- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:45.29-47.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔梳理了亚里士多德的论证,阐明动物必然因觉醒过度导致的衰竭而入睡,且基于潜能导向现实的原理,没有任何事物能够永久沉睡。他进一步解释了植物既无感觉也无痛苦与快感,因而并不睡眠,并确立了睡眠是关涉所有动物共有的触觉之感受。
" Εἰ οὖν τὸ τοιοῦτον πάθος ὕπνος." Τοιοῦτον πάθος λέγει τὸ καθεύδειν. ἔστι δὲ τὸ ἑξῆς τῆς λέξεως· εἰ οὖν τὸ τοιοῦτον πάθος ὕπνος, ἀνάγκη πᾶν τὸ ἐγρηγορὸς καθεύδειν· ἀδύνατον γὰρ ἀεὶ ἐνεργεῖν. τὰ δ’ ἄλλα μεταξὺ παρέρριπται. ἔστι δὲ τὸ λεγόμενον διὰ τῶν μεταξὺ τοιοῦτον· τοῦτο δὲ τὸ ὑπνώττειν ἐστὶν ἀδυναμία δι’ ὑπερβολὴν τοῦ ἐγρηγορέναι. ὅταν γὰρ ὑπερβάλλῃ τὴν οἰκείαν δύναμιν, καθ’ ἣν τὸ ἐγρηγορὸς δύναται γρηγορεῖν, ἀδυνατεῖ καὶ παύεται. καὶ ἐπεί τινες ὑπερέβαλον καὶ διετέλεσαν ἐγρηγορότες καὶ πόρρω τῆς οἰκείας δυνάμεως (πολλοὶ γὰρ καὶ εἰς ἓξ καὶ εἰς ἑπτὰ νυχθήμερα ἄυπνοι διετέλεσαν καὶ εἰς ἐννέα, καὶ τούτων οἱ μὲν διὰ νόσον, οἱ δὲ διὰ ἴσχνανσιν ἢ ξήρανσιν) καὶ τέλος ἢ ὕπνωσαν ἢ ἀπέθανον, διορίζεται καὶ περὶ τούτων λέγων· ἡ δὲ τοῦ ἐγρηγορέναι ὑπερβολή, τουτέστι ἡ δὲ μακρὰ ἐγρήγορσις, γίνεται ὁτὲ μὲν διὰ νόσον, ὁτὲ δὲ καὶ ἄνευ νόσου. ὥστε καὶ ἡ ἀδυναμία, τουτέστιν ὥστε καὶ ὁ μακρὸς ὕπνος γίνεται διὰ νόσον (ὅπερ καὶ ἐγὼ ἐπεπόνθειν· πυρέξας γὰρ τρία διετέλεσα νυχθήμερα κοιμώμενος), ὁτὲ δὲ καὶ ἄνευ νόσου, ὡς τὰ βρέφη καὶ ἄλλοι τινὲς δι’ ὑγρότητα πολλὴν τοῦ σώματος. ταῦτα δείξας, δείκνυσιν ὅτι οὐδὲ ἐνδέχεται τι ἀεὶ καθεύδειν οὕτως. ἐπεὶ γὰρ ὁ ὕπνος πάθος τί ἐστι τοῦ αἰσθητικοῦ μορίου καὶ οἷον δεσμός τις καὶ ἀκινησία, ὡς δέδεικται καὶ ἔτι δειχθήσεται, αἰσθητικὸν δὲ λέγεται οὐ μόνον τὸ ἐνεργοῦν κατὰ τὴν αἴσθησιν, ἀλλὰ καὶ τὸ μὴ ἐνεργοῦν δυνάμενον δὲ ἐνεργῆσαι, ὥσπερ καὶ γελαστικὸν τὸ δυνάμενον γελᾶν, πᾶσα δὲ δύναμις εἰς ἐνέργειαν ἄγεται, ὡς ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ πραγματείας δέδεικται, ἀνάγκη καὶ τὸ καθεῦδον καὶ δύναμιν ἔχον γρηγορεῖν ἐγρηγορὸς γενέσθαι.1 καὶ ἐπεὶ τὸ καθεύδειν ἐστὶν ἀναισθητεῖν, ἀδύνατον τὸν καθεύδοντα αἰσθάνεσθαι· ἅμα γὰρ ἔσται ἐν ταὐτῷ τἀναντία. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ἐνεργεῖν δὲ τῇ αἰσθήσει κυρίως καὶ ἁπλῶς ἀδύνατον καθεῦδον ἅμα.2 τὸ δὲ κυρίως καὶ ἁπλῶς πρόσκειται διὰ τὰ ἐν τοῖς ὕπνοις φαντάσματα. αἰσθάνεται γὰρ τρόπον τινὰ καὶ τότε, ὡς καὶ αὐτὸς ἐρεῖ, ἀλλ’ οὐ κυρίως καὶ ἁπλῶς, ὥσπερ ὅταν γρηγορῇ. ὅτι δὲ ὁ ὕπνος ἀκινησία καὶ οἷον δεσμός τίς ἐστι τῆς αἰσθήσεως, εἴρηται καὶ πρὸ ὀλίγου, ἐν δὲ τῇ λέξει τῇ ἐν δὲ τοῖς φυτοῖς οὐδὲν ὑπάρχει τούτων τὸ τούτων περὶ τοῦ χαίρειν καὶ λυπεῖσθαι εἴρηται· τὰ γὰρ φυτὰ οὔτε χαίρει οὔτε λυπεῖται.
“因此,如果这样的一种感受是睡眠。” 他所说的“这样的一种感受”是指睡眠。而文句的接续是:“因此,如果这样的一种感受是睡眠,每一个清醒者就必然睡眠;因为总是活动是不可能的。”夹在中间的其他话是插进去的。而通过中间的话所说的内容则是这样的:“而这种沉睡是由于觉醒过度而造成的无能为力。”因为每当它超过清醒者借以能够觉醒的本有能力时,它就变得无能为力并停止下来。由于某些人甚至远远超过了本有的能力而持续觉醒(因为许多人甚至六昼夜或七昼夜、乃至九昼夜不眠不休,这些人中有的由于疾病,有的则由于消瘦或干燥),最终要么入睡要么死去,所以他也对此加以界定,说:“而觉醒的过度,即漫长的觉醒,有时因疾病发生,有时也在无疾病的情况下发生。”因此这种无能为力,即漫长的睡眠,也是因疾病而发生的(这也是我自己所经历过的;因为发热,我曾连续三昼夜处于睡眠中),有时也在无疾病的情况下发生,如婴儿和其他某些人由于体内水分过多而如此。在表明了这些之后,他按如下方式表明任何事物总是睡眠也是不可能的。因为睡眠既然是感觉部分的某种感受,且是一种拘束和不动,正如已经表明且还将进一步表明的那样,而被称作有感觉能力的不仅是指依照感觉现实活动的事物,也指不活动但有能力活动的事物,正如能笑者被称作有笑的能力,并且一切潜能都被引导至现实,正如在《论天》第一卷中所表明的那样,那么睡眠着且具有觉醒能力的事物也必然变成清醒的。既然睡眠是无感觉状态,那么睡眠者进行感觉就是不可能的;因为相反者将在同一时间存在于同一事物中。因为他通过“然而睡眠者同时在严格和绝对的意义上依照感觉活动是不可能的”阐明了这一点。而“在严格和绝对的意义上”的添入是由于睡眠中的幻象。因为正如他本人也将说的那样,那时它也在某种方式上感知着,但不是像觉醒时那样在严格和绝对的意义上感知。睡眠是不动性和感觉的某种拘束,在不久前已经说过了;而在“但在植物中这些都不存在”这句话中,“这些”是关于欣喜和悲伤而说的;因为植物既不欣喜也不悲伤。
"Σημεῖον δ’ ὅτι καὶ τὸ ἔργον τὸ αὐτοῦ ποιεῖ τὸ θρεπτικὸν μόριον ἐν τῷ καθεύδειν μᾶλλον." Ἐπειδὴ τὰ φυτὰ καὶ τρέφεται καὶ αὔξεται καὶ ὅμοια ἑαυτοῖς γεννᾷ, ἵνα μή τις τῶν ἐκ τοῦ Πλάτωνος (ὁ γὰρ Πλάτων ἥδεσθαι λέγει τὰ φυτά) εἴποι, ὅτι,3 εἰ μὴ ἔχοι αἴσθησιν καὶ δηλονότι καὶ ἡδονὴν καὶ λύπην, πῶς τρέφεται, λέγει ὅτι τὰ ἔχοντα αἴσθησιν τότε μᾶλλον τρέφεται, ὅταν μὴ ἐνεργῶσι κατὰ τὴν αἴσθησιν. εἰ δὲ τὰ ἔχοντα αἴσθησιν τότε μᾶλλον τρέφεται, φανερόν, ὅτι οὐδὲ προσδεῖται ταύτης ἐν τῷ τρέφεσθαι. ὥστε οὐ δεῖ λέγειν, ὅτι, ἐπειδὴ τρέφονται, ἔχουσι τὴν αἰσθητικὴν ψυχήν. εἰ δὲ μὴ ἔχει αὐτήν, οὔτε ὑπνώττει οὔτε ἥδεται οὔτε λυπεῖται. ταῦτ’ εἰπὼν λέγει, ὅτι εἴτε διὰ πλειόνων αἰσθήσεων γίνεται ὁ ὕπνος εἴτε διὰ μιᾶς σκεπτέον. δειχθέντος δὲ ὅτι ἅπαντα τὰ ζῷα καθεύδει, δηλονότι ἐκείνης τῆς αἰσθήσεως ὁ ὕπνος ἔσται πάθος, ἣν ἔχει πάντα τὰ ζῷα. αὕτη δ’ ἐστὶν ἡ ἁφή· οὐδὲν γὰρ ζῷόν ἐστι χωρὶς ἁφῆς. ἐν δὲ τῇ λέξει τῇ ἀδύνατον δ’ ἐστὶν ἁπλῶς ὁποιανοῦν αἴσθησιν αἰσθάνεσθαι τὸ καθεῦδον ζῷον τὸ ἁπλῶς πάλιν πρόσκειται διὰ τὰ ἐνύπνια· εἰσὶ γὰρ τὰ ἐνύπνια τρόπον τινὰ αἰσθήσεις. ἁπλῶς δὲ καὶ κυρίως οἷον ὁρᾶν ἢ ἀκούειν ἢ κατ’ ἄλλην τινὰ ἐνεργεῖν αἴσθησιν τὸ καθεῦδον ζῷον ἀδύνατόν ἐστιν. εἰ δὲ τοῦτο, φανερόν, ὅτι πᾶσιν ἀναγκαῖον ὑπάρχειν τὸ αὐτὸ πάθος ἐν τῷ καλουμένῳ ὕπνῳ, λέγων πάθος τὸ μὴ αἰσθάνεσθαι.
“而营养部分在睡眠中更多地发挥其自身的功用,也是一个证据。” 既然植物受滋养、生长并产生与自身相似的后代,为了不让柏拉图学派中的任何人(因为柏拉图说植物能感到快感)说“如果它们不具有感觉,显然也不具有快乐与痛苦,它们怎么受滋养呢”,他就说,具有感觉的事物,在它们不依照感觉现实活动时,反倒更多地受滋养。如果具有感觉的事物在那时更多地受滋养,显然它们在受滋养时并不需要这种能力。因此不应当说,因为它们受滋养,它们就拥有感觉灵魂。如果它们不拥有感觉灵魂,它们就既不沉睡,也不感到快乐或痛苦。说了这些之后,他说应当考察睡眠是通过多种感觉产生还是通过单一感觉产生。既然已经表明所有动物都睡眠,睡眠显然将是所有动物都具有的那种感觉的感受。而这就是触觉;因为没有任何动物没有触觉。在“睡眠的动物不可能在绝对的意义上感知任何一种感觉”这句话中,“在绝对的意义上”再次添入是由于梦;因为梦在某种方式上也是感觉。但睡眠的动物在绝对和严格的意义上活动——例如看、听或依照任何其他感觉活动——是不可能的。如果是这样,显而易见,在所谓的睡眠中,同一种感受必然属于一切动物,而他所说的感受是指不进行感觉。
- 2.8ἐπεὶ γὰρ ὁ ὕπνος πάθος τί ἐστι τοῦ αἰσθητικοῦ μορίου... ἀνάγκη καὶ τὸ καθεῦδον καὶ δύναμιν ἔχον γρηγορεῖν ἐγρηγορὸς γενέσθαι
该长句的骨干由并列展开的三个前提从句(ἐπεὶ γὰρ ὁ ὕπνος πάθος τί ἐστι... / αἰσθητικὸν δὲ λέγεται... / πᾶσα δὲ δύναμις...)承接,导向主句“ἀνάγκη καὶ τὸ καθεῦδον... γενέσθαι”(睡眠着者也必然变成清醒的)。在一连串从属分句铺陈出三段论的前提后,主句以非人称表达式 ἀνάγκη 搭配宾格不定式引出最终结论。
- 2.8ἐνεργεῖν δὲ τῇ αἰσθήσει κυρίως καὶ ἁπλῶς ἀδύνατον καθεῦδον ἅμα
这是由介词短语“διὰ τοῦ”引出的宾格不定式结构,直接引用了亚里士多德的原文字句(454b9-11)。中性分词“καθεῦδον”(睡眠者)作为主语,与无人称表语“ἀδύνατον [ἐστί]”一同构成“ἐνεργεῖν”作为主语不定式的结构。
- 2.9ἵνα μή τις τῶν ἐκ τοῦ Πλάτωνος... εἴποι, ὅτι, εἰ μὴ ἔχοι αἴσθησιν... πῶς τρέφεται, λέγει ὅτι
句首的“ἵνα μή... εἴποι”是否定目的从句,其内部嵌套着一个条件与间接疑问结构(“εἰ μὴ ἔχοι... πῶς τρέφεται”)。全句的主节动词是置于目的从句之后的“λέγει ὅτι”(他说……),未明言的主语为亚里士多德。这种语序先摆出防范可能出现的反驳之目的,继而引出亚里士多德本人的论断。
