- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:47.18-48.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德论睡眠的篇章(455a11–22)进行注解,解释了睡眠为何不是单一独立感觉的停止,而是共通感觉(在底层上与触觉同一)的感受,并论证了并非所有感觉都会同时活动或同时停止。
" Εἰ γὰρ τῇ μέν, τῇ δὲ μή, ταύτῃ καθεῦδον αἰσθήσεται.1" Τουτέστιν εἰ δὲ κατά τι μὲν αἰσθάνεται, κατά τι δὲ ἀναισθητεῖ, ἔσται ἅμα αἰσθανόμενον καὶ μὴ αἰσθανόμενον· ὅπερ ἀδύνατον. ᾗ μὲν γὰρ καθεύδει, ἔσται ἀναίσθητον (δεσμὸς γὰρ ὁ ὕπνος αἰσθήσεως), ᾗ δὲ αἰσθάνεται, ὡς ἡ ὑπόθεσις, ἔσται αἰσθανόμενον. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘ἔσται ἅμα ἐγρηγορὸς καὶ μὴ ἐγρηγορός’· ὅπερ ἀδύνατον. ὅτι δὲ οὔτε τῇ ὄψει κρίνομεν ὅτι ὁρῶμεν οὔτε τῇ ἀκοῇ ὅτι ἀκούομεν, ἀλλὰ τῇ κοινῇ, ἥτις ἵδρυται περὶ τὴν καρδίαν, δέδεικται ἐν τῷ δευτέρῳ βιβλίῳ τῶν Περὶ ψυχῆς, ἥτις κοινὴ αἴσθησις μία μέν ἐστι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ πλείους· ἐπεὶ καὶ τὰ γένη, ἤτοι τὰ ὑποκείμενα, ἑκάστῃ αἰσθήσει πολλά, εἴπερ ἄλλα μὲν τὰ χρώματα καὶ ἄλλοι οἱ ψόφοι καὶ ἕτεροι οἱ χυμοί.
“因为如果在这一种[感觉]中[睡眠],而在另一种中不睡眠,它就会在睡眠中借此感知。” 也就是说,如果它在某一方面感知,而在另一方面不感知,它就将同时处于感知和不感知之中;这是不可能的。因为就其睡眠而言,它将是没有感觉的(因为睡眠是感觉的拘束),而就其感知而言,依照假设,它将是处于感知之中的。这与“它将同时是清醒的和不清醒的”是同一回事;而这是不可能的。我们既不是用视觉来判断我们在看,也不是用听觉来判断我们在听,而是用位于心脏周围的共通感觉来判断,这一点在《论灵魂》第二卷中已经表明;这共通感觉就底层而言是一,就定义而言则是多;因为既然颜色是一种东西,声音是另一种东西,味道又是另外的东西,那么每种感觉的类即底层[感觉对象]也是多的。
"Τὸ δ’ εἶναι αἰσθήσει τοῦ γένους ἑκάστου ἕτερον.2" Τουτέστι τὸ δὲ εἶναι καὶ ὁ λόγος ἑκάστης αἰσθήσεως ἕτερος, ἐπειδὴ καὶ ὁ λόγος ἑκάστου γένους τῶν αἰσθητῶν ἕτερος, ὥσπερ καὶ τὸ τοῦ κύκλου κέντρον, ἀφ’ οὗ πρὸς τὴν περιφέρειαν πολλαὶ πίπτουσι γραμμαί· τοῦτο γὰρ καὶ ἕν ἐστι καὶ πολλά, ὡς καὶ περὶ τούτου εἴρηται ἐν τῷ Περὶ ψυχῆς.
“但是感觉对于每一类的存在是各不相同的。” 也就是说,每种感觉的存在和定义是各不相同的,因为可感觉事物的每一类的定义也是不同的,正如圆心一样,从圆心向圆周引出许多直线;因为这[圆心]既是一又是多,正如关于这一点在《论灵魂》中也已经说过的那样。
"Τοῦτο δ’ ἅμα τῷ ἁπτικῷ μάλισθ’ ὑπάρχει." Τοῦτο λέγει τὴν κοινὴν αἴσθησιν· τῆς γὰρ ἁφῆς χωριζομένης τῶν ἄλλων αἰσθήσεων (εἰσὶ γάρ τινα ζῷα, ὡς τὰ ὄστρεια, μόνην ἔχοντα τὴν ἁφήν· ἡ γὰρ γεῦσις ἁφή τίς ἐστι), χωριζομένης οὖν ταύτης τῶν ἄλλων δηλονότι ἅμα τῇ ἁφῇ ἐστιν ἡ κοινὴ αἴσθησις. εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, ἁφὴ καὶ κοινὴ αἴσθησις ταὐτόν ἐστι· ταύτῃ γὰρ κοινωνεῖ πάντα τὰ ζῷα, ἀλλ’ οὐ τῇ ὄψει ἢ τῇ ἀκοῇ. ὥστε καὶ ὁ ὕπνος τῆς ἁφῆς ἐστι πάθος καὶ οὐδεμιᾶς ἄλλης. εἰπὼν δὲ ὅτι τῆς ἁφῆς ἐστιν ὁ ὕπνος πάθος καὶ ἡ ἐγρήγορσις, ἐπήγαγεν· εἰ γὰρ τῷ πάσας τι πεπονθέναι τὰς αἰσθήσεις ἐγίνετο τὸ καθεύδειν,3 ἄτοπον, καὶ τὰ ἑξῆς τῆς λέξεως. εἰσὶ δὲ τὰ λεγόμενα κατασκευαστικὰ τοῦ ὅτι ὁ ὕπνος οὐκ ἔστι πάθος πασῶν τῶν αἰσθήσεων, ἀλλὰ μόνης τῆς ἁφῆς. κατασκευάζει δὲ αὐτὸ ἐκ τοῦ ἐναντίου οὕτως· εἰ μή ἐστιν ἀνάγκη ἅμα πάσας ἐνεργεῖν τὰς αἰσθήσεις, οὐδὲ ἅμα πᾶσαι ἀκινητίσουσιν. ἀλλὰ μὴν ἅμα πάσας ἐνεργεῖν οὐκ ἔστιν ἀνάγκη, ὥστε οὐδὲ ἅμα πᾶσαι ἀκινητίσουσιν. ὅτι δὲ οὐκ ἀνάγκη ἅμα πάσας ἐνεργεῖν, δῆλον· οὐδεμία γὰρ ἀνάγκη τῷ ὁρῶντι ἕπεσθαι καὶ τὸ ἀκούειν καὶ τὸ ἅπτεσθαι καὶ γεύεσθαι, οὐδὲ μὴν τῷ ἀκούοντι τὸ ὁρᾶν· τῷ μὲν γὰρ βαδίζοντι ἀνάγκη πάντως ἀμείβειν τόπον, τῷ δ’ ὁρῶντι οὐκ ἀνάγκη ἀκούειν. εἰ οὖν οὐκ ἔστιν ἀνάγκη, ναὶ μὴν οὐδὲ πάσας δυνατὸν ἅμα ἐνεργεῖν· ἐκκρούει γὰρ ἡ θατέρας ἐνέργεια τὴν θατέρας· ὁρῶντες γάρ τι μετ’ ἐπιμελείας, οὐδὲν ὅλως ἀκούομεν τῶν ὁμιλούντων, ἢ καὶ ἀκούοντές τινος ἐπιμελῶς οὐχ ὁρῶμεν τοὺς παριόντας. εἰ δὴ οὐκ ἔστιν ἀναγκαῖον οὐδὲ δυνατὸν πάσαις ἅμα ταῖς αἰσθήσεσιν ἐνεργεῖν, δῆλον ὡς οὐδὲ ἀκινητίζειν. τίς γὰρ ἀνάγκη τὸν μὴ ὁρῶντα εὐθὺς μηδὲ ἀκούειν;
“而这一点尤其与触觉能力并存。” 他所说的“这一点”是指共通感觉。因为当触觉与其他感觉相分离时(因为存在某些动物,如贝类,仅具有触觉;因为味觉也是某种触觉),既然这[触觉]与其他感觉相分离,显然共通感觉是与触觉并存的。如果必须说实话的话,触觉与共通感觉是同一回事;因为所有动物都共有这一感觉,而不共有视觉或听觉。因此睡眠也是触觉的感受,而不是任何其他感觉的感受。在说明了睡眠和觉醒是触觉的感受之后,他接着写道:“因为如果沉睡是通过一切感觉都遭受了某种情状而产生的,那就荒谬了”,以及文句的其余部分。所说的这些内容是为了确立睡眠不是一切感觉的感受,而仅仅是触觉的感受。他从相反的一面按如下方式来确立:如果一切感觉并非必然同时活动,那么一切感觉也不会同时不动。但是显然一切感觉同时活动并不是必然的;因此一切感觉也不会同时不动。而一切感觉并非必然同时活动是显而易见的;因为听、触和尝绝非必然伴随看的人,看也绝非必然伴随听的人;因为对于行走的人来说,改变位置无论如何都是必然的,但对于看的人来说,听却不是必然的。因此,如果不必然,甚至更进一步,一切感觉同时活动也是不可能的;因为一种感觉的活动会排斥另一种感觉的活动;因为在专注地看某种事物时,我们对谈话者的话全然听不见,或者在专注地听某人说话时,我们看不见走过身旁的人。因此,既然用一切感觉同时活动既非必然也非可能,显而易见,同时不动也同样如此。因为不看的人有什么必然性就立刻也不听呢?
- 2.10Εἰ γὰρ τῇ μέν, τῇ δὲ μή, ταύτῃ καθεῦδον αἰσθήσεται.
在 τῇ μέν, τῇ δὲ μή 中,阴性名词 αἰσθήσει(“感觉”)被省略。随后的 ταύτῃ 是表示手段的与格,指代那不睡眠的感觉;分词 καθεῦδον 则以情况或让步的方式修饰主语(“在睡眠的同时/尽管睡眠”)。
- 2.11Τὸ δ’ εἶναι αἰσθήσει τοῦ γένους ἑκάστου ἕτερον.
带冠词不定式 τὸ εἶναι 与与格 αἰσθήσει 结合,表示“感觉的本性/存在”(属于或关涉与格)。τοῦ γένους ἑκάστου 是属格,表示“就每个类而言”,ἕτερον 则作为谓语。
- 2.12εἰ γὰρ τῷ πάσας τι πεπονθέναι τὰς αἰσθήσεις ἐγίνετο τὸ καθεύδειν
τῷ 与完成时不定式从句(πάσας τι πεπονθέναι τὰς αἰσθήσεις)构成表示原因的与格结构(“由于一切感觉都遭受了某种情状”)。ἐγίνετο 的主语是带冠词不定式 τὸ καθεύδειν。
