← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§44.6-45.28

睡眠与清醒的交替及因活动限度入睡的必然性

米海尔注解了亚里士多德《论睡眠与觉醒》454a19–26,指出没有任何动物持续睡眠或持续清醒而是必然相互交替,并基于任何自然潜能超过其活动时间限度必因疲竭而停止的公理,论证了觉醒必然转入睡眠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6

" Ὁμοίως δὲ καὶ ὅτι οὐδέν ἐστιν, ὃ ἀεὶ ἐγρήγορεν ἢ ἀεὶ καθεύδει." Ἐντεῦθεν δείκνυσιν, ὅτι πᾶν ὃ ἐγρήγορεν καθεύδει καὶ πᾶν τὸ καθεῦδον γρηγορεῖ, καὶ οὐδέν ἐστι τῶν ὑπὸ σελήνην ζῴων, ὅπερ ἢ ἀεὶ καθεύδει ἢ ἀεὶ γρηγορεῖ, ἀλλὰ πᾶν τὸ ἐγρηγορὸς μεταβάλλει εἰς ὕπνον καὶ πᾶν τὸ ὑπνῶττον εἰς ἐγρήγορσιν. τὸ δὲ οὔτε γὰρ εἴ τί ἐστι ζῷον ἔχον αἴσθησιν, τοῦτο ἐνδέχεται οὔτε καθεύδειν οὔτε ἐγρηγορέναι,1 ὑποδύσκολόν πως ὄν, τοιοῦτόν ἐστιν· οὐδὲν γάρ ἐστι ζῷον στερούμενον ἀμφοτέρων, ὥστε μήτε ἐγρηγορέναι μήτε καθεύδειν· τοῦτο γὰρ τῶν ἀψύχων ἐστίν· τὰ γὰρ ἄψυχα οὔτε γρηγοροῦσιν οὔτε καθεύδουσι, πᾶν δὲ ζῷον, ὡς δειχθήσεται, καὶ ἐγρήγορε καὶ καθεύδει. εἰπὼν δέ, ὅτι οὐδέν ἐστι ζῷον ἐστερημένον τούτων, τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπών· ἄμφω γάρ ἐστι πάθη ταῦτα περὶ αἴσθησιν τοῦ πρώτου αἰσθητικοῦ, πάθη λέγων τὸ ἐγρηγορέναι καὶ καθεύδειν, πρῶτον δὲ αἰσθητικὸν τὴν αἰσθητικὴν ψυχήν, ἥτις ἵδρυται περὶ τὴν καρδίαν, ὡς ἐν ἄλλοις δέδεικται. εἰ οὖν τὸ ἐγρηγορέναι καὶ καθεύδειν πάθη ἐστὶ τοῦ πρώτου αἰσθητικοῦ, οὐδὲν ἂν εἴη ζῷον μήτε ἐγρηγορὸς μήτε ὑπνῶττον.

“同样,没有任何事物总是醒着或总是睡着,这也是[显而易见的]。” 由此他表明,每一个清醒者都会睡眠,每一个睡眠者都会觉醒,在月下动物中,没有任何一个是或者总是睡眠或者总是觉醒的,而是每一个清醒者都转入睡眠,每一个沉睡者都转入觉醒。而“因为如果存在某种具有感觉的动物,它既不睡眠也不觉醒也是不可能的”这句话虽然有些晦涩,其含义却是这样的:因为没有任何动物缺少这两者,以至于既不觉醒也不睡眠;因为这是属于无生命之物的;因为无生命之物既不觉醒也不睡眠,但正如将要表明的那样,每一个动物既觉醒也睡眠。在说过了没有任何动物缺乏这些之后,他说明了这一原因,说:“因为这两种感受都是首要感觉部分关于感觉的感受”,所谓感受是指觉醒和睡眠,而首要感觉部分是指感觉灵魂,正如在其他著作中所表明的那样,它位于心脏周围。因此,如果觉醒和睡眠是首要感觉部分的感受,就不会有任何动物既不觉醒也不沉睡。

§2.7

"Ἔτι ὅσων ἐστί τι ἔργον κατὰ φύσιν, ὅταν ὑπερβάλλῃ ἤ τι ὧν δύναται τῷ χρόνῳ ποιεῖν.2" Φέρεται καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἔτι ὅσων ἐστί τι ἔργον κατὰ φύσιν, ὅταν ὑπερβάλλῃ τὸν χρόνον, ἐν ὅσῳ δύναταί τι ποιεῖν, καὶ ἔστι σαφεστέρα αὕτη ἡ γραφή. δείκνυσι δὲ διὰ τούτων, ὅτι πᾶν τὸ ἐγρηγορὸς καθεύδει, καὶ ἀδύνατόν ἐστί τι ἀεὶ ἐγρηγορέναι. προλαμβάνει δὲ ἀξίωμα τοιοῦτον· ὅσων ἐστί τι ἔργον κατὰ φύσιν, ὅταν ὑπερβάλλῃ τὸν χρόνον, καθ’ ὃν πέφυκε τοῦτο ποιεῖν, ἀνάγκη κάμνειν καὶ μὴ δυνάμενον πρόσω προβαίνειν παύεσθαι. καὶ δῆλον τοῦτο ἐπὶ τῶν γινομένων καθ’ ἑκάστην. φέρουσι γὰρ τὰ ὑποζύγια φόρτον ἄχρι τινός· ἢν δέ τις αὐτὰ περαιτέρω βιάσηται, πίπτουσι. καὶ ἀναγινώσκει τις ἄχρι τινός, καὶ τέλος καταντᾷ εἴς τι μέρος χρόνου, οὗ περαιτέρω ἀδυνατῶν προβῆναι παύεται τῆς ἀναγνώσεως. καὶ ὁ ἀνδριαντοποιὸς καὶ ὁ τέκτων καὶ πᾶς ὁστισοῦν ἐνεργεῖ μέχρι τινός· ὅταν δ’ ὑπερβάλλῃ τὸν χρόνον, ὃν ἐπεφύκει ἐνεργεῖν, ἀδυνατεῖ καὶ παύεται. εἰ δὲ ἐπὶ πάντων οὕτως, δηλονότι καὶ ἐπὶ τοῦ ἐγρηγορέναι οὕτως ἕξει. καὶ ἐπεὶ ἐνέργειά τίς ἐστιν ἡ ἐγρήγορσις, ὅταν ὑπερβάλλῃ τὸν χρόνον, ἀδυνατεῖ καὶ παύεται τοῦ ἐγρηγορεῖν· ἐναντίον δὲ τῷ ἐγρηγορέναι τὸ καθεύδειν. τῶν δ’ ἀμέσων ἐναντίων, μᾶλλον δὲ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἂν θάτερον μὴ παρῇ, ἀνάγκη θάτερον εἶναι. ὥστε τῆς ἐγρηγόρσεως μὴ οὔσης ἀνάγκη τὸν ὕπνον παρεῖναι· ἅπαν ἄρα τὸ ἐγρηγορὸς ἀναγκαῖόν ἐστι καθεύδειν. οὐδὲν ἄρα ἐστίν, ὅπερ ἀεὶ ἐγρήγορεν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη, τὰ δὲ κατὰ τὴν λέξιν ὧδέ πως ἔχει. τὸ γὰρ ὅταν ὑπερβάλλῃ τὸν χρόνον ἤ τι ὧν δύναται ποιεῖν οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν· ὅταν ὑπερβάλλῃ τὸν χρόνον, καὶ τί δεῖ λέγειν τὸν χρόνον, ὅταν ἁπλῶς ὑπερβάλλῃ κατά τι τῶν πραγμάτων, ὧν ἔχει δύναμιν ἐργάζεσθαι. οὐ γὰρ πάντα δύναται ποιεῖν οὐδὲ πάντων ἔχει τέχνην ἢ ἐπιστήμην ἢ δύναμιν, ἀλλὰ τινῶν μὲν, τινῶν δ’ οὔ. ὅταν οὖν κατά τι τούτων ὑπερβάλλῃ, ἀνάγκη ἀδυνατεῖν. σαφεστέρα δὲ καὶ καταλληλοτέρα ἡ ἑτέρα γραφὴ ἡ οὕτως ἔχουσα· ὅταν ὑπερβάλλῃ τὸν χρόνον, ἐν ὅσῳ δύναται ποιεῖν. ὅταν γὰρ ὑπερβάλλῃ τὸν χρόνον, ἐν ᾧ πέφυκεν ἡ δύναμις αὐτοῦ ποιεῖν τι, ἀδυνατεῖ. τὸ δὲ εἰ τοίνυν τὸ ἐγρηγορέναι ὥρισται τῷ λελύσθαι τὴν αἴσθησιν3 ἴσον ἐστὶ τῷ ‘εἰ τοίνυν ἡ ἐγρήγορσις ἕως τότε πάρεστι καὶ ἕως τότε τὸ εἶναι ἔχει, ἕως ἂν λυθείη ἡ αἴσθησις’. τῆς γὰρ αἰσθήσεως καὶ τοῦ αἰσθάνεσθαι λυθέντος λύεται καὶ ἡ ἐγρήγορσις. ἢ ἀντὶ τοῦ ὥρισται ληπτέον τὸ παύεται, καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον· εἰ τοίνυν τὸ ἐγρηγορέναι παύεται τῷ λυθῆναι τὴν αἴσθησιν, ἀναγκαῖον ἂν εἴη καθεύδειν.

“此外,凡是具有某种合乎本性的功用的事物,每当在时间上超过,或者在其有能力做的事情中超过某种时。” 还流传着另一种异文,作如下表述:“此外,凡是具有某种合乎本性的功用的事物,每当它超过在其内有能力做某事的时间时”,而这一异文更加清楚。他通过这些话表明,每一个清醒者都会睡眠,并且任何事物总是醒着是不可能的。他预先设定了这样一个公理:凡是具有某种合乎本性的功用的事物,每当它超过其天生适合做此事情的时间时,就必然会疲劳,并在不能进一步前进时停止下来。这在日常发生的事情中也是显而易见的。因为驮兽驮负重物直到某个限度;但如果有人进一步强迫它们,它们就会跌倒。一个人读书直到某个限度,最终达到时间的某一部分,超过这一部分他便无法继续前进,停止了阅读。雕塑家、木匠以及无论何人,活动都只到某个限度;而当超过了其天生适合活动的时间时,他就变得无能为力并停止下来。如果在一切事情中都是如此,显然在觉醒上也将是如此。既然觉醒是某种现实活动,那么每当它超过时间时,它就变得无能为力并停止觉醒;而与觉醒相反的是睡眠。在无中介的相反者中,或者更确切地说在依照缺乏与具备而对立的事物中,如果二者之一不在场,另一者就必然存在。因此在觉醒不在场时,睡眠必然在场;所以,每一个清醒者都必然睡眠。因而没有任何事物总是醒着。所言之事的意旨就是如此,而就字句而言大致如下。因为“每当超过时间,或者在其有能力做的事情中超过某种时”是这样接续的,仿佛是在说:“每当超过时间——又何必单说时间呢——每当在其有能力施作的事情中就某一方面径直超过时”。因为并非所有事情它都有能力做,也并非对所有事情它都拥有技艺、知识或能力,而是对某些事情有,对某些事情则没有。因此,每当就这些事情中的某一者超过时,它就必然变得无能为力。但另一种异文——即作“每当超过在其内有能力做某事的时间时”——更加清晰,也更为顺畅。因为每当它超过其能力天生适合做某事的时间时,它就变得无能为力。而“因此,如果觉醒是以感觉被解除来界定的”,则等同于“因此,如果觉醒到那时为止一直存在并到那时为止一直拥有其存在,直到感觉被解除”。因为当感觉和进行感觉被解除时,觉醒也被解除了。或者应当用“停止”来代替“被界定”,而所说的大意则是:“因此,如果觉醒因感觉被解除而停止,那么必然就会睡眠”。

语法注3 条
  1. 2.6οὔτε γὰρ εἴ τί ἐστι ζῷον ἔχον αἴσθησιν, τοῦτο ἐνδέχεται οὔτε καθεύδειν οὔτε ἐγρηγορέναι

    该句由起始的否定词 οὔτε 跨越条件从句(εἴ τί ἐστι...)而管辖随后的两个不定式(οὔτε καθεύδειν οὔτε ἐγρηγορέναι),形成否定词叠置的破格长句。正如米海尔指出其“有些晦涩”(ὑποδύσκολόν πως ὄν),字面上的“既不睡眠也不觉醒是不可能的”被解读为两值必然性的命题:没有任何感觉动物能同时匮乏这两种状态(οὐδὲν γάρ ἐστι ζῷον στερούμενον ἀμφοτέρων)。

  2. 2.7ὅταν ὑπερβάλλῃ ἤ τι ὧν δύναται τῷ χρόνῳ ποιεῖν

    针对亚里士多德正文经传文本的句法注释。连词 ἤ 的出现使得关系与格 τῷ χρόνῳ(在时间上)与宾语短语 τι ὧν δύναται ποιεῖν(所能做之事的某一方面)并列。米海尔将其解释为修辞性的转折递进:“当超过时间——乃至超过所能做之事的限度时”。注解者对比了另一异文(ἑτέρα γραφή)即以 τὸν χρόνον 为直接宾语并带关系从句的结构,认为后者更为通畅明晰。

  3. 2.7τῷ λελύσθαι τὴν αἴσθησιν

    带定冠词与格的完成时被动不定式短语(τῷ λελύσθαι),作动词 ὥρισται(被界定)的手段或原因与格。米海尔提出了两种解读:其一,将 ὥρισται 视为时间终点的界定(即觉醒一直持续直到感觉被解除);其二,将 ὥρισται 等同于 παύεται(停止),从而该与格表示觉醒因感觉被解除而告终的原因或手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:44.6-45.28