητέον ἴσον ἐστὶ τῷ ‘ὥστε ἐκ τῶν προσεχῶς ῥηθέντων δεῖ θεωρεῖν καὶ τὴν αἰτίαν τοῦ ὕπνου ἀποδιδόναι’. τὸ δὲ αὐτὸ δ’ ἐστὶ τριῶν διωρισμένων τόπων ὁ μέσος κεφαλῆς καὶ τῆς κάτω κοιλίας ταὐτόν ἐστι τῷ ‘τὸ δὲ μέρος, ἀφ’ οὗπερ ἡ τῆς αἰσθήσεως ἀρχὴ γίνεται, ὁ τόπος ἐστὶ ὁ μεταξὺ κοιλίας καὶ κεφαλῆς’. καὶ τίς ἐστιν οὗτος ὁ τόπος ἐπήγαγε· τοῖς μὲν οὖν ἐναίμοις τοῦτ’ ἐστὶ τὸ περὶ τὴν καρδίαν μέρος, τουτέστι τὸ δὲ μέρος, ὅθεν ἡ ἀρχὴ τῆς αἰσθήσεως καὶ δηλονότι καὶ τῆς κινήσεως, ἡ καρδία ἐστίν. εἴρηται γὰρ καὶ δέδεικται ἐν τῷ Περὶ ζωῆς καὶ θανάτου, ὅτι ἐν τῇ καρδίᾳ ἡ ἀρχὴ τοῦ ζῴου, ἤτοι τὸ θρεπτικὸν καὶ αὐξητικὸν καὶ αἰσθητικόν· ἓν γὰρ ταῦτα πάντα τῷ ὑποκειμένῳ, καὶ ἔτι τὸ λογικόν, κἂν τῷ λόγῳ διάφορα.

“此外,睡眠必然属于一切存在者。但我说的是基于假定的必然性。” 对他而言,把质料称为“基于假定的必然性”是习以为常且司空见惯的。因为在假定它是动物的前提下,必然随之产生营养的摄取;而在摄取营养时,大脑周围必然产生蒸发物;因为“它必然具备某种东西”指明的就是这些事情。而在产生蒸发物之后,正如他稍后将要说的那样,睡眠必然产生——如果睡眠确实产生于食物的蒸发物,即当把蒸发物引向头部热量的那种[热量]被阻退并再次降回胸部时。接下来的文句是明晰的。而“因此从所有这些出发必须进行考察”等同于“因此必须从刚才所说的出发进行考察,并给出睡眠的原因”。而“它本身是所划分的三个部位中处于头部与下腹部之间的中间部位”等同于“感知始点由此产生的部位,正是介于腹部与头部之间的位置”。至于这个位置是什么,他接着写道:在有血动物中,这就是心脏周围的部位;也就是说,感知的始点、显然也是运动的始点由此产生的部位,就是心脏。因为在《论生命与死亡》中已经说过并证明过,动物的始点,即营养能力、生长能力和感知能力,都在心脏之中;因为所有这些在底层载体上是同一的,理智能力也是如此,即便它们在定义上是不同的。

§2.16

"Τῆς μὲν οὖν κινήσεως φανερὸν ὅτι καὶ ἡ τοῦ πνεύματος ἀρχή." Ἐπειδὴ γὰρ τοῦ ἐν τῇ καρδίᾳ πνεύματος ὑπὸ ἡδονῶν καὶ λυπῶν συστελλομένου καὶ ἀπὸ τούτου δυνάμεως ἢ δυνάμεων διαδιδομένων εἰς τὰ νεῦρα, ἀφ’ ὧν νεύρων κινεῖται τὰ ζῷα, ἐπειδὴ οὖν τούτου τοῦ πνεύματος συστελλομένου καὶ ἐκτεινομένου, ὡς δείξει ἐν τῷ Περὶ ζῴων κινήσεως, κινεῖται τὰ ζῷα, τὸ δὲ τοιοῦτον πνεῦμα ἀπὸ τῆς καρδίας βλυστάνει καὶ ἐν τῇ καρδίᾳ ἐστί, φανερὸν ὅτι2 τῆς κινήσεως αἴτιον ἡ καρδία ἐστίν. οὐδὲν γὰρ διαφέρει τὴν καρδίαν λέγειν ἢ τὸ πνεῦμα, ὥσπερ οὐδ’ εἰ τὸ πνεῦμα ἢ τὴν καρδίαν. εἰπὼν δὲ ὅτι καὶ τῆς αἰσθήσεως προσέθηκε τῆς κυρίας, διὰ τὸ λέγεσθαι αἰσθήσεις καὶ τὰ ἐνύπνια, ὡς πολλάκις εἴρηται. ὅτι δὲ καὶ ἡ τῆς καταψύξεως ἀρχὴ ἀπὸ τῆς καρδίας, εἴρηται πολλάκις, εἴπερ ὑπ’ αὐτῆς εὐρύνεται καὶ συστέλλεται ὁ πνεύμων. τὸ γὰρ ἐν αὐτῇ πνεῦμα ἐκτεινόμενον καὶ συστελλόμενον συνεκτείνει διὰ τῶν ἀπ’ αὐτῆς νεύρων καὶ συστέλλει τὸν πνεύμονα. τὸ δὲ ῥηθήσεται δὲ περὶ αὐτῆς ὕστερον καθ’ αὑτὴν περὶ τῆς ἀναπνοῆς εἴρηται. λέγει δὲ περὶ ἀναπνοῆς ἐν τῷ Περὶ ζωῆς καὶ θανάτου. καὶ τοῖς μὲν ἐναίμοις ἡ τοῦ πνεύματος ἀρχὴ ἐκ τῆς καρδίας ἐστί, τοῖς δ’ ἀναίμοις ἐκ τοῦ ἀνάλογον. ἐν τούτοις γὰρ ἐν τῷ ἀνάλογον φαίνεται τὸ πνεῦμα ἀναφυσώμενον καὶ συνιζάνον· ὁρῶμεν γὰρ φανερῶς ἐν τοῖς ἐντόμοις τὸ μέρος τὸ ἐγγίζον τῇ ἐντομῇ εὐρυνόμενον καὶ συστελλόμενον.

“因此关于运动,显然呼吸气(精气)的始点也是[其始点]。” 因为既然当心脏中的精气因快乐和痛苦而收缩,并由此把一种力量或诸力量传导至神经(动物正是由这些神经而被运动的)——既然因此当这种精气收缩和舒张时,正如他将在《论动物运动》中所表明的那样,动物被运动,而这样的精气发源自心脏且存在于心脏之中,显然心脏就是运动的原因。因为说心脏还是说精气毫无差别,正如说精气还是说心脏毫无差别一样。在说了“也属于感知”之后,他补充了“主要的”,这是因为,正如屡次谈到的那样,梦也被称为感知。而冷却的始点同样源于心脏,这也是屡次谈到的,如果肺确实是由它来舒张和收缩的话。因为心脏中的精气舒张和收缩时,通过由心脏延伸出的神经一同舒张并收缩肺部。而“但关于它本身稍后将会论及”这句话是关于呼吸而说的。他在《论生命与死亡》中论述了呼吸。在有血动物中精气的始点出自心脏,而在无血动物中则出自对应器官。因为在这些动物中,精气被看到在对应器官中膨胀并塌陷;因为我们清楚地看到,昆虫紧邻身体凹陷处的部位在舒张和收缩。

语法注2 条
  1. 2.15ἀντιπερισταμένης τῆς ἀναγούσης αὐτὴν εἰς τὴν κεφαλῆς θερμότητα καὶ πάλιν ἐπὶ τὸ στῆθος καταγομένης

    在这一属格绝对结构中,分词 ἀντιπερισταμένης 和 καταγομένης 的逻辑主语是紧随其后的带冠词分词短语 τῆς ἀναγούσης αὐτήν(“引导它[蒸发物]上升者”,即热)。原文的 εἰς τὴν κεφαλῆς θερμότητα 带有写本异读痕迹,但语境上指“向头部的热”,表述的是原本引升蒸发物的热量因反拨作用(antiperistasis)被阻退并重新降回胸部的生理过程。

  2. 2.16Ἐπειδὴ γὰρ τοῦ ἐν τῇ καρδίᾳ πνεύματος ... ἐπειδὴ οὖν ... φανερὸν ὅτι

    这是一个具有复述再开结构(epanalepsis)的长句。起首的原因从句 Ἐπειδὴ γὰρ ... 因插入属格绝对分词和关系从句而被大幅拉长,随后通过 ἐπειδὴ οὖν 重新引出原因,并在经过 κινεῖται τὰ ζῷα, τὸ δὲ τοιοῦτον πνεῦμα ... 之后,最终归结到主句 φανερὸν ὅτι τῆς κινήσεως αἴτιον ἡ καρδία ἐστίν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:50.6-51.15