← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§48.27-50.5

第一感觉器官的不动化与睡眠的目的因

米海尔阐明睡眠并非如昏厥、狂乱或血管压迫那样仅仅是一切感觉的停止活动,而是第一感觉器官中的不动化(455a31),随后解释了睡眠的目的因与动力因,并重构了证明清醒是目的的第一格三段论(455b14)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13

" Τοὐναντίον γὰρ εὐλογώτερον συμβαίνει αὐταῖς τοῦ μὴ ἅμα ἠρεμεῖν.1" Τὸ λεγόμενόν ἐστι· μᾶλλον γάρ ἐστιν εὔλογον ἅμα πάσαις ἐνεργεῖν ἤπερ ἅμα πάσαις ἀκινητίζειν. εἰ δὲ ἅμα ἐνεργεῖν οὐχ ἐνδέχεται, ὅπερ ἐστὶν εὐλογώτερον, πολλῷ μᾶλλον οὐκ ἐνδέχεται ἅμα ἀκινητίζειν, ὅπερ ἐστὶν οὐκ εὐλογώτερον. ὅτι δέ, φησίν, οὐκ ἔστιν ὁ ὕπνος ἐν τῷ τὰς αἰσθήσεις πάσας ἀργεῖν, δῆλον καὶ ἐκ τῶν λειποψυχούντων· ἐν γὰρ ταῖς λειποψυχίαις ἠρεμοῦσι μὲν πᾶσαι αἱ αἰσθήσεις, ὕπνος δὲ οὐκ ἔστιν· οὐδεὶς γὰρ φησι τὸν λειποψυχοῦντα ὑπνώττειν. ὁμοίως δὲ καὶ ἐν ταῖς ἐκνοίαις (ἔκνοια δέ ἐστι μανία τις)· πολλοὶ γὰρ ἐν ταῖς ἐκνοίαις κατεσθίουσιν αὑτῶν τὰς σάρκας καὶ οὐκ ἐπαισθάνονται. ἔστι δὲ καὶ τότε ἠρεμία πασῶν τῶν αἰσθήσεων, ὕπνος δὲ οὐκ ἔστιν· οὔτε γὰρ ἀκούουσιν οὔθ’ ὁρῶσιν οἱ μαινόμενοι οὔτε κατ’ ἄλλην τινὰ αἴσθησιν αἰσθάνονται. πῶς γάρ, οἵτινες τὰς σάρκας ἐσθίοντες οὐδεμιᾶς ὀδύνης αἴσθησιν λαμβάνουσιν; ἀλλὰ καὶ τὰς ἐν τῷ αὐχένι δύο φλέβας εἴ τις δήσει, ἀναισθητεῖ τὸ ζῷον, ὕπνος δὲ οὐκ ἔστιν. ἀλλ’ ὅταν ἡ ἀδυναμία τοῦ αἰσθάνεσθαι μήτε ἔν τινι τῶν αἰσθητηρίων γένηται (ἐνδέχεται γὰρ πηρωθῆναι τὰ αἰσθητήρια, ἀλλ’ ὅμως οὐδὲ ἡ ἀκινησία τῶν αἰσθήσεων ἡ διὰ πήρωσιν τῶν αἰσθητηρίων γινομένη ὕπνος2 ἐστίν), ὅταν οὖν μήτε ἔν τινι τῶν αἰσθητηρίων μήτε δι’ ἣν ἔτυχεν αἰτίαν γένηται, οἷον δι’ ἐπίληψιν ἢ κατάληψιν τῶν ἐν τῷ αὐχένι φλεβῶν, ἀλλ’ ἐν τῷ πρώτῳ αἰσθητηρίῳ καὶ τῇ πρώτῃ αἰσθήσει, τότ’ ἐστὶν ὁ ὕπνος.

“因为对它们[诸感觉]而言,与不同时静止相反的情况发生得更加合乎情理。” 所说的意思是:一切感觉同时活动,比一切感觉同时不动更加合乎情理。但如果同时活动(这是更加合乎情理的)是不可能的,那么同时不动(这是更不合乎情理的)就更加不可能了。他说,睡眠并不在于一切感觉都闲置,这一点从昏厥者身上也是清楚的;因为在昏厥中一切感觉都静止,但并不是睡眠;因为没有人会说昏厥的人在睡觉。在狂乱(狂乱是某种疯癫)中同样也是如此;因为许多人在狂乱中吞食自己的肉却毫无知觉。此时也有一切感觉的静止,但并不是睡眠;因为狂乱者既不听也不看,也不通过任何其他感觉来感知。他们怎么会感知呢?既然吞食自己的肉时连任何痛苦的感觉都接收不到。不仅如此,如果有人勒紧颈部的两条静脉,动物就会失去知觉,但这并不是睡眠。相反,当不能感知既不是发生在某个感觉器官中(因为感觉器官有可能受损,但即使如此,因感觉器官受损而产生的感觉不动也不是睡眠)——因此,当[不能感知]既不是发生在某个感觉器官中,也不是由于任何偶然的原因(比如由于颈部静脉的受压或阻断)产生,而是在第一感觉器官和第一感觉中产生时,那时才是睡眠。

§2.14

"Ἐπεὶ δὲ τρόποι πλείους τῆς αἰτίας· καὶ γὰρ τὸ τίνος ἕνεκεν καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως." Τίνος ἕνεκεν λέγει τὸ τελικόν, ὅθεν δὲ ἡ ἀρχὴ τῆς κινήσεως τὸ ποιητικόν. ἔστι δὲ ἡ τοῦ λόγου ἀπόδοσις εἰς τὸ ὥστε σωτηρίας ἕνεκα τῶν ζῴων ὑπάρχει, καὶ εἴη ἂν τὸ ὥστε ἴσον τῷ δῆλον.3 ὅτι δὲ καὶ ἡ ἀνάπαυσις ἀναγκαία καὶ ὠφέλιμος τυγχάνει τοῖς μὴ δυναμένοις ἀεὶ καὶ συνεχῶς κινεῖσθαι, παντί που πάντως καταφανές ἐστι· διὰ γὰρ τὸ εἶναι ταύτην αὐτοῖς ὠφέλιμον ἀληθέστατα μεταφέρουσι καὶ καλοῦσι τὸν μὲν ὕπνον ἀνάπαυσιν, τὸ δὲ ὑπνώττειν ἀναπαύεσθαι. ἐρωτώμενοι γὰρ περὶ τοῦ ὑπνοῦντος τί ποιεῖ, ἀντὶ τοῦ εἰπεῖν, ὅτι ὑπνώττει, πολλάκις μεταφέροντές φαμεν ὅτι ἀναπαύεται. καὶ ἔστιν ὁ ὕπνος ὡς ἕνεκά του καὶ οὐχ ὡς τέλος· ἕνεκα γὰρ σωτηρίας ὁ ὕπνος, ἀλλ’ οὐκ ἔστι τέλος· ἡ γὰρ ἐγρήγορσίς ἐστι τέλος. εἰπὼν δὲ ὅτι ἡ ἐγρήγορσις τέλος, κατασκευάζων τοῦτο ἐπήγαγε· τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν πᾶσι τέλος, οἷς ὑπάρχει θάτερον αὐτῶν. τὸ δὲ θάτερον πρόσκειται, διότι οἷς μὲν ὑπάρχει τὸ φρονεῖν, τούτοις καὶ τὸ αἰσθάνεσθαι, οὐ μὴν καὶ ἀνάπαλιν. ὥστε ἐν τοῖς ἀλόγοις ζῴοις τὸ ἕτερον μόνον, τὸ αἰσθάνεσθαι, ὑπάρχει. ἔστι δὲ ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι τοιοῦτος· ἡ ἐγρήγορσις αἴσθησις ἢ φρόνησίς ἐστι· πᾶσα αἴσθησις καὶ πᾶσα φρόνησις τέλος· ἡ ἐγρήγορσις ἄρα τέλος. καὶ τὴν μὲν ἐλάττονα πρότασιν ὡς δήλην οὖσαν οὐ κατεσκεύασεν (τίς γὰρ οὐκ οἶδεν ὅτι ὁ ἐγρηγορὼς αἰσθάνεται ἢ φρονεῖ;), τὴν δὲ μείζονα τὴν λέγουσαν ὅτι ἡ αἴσθησις καὶ ἡ φρόνησις τέλος κατεσκεύασε διὰ τοῦ βέλτιστα γὰρ ταῦτα, τὸ δὲ βέλτιστον τέλος.

“既然原因有多种方式;因为既有为了什么,也有运动的始点从何而来。” 他所说的“为了什么”是指目的原因,而“运动的始点从何而来”是指动力原因。而这句话的归结[主句]在于“因此它的存在是为了动物的保全”,而“因此”应当等于“显而易见”。而休息对于那些无法始终连续运动的存在者来说恰好是必然且有益的,这对所有人无论如何都是显而易见的;因为正是由于休息对它们有益,人们最真实地借喻并把睡眠称为“休息”,把睡觉称为“休息”。因为当被问及睡觉的人在做什么时,我们往往不用“他在睡觉”,而是用比喻说“他在休息”。而且睡眠作为“为了某种事物的手段”而存在,并非作为“目的”而存在;因为睡眠是为了保全,但并不是目的;清醒才是目的。在说明了清醒是目的之后,为了论证这一点他接着写道:“因为感知和思维对于凡是具备其中之一的一切存在者而言都是目的。”之所以加上“其中之一”,是因为对具备思维者而言也具备感知,但反过来却不然。因此在无理性的动物中只具备其中之一,即感知。而第一格中的三段论如下:清醒是感知或思维;一切感知和一切思维都是目的;因此清醒是目的。由于小前提是清楚的,他并没有去论证它(因为谁不知道清醒的人在感知或在思维呢?);但他通过“因为这些是最好的,而最好的是目的”,论证了声称感知和思维是目的的大前提。

语法注3 条
  1. 2.13Τοὐναντίον γὰρ εὐλογώτερον συμβαίνει αὐταῖς τοῦ μὴ ἅμα ἠρεμεῖν.

    属格冠词不定词短语 τοῦ μὴ ἅμα ἠρεμεῖν 依存于比较级 εὐλογώτερον,作比较属格,与充当主语的名词化短语 τοὐναντίον 形成对比。正如米海尔用 ἤπερ 所作的转述(“ἅμα πάσαις ἐνεργεῖν ἤπερ ἅμα πάσαις ἀκινητίζειν”)所表明的,其骨架为:不同时静止的相反情况(即同时活动)比起[同时不动]更加合乎情理。

  2. 2.13ἀλλ’ ὅταν ἡ ἀδυναμία τοῦ αἰσθάνεσθαι μήτε ἔν τινι τῶν αἰσθητηρίων γένηται ... ὅταν οὖν μήτε ἔν τινι τῶν αἰσθητηρίων μήτε δι’ ἣν ἔτυχεν αἰτίαν γένηται ... τότ’ ἐστὶν ὁ ὕπνος.

    起首的 ὅταν 从句被插入的括号成分(ἐνδέχεται γὰρ πηρωθῆναι...)打断,随后通过 ὅταν οὖν 构成复述性的再开结构(resumptive ὅταν οὖν),最终引出主句 τότ’ ἐστὶν ὁ ὕπνος。

  3. 2.14ἔστι δὲ ἡ τοῦ λόγου ἀπόδοσις εἰς τὸ ὥστε σωτηρίας ἕνεκα τῶν ζῴων ὑπάρχει, καὶ εἴη ἂν τὸ ὥστε ἴσον τῷ δῆλον.

    米海尔在此指出了针对引文起首的从句“Ἐπεὶ δὲ τρόποι πλείους τῆς αἰτίας...”的主句(归结从句,apodosis)所在。亚里士多德原文在冗长的原因从句之后,由 ὥστε 引出的结果从句(455b22)实质上充当了主句,米海尔将此处的 ὥστε 解读为等同于 δῆλον(“显而易见”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:48.27-50.5