- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:42.2-44.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了《论睡眠与觉醒》的开篇,论证了睡眠与觉醒属于动物的同一部分(即感觉能力),并且这两种感受既不单独属于灵魂也不单独属于身体,而是属于心身复合体。
" Περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως ἐπισκεπτέον." Μετὰ τὸ περὶ μνήμης καὶ τοῦ μνημονεύειν τὸν περὶ ὕπνου καὶ ἐγρηγόρσεως προχειρίζεται λόγον. σαφῆ δὲ ἃ καταλέγει, πλὴν τὸ ἢ συμβαίνει μὲν ἀεὶ καθεύδουσιν ἐνυπνιάζειν οὐκ ἔστι λύσις τοῦ προαπορηθέντος προσεχῶς,1 ἀλλ’ ἔκθεσις καὶ αὐτό ἐστι τῶν μελλόντων ζητηθῆναι. τὸ δὲ καὶ ὧν τὸ δαιμόνιον ἔχει τὴν αἰτίαν ταὐτόν ἐστι τῷ ‘καὶ ἃ ὑπὸ τοῦ δαιμονίου μέλλει πράσσεσθαι’.
“关于睡眠与觉醒,必须加以考察。” 在关于记忆与回忆的论述之后,[他]着手进行关于睡眠与觉醒的论述。他所列举的内容是清楚的,只是“抑或睡眠者总是在做梦”并不是对紧接在前的疑难的解决,而是其本身也是将要被探究之事的陈述。“以及神圣者对其拥有原因的事物”与“以及将要由神圣者施行的事情”乃是同一回事。
"Πρῶτον μὲν τοῦτό γε φανερόν, ὅτι τῷ αὐτῷ τοῦ ζῴου ἥ τε ἐγρήγορσις ὑπάρχει καὶ ὁ ὕπνος." Τὸ προκείμενόν ἐστι δεῖξαι, ὅτι οὗ μορίου πάθος ἐστὶν ὁ ὕπνος, τοῦ αὐτοῦ τούτου ἐστὶ καὶ ἡ ἐγρήγορσις. οὐ γὰρ κατ’ ἄλλο μὲν μέρος, οἷον φέρε εἰπεῖν κατὰ τὴν καρδίαν, γίνεται ὁ ὕπνος, κατ’ ἄλλο δέ, οἷον κατὰ τὸν ἐγκέφαλον, γίνεται ἡ ἐγρήγορσις, ἀλλ’ ἐν τῷ αὐτῷ καὶ ἑνὶ ἀμφότερα. μετὰ δὲ τὸ δεῖξαι ὅτι ἐν τῷ αὐτῷ καὶ ἑνί, τότε δείκνυσι καὶ τί ἐστι τοῦτο, ἐν ᾧ γίνεται ὁ ὕπνος καὶ ἡ ἐγρήγορσις. ἔσχατα δὲ λέγει τὰ ἐναντία τὰ πρός τι καὶ ὅλως πάντα τὰ ἀντικείμενα. τὸ δὲ καὶ ἐπὶ τῶν ἄλλων καὶ ἐπὶ τῶν φυσικῶν ἴσον ἐστὶ τῷ καὶ ἐπὶ τῶν τεχναστῶν καὶ ἐπὶ τῶν φυσικῶν. ἐν ᾧ γὰρ ἡ ἁρμονία ἐπὶ τῶν τεχναστῶν, ἐν τούτῳ καὶ ἡ ἀναρμοστία, καὶ ἐν ᾧ ἡ τάξις καὶ ἡ σύνθεσις, ἐν τούτῳ καὶ ἡ ἀταξία καὶ ἡ ἀσυνθεσία· ὥστε καὶ ἐν ᾧ ὁ ὕπνος, ἐν τούτῳ καὶ ἡ ἐγρήγορσις· ἀντίκεινται γὰρ ὡς στέρησις καὶ ἕξις.
“首先,至少这一点是明白的,即觉醒和睡眠都属于动物的同一部分。” 所提出的论题是表明:睡眠是哪一部分的感受,觉醒也属于这完全同一的部分。因为睡眠并不是根据某一部分(例如不妨说是根据心脏)产生,而觉醒根据另一部分(例如根据脑)产生,而是两者都在同一个且唯一的事物中产生。在表明了它们在同一个且唯一的事物中之后,那时他也指明了这产生睡眠与觉醒的事物是什么。他所说的“极点”是指相反者、相关者,以及总的来说一切对立者。而“无论在其他事物上还是在自然事物上”等同于“无论在人工制品上还是在自然事物上”。因为在人工制品中哪一事物具有谐调,这一事物中也具有失调;哪一事物中具有秩序与结合,这一事物中也具有混乱与不结合;因此哪一事物中具有睡眠,这一事物中也具有觉醒;因为它们作为缺乏态与具备态相对立。
"Ἔτι καὶ ἐκ τῶνδε δῆλον· ᾧ γὰρ τὸν ἐγρηγορότα γνωρίζομεν, τούτῳ καὶ τὸν κάθυπνον." Καὶ τοῦτο κατασκευαστικόν ἐστι τοῦ ‘ἐν ᾧ ἡ ἐγρήγορσις, ἐν τούτῳ καὶ ὁ ὕπνος’. ἔστι δὲ τὸ λεγόμενον· τὸν αἰσθανόμενον νομίζομεν ἐγρηγορέναι, καὶ πάντα τὸν ἐγρηγορότα φαμὲν αἰσθάνεσθαι ἤ τινος τῶν ἔξωθεν κινήσεων ἢ τῶν ἐν αὐτῷ. ἐν αὐτῷ δ’ ἂν εἶεν κινήσεις τὸ διαλογίζεσθαι, τὸ νοεῖν, τὸ φαντάζεσθαι, τὰ ὅμοια, ἐκτὸς δὲ τὰ αἰσθητά. εἰ οὖν ἡ ἐγρήγορσις ἐν οὐδενὶ ἄλλῳ τὸ εἶναι ἔχει ἢ τῇ αἰσθήσει, δῆλον ὡς ἐν ᾧ αἰσθάνεται τὰ ζῷα, ἐν τούτῳ καὶ ἐγρήγορεν. εἰ δὲ τοῦτο, δηλονότι καὶ ἐν τούτῳ καθεύδει. τῶν γὰρ ἀντικειμένων ἐν ᾧ θάτερον, καὶ τὸ λοιπόν.
“此外,从以下论据来看也是清楚的:因为我们用以辨认清醒者的是什么,用以辨认沉睡者的也是什么。” 这也是对“觉醒在其中,睡眠也在其中”的论证。所说的意思是:我们认为有感觉者是在觉醒,并且我们说每个清醒者都在感知外部的某种运动,或者感知其自身内部的运动。其自身内部的运动指推度、思维、表象以及类似的事情,而外部的则是感觉对象。因此,如果觉醒除了在感觉之中以外并不在其他任何事物中拥有其存在,那么很显然,动物在何物中进行感知,它们也就在何物中觉醒。如果是这样,显然它们也就在何物中睡眠。因为对于对立者而言,二者之一在何处,其余的也在何处。
"Ἐπεὶ δὲ οὔτε τῆς ψυχῆς ἴδιον τὸ αἰσθάνεσθαι οὔτε τοῦ σώματος." Δείξας, ὅτι ἐν ᾧ ἐγρήγορε τὰ ζῷα, ἐν τούτῳ καὶ καθεύδει, ἐντεῦθεν συνάγει, ὅτι οὔτε τῆς ψυχῆς ἐστι μόνης τὸ ἐγρηγορέναι καὶ καθεύδειν οὔτε τοῦ σώματος μόνου, ἀλλὰ τοῦ ἐκ ψυχῆς καὶ σώματος. εἰπὼν δέ, ὅτι οὔτε τῆς ψυχῆς ἐστι μόνης τὸ αἰσθάνεσθαι οὔτε τοῦ σώματος, συντόμως τὴν αἰτίαν τούτου ἐπήγαγε διὰ τοῦ οὗ γὰρ ἡ δύναμις, τούτου καὶ ἡ ἐνέργεια. ἐν ᾧ γὰρ δυνάμεθα ὁρᾶν ἢ ἀκούειν ἢ γράφειν, ἐν τούτῳ καὶ ἐνεργοῦμεν, ὥστε καὶ ἀντιστρέψαντας ἀληθὲς εἰπεῖν, ὅτι ἐν ᾧ ἐνεργοῦμεν, ἐν τούτῳ καὶ δυνάμεθα.2 ἡ δὲ κατ’ ἐνέργειαν αἴσθησις οὔτε τοῦ σώματός ἐστιν οὔτε τῆς ψυχῆς, ἀλλὰ τοῦ συναμφοτέρου, εἴπερ ἡ κατ’ ἐνέργειαν αἴσθησις κίνησις ψυχῆς δι’ αἰσθητηρίων γινομένη,3 ὡς ἐν τῷ Περὶ ψυχῆς εἴρηται. εἰ δὲ τοῦτο, φανερόν, ὅτι οὔτε τῆς ψυχῆς ἴδιον τὸ πάθος τοῦτ’ ἐστί, τὸ αἰσθάνεσθαι, οὔτε τοῦ σώματος. εἰ δὲ μὴ τούτων τινὸς χωρίς, ἀλλὰ τοῦ συναμφοτέρου, δῆλον ὡς τὸ ἐγρηγορέναι καὶ καθεύδειν οὐδενὸς τούτων χωρίς, ἀλλὰ τοῦ συναμφοτέρου.
“然而,既然感觉既不是灵魂特有的,也不是身体特有的。” 在表明了动物在何物中觉醒,便在何物中睡眠之后,他由此得出结论:觉醒和睡眠既不仅属于灵魂,也不仅属于身体,而是属于由灵魂和身体构成的复合体。而在说明了感觉既不仅属于灵魂也不仅属于身体之后,他通过“因为潜能属于何者,现实活动也属于何者”简要地补充了其原因。因为我们在何物中能够看、听或写,我们也在何物中活动,因此即便换位,说“我们在何物中活动,我们也在何物中拥有潜能”也是真实的。但现实的感觉既不属于身体,也不属于灵魂,而是属于两者的复合体,如果现实的感觉正如在《论灵魂》中所说,乃是通过感觉器官而产生的灵魂运动。如果这样,那么显然,感觉这一感受既不是灵魂特有的,也不是身体特有的。如果它不脱离二者中的任何一个,而是属于两者的复合体,那么显然觉醒和睡眠也不脱离二者中的任何一个,而是属于两者的复合体。
"Καὶ τοῦ μὲν θρεπτικοῦ χωριζομένου τῶν ἄλλων ἐν τοῖς ἔχουσι σῶμα." Τὸ ἐν τοῖς ἔχουσι σῶμα ἢ παρέλκει ἤ, εἰ μὴ παρέλκει, ἴσον ἐστὶ τῷ ‘ἐν τοῖς ἐμψύχοις σώμασιν’. τὸ δὲ οὔτε εἰ χωριστόν ἐστιν οὔτ’ εἰ μὴ χωριστόν, ταὐτόν ἐστι τῷ ‘εἴτε χωριστόν ἐστι τὸ αἰσθητικὸν τοῦ θρεπτικοῦ καὶ τῷ ὑποκειμένῳ, ὥσπερ καὶ τῷ λόγῳ’. ὅτι γὰρ τῷ λόγῳ ἕτερόν ἐστι τὸ αἰσθητικὸν τοῦ θρεπτικοῦ, φανερόν ἐστιν· εἰ δὲ καὶ τῷ ὑποκειμένῳ, οὐ παντὶ δῆλον. εἴτε οὖν καὶ τῷ ὑποκειμένῳ ἐστὶ χωριστὸν εἴτε καὶ μή, ἀλλ’ οὖν τῷ λόγῳ καὶ τῇ φύσει ἕτερόν ἐστι τὸ αἰσθητικὸν τοῦ θρεπτικοῦ.
“并且在具有身体的事物中,营养部分与其他部分相分离。” “在具有身体的事物中”要么是冗余的,要么如果不是冗余的,就等同于“在具魂的身体中”。而“既非如果它是可分离的,亦非如果它是不可分离的”与“无论感觉部分是否像在定义上一样在载体上也与营养部分可分离”乃是同一回事。因为感觉部分在定义上不同于营养部分,这是显而易见的;但在载体上是否也如此,并非对所有人都是清楚的。因此,无论在载体上它是否可分离,在定义上和本性上,感觉部分与营养部分无论如何都是不同的。
- 2.1πλὴν τὸ ἢ συμβαίνει μὲν ἀεὶ καθεύδουσιν ἐνυπνιάζειν οὐκ ἔστι λύσις τοῦ προαπορηθέντος προσεχῶς
在由连词 πλήν 引出的从句中,名词化短语 τὸ ἢ συμβαίνει... ἐνυπνιάζειν 充当主语,οὐκ ἔστι λύσις 构成表语。注疏者在此明确了亚里士多德原文中 ἢ 从句的句法功能:它并非对紧接在前的难题给出的解决,而是属于接下来将要探究的问题陈述之一。
- 2.4ὥστε καὶ ἀντιστρέψαντας ἀληθὲς εἰπεῖν, ὅτι ἐν ᾧ ἐνεργοῦμεν, ἐν τούτῳ καὶ δυνάμεθα
在 ὥστε 引出的结果从句中,宾格分词 ἀντιστρέψαντας 充当非人称结构 ἀληθὲς [ἐστιν] εἰπεῖν 中不定式 εἰπεῖν 的逻辑主语(泛指“对于换位者而言”)。ὅτι 从句充当 εἰπεῖν 的宾语从句。
- 2.4εἴπερ ἡ κατ’ ἐνέργειαν αἴσθησις κίνησις ψυχῆς δι’ αἰσθητηρίων γινομένη
在由表原因/条件假定的连词 εἴπερ 引出的从句中,系动词 ἐστίν 被省略,κίνησις ψυχῆς 充当表语名词。分词 γινομένη 与 κίνησις 保持性数格一致,构成定语修饰(“通过感官产生的灵魂运动”)。
