← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§39.27-41.6

回忆的非自主性与身体运动及儿童记忆

米海尔注解了亚里士多德通过投掷的比喻以及身体运动(心脏与血液的相互作用)来论证回忆与情感(怒气、恐惧)为何不全由意愿掌控而会持续发生,并补充解释了孩童的记忆力与其身体特征之间的关联。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.41

" Αἴτιον δὲ τοῦ μὴ ἐπ’ αὐτοῖς εἶναι τὸ ἀναμιμνήσκεσθαι, ὅτι καθάπερ τοῖς βάλλουσιν." Ἐπειδὴ πολλάκις βουλόμεθα ἀναμνησθῆναι, οὐ δυνάμεθα δὲ καὶ ἢ οὐδ’ ὅλως ἀναμιμνῃσκόμεθα ἢ οὐ τότε, ὅτε βουλόμεθα, τὴν αἰτίαν διὰ τούτων ἐπάγει καί φησιν· αἴτιον δὲ τοῦ βούλεσθαι πολλάκις ἡμᾶς ἀναμνησθῆναι, μὴ δύνασθαι δὲ τό,1 ὥσπερ τοῖς βάλλουσι λίθον οὐκ ἔστιν ἐπ’ αὐτοῖς τὸ στῆναι ἢ ὅλως λήψεσθαι, εἰ μὴ κινηθεῖεν καὶ ἀπέλθοιεν πρὸς ἐκεῖνον, οὕτω καὶ τῷ ἀναμιμνῄσκεσθαι βουλομένῳ· σωματικὸν γάρ τι καὶ οὗτος κινεῖ. ὡς γὰρ οὐ δυνάμεθα τόνδε τὸν λόγον ἀναγνῶναι, εἰ μὴ ἀναπτύξομεν τὴν βίβλον, καὶ οὐδὲ τότε ἁπλῶς, ἀλλ’ ὅταν εὑρήσωμεν τὸ χωρίον, ἐν ᾧ γέγραπται, οὕτως οὐδὲ τοῦτο, εἰ μὴ κινήσομεν τὸ αἰσθητήριον, ἐν ᾧ τυγχάνουσιν ὄντα τὰ ἀναζωγραφήματα καὶ οἱ τύποι. τὰ δ’ ἑξῆς σαφῆ.

“而回忆不在他们自身掌握之中的原因,乃是因为正如对于投掷者来说……” 因为我们常常意图回忆,却不能够,要么全然没有回忆起来,要么不是在我们意图之时[回忆起来],于是他通过这些话引出原因并说:我们常常意图回忆却不能够的原因,乃在于正如对于投掷石头的人来说,除非他们自身运动并走到那石头跟前,否则使其停下或者抓住它全然不在他们自身掌握之中,对于意图回忆的人也是如此;因为此人也在运动着某种身体性的东西。因为正如若不展开书本,我们就无法阅读这段论述,而且即使展开了也并非直接就能阅读,而是当我们找到写有它的地方时才能阅读,同样,若不运动那正好存有再描绘之物和印迹的感觉器官,也就无法做到这一点。其后的文句是清楚的。

§1.42

"Διὸ καὶ ὀργαὶ καὶ φόβοι, ὅταν κινηθῶσιν, ἀντικινούντων πάλιν τούτων2 οὐ καθίστανται." Καὶ ἡ ἀνάμνησις καὶ ἡ ὀργὴ καὶ ὁ φόβος σωματικά εἰσι πάθη, ἡ μὲν ὀργὴ ζέσις τοῦ ἐν τῇ καρδίᾳ αἵματος, ὁ δὲ φόβος κατάψυξις τοῦ αὐτοῦ τούτου αἵματος. καὶ διὰ τὸ εἶναι πάντα ταῦτα σωματικὰ πάθη, εἰπὼν διὰ τί οὐκ ἀποκαθίστανται ῥᾳδίως οἱ ἀναμιμνῃσκόμενοι, ἀλλὰ παρενοχλοῦνται, καίπερ πάνυ ἐπέχοντες τὴν διάνοιαν καὶ μὴ ἐῶντες αὐτὴν εἰς ζήτησιν τρέπεσθαι τοῦ πράγματος, λέγει καί, διὰ τί οἱ ὀργιζόμενοι καὶ οἱ φοβούμενοι οὐ ῥᾳδίως ἀποκαθίστανται καὶ ἐπανέρχονται εἰς τὴν προτέραν κατάστασιν, ἐν ᾗ ἐτύγχανον ὄντες πρὸ τῆς ὀργῆς καὶ τοῦ φόβου, ἀλλ’ ἐπὶ πολὺ διαμένουσι τῇ ὀργῇ καὶ τῷ φόβῳ. φησὶν οὖν δι’ ὃ καὶ ὀργαὶ καὶ φόβοι, τουτέστι διὰ τὸ εἶναι καὶ τὴν ὀργὴν καὶ τὸν φόβον σωματικὰ πάθη (ζέσις γὰρ ἡ μὲν ὀργή, ὡς εἴρηται, τοῦ περὶ τὴν καρδίαν αἵματος, κατάψυξις δὲ ὁ φόβος) οὐ ῥᾳδίως ἀποκαθίστανται· ὅταν γὰρ κινηθῶσιν ἡ ὀργὴ καὶ ὁ φόβος, τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘ὅταν γὰρ ζέσῃ ἢ τοὐναντίον πάθῃ τὸ περὶ τὴν καρδίαν αἷμα’, ἀντικινοῦσι τὴν καρδίαν καὶ ζεῖν ἢ ψυχρὰν εἶναι παρασκευάζουσι· δι’ ὃ οὐ καθίστανται ῥᾳδίως. οὐ γὰρ ῥᾳδίως τὸ ζέσαν αἷμα ἢ ψυχθὲν ἀποκαθίσταται εἰς τὸ κατὰ φύσιν, ἀλλ’ ἐπὶ τὸ αὐτὸ ἀντικινοῦσι, τουτέστιν ἀλλὰ θερμανθεῖσα ἡ καρδία ὑπὸ τοῦ αἵματος ἀντιθερμαίνει αὐτό· τὸ γὰρ αἷμα θερμανθὲν καὶ τὴν καρδίαν θερμῆναν πάλιν ἀντιθερμαίνεται ὑπ’ αὐτῆς. στερροτέρα γὰρ οὖσα καὶ σωματωδεστέρα ἡ καρδία μᾶλλον καὶ θερμαίνεται καὶ φυλάττει τὴν θερμότητα ἤπερ τὸ ἐν αὐτῇ αἷμα ἢ πνεῦμα. ἐκεῖνο μὲν γὰρ ὡς λεπτότερον θερμαίνεται ταχύτερον, αὕτη δὲ ὡς σωματωδεστέρα μᾶλλον. θερμαίνεται μὲν οὖν ἡ καρδία, ἡ δὲ πάλιν ἐπὶ τὸ αὐτὸ κινεῖ, τουτέστιν ἡ δὲ πάλιν ἀντιθερμαίνει. καὶ ἔοικε τὸ πάθος τό τε ἐν τῇ ἀναμνήσει καὶ τὸ ἐν ταῖς ὀργαῖς καὶ φόβοις τοῖς ᾀδομένοις μέλεσι καὶ λεγομένοις ὀνόμασι. Σαφῆ δὲ τὰ ἑξῆς, τὸ δὲ ἔτι δὲ τὰ παιδία καὶ νανώδη ἐστὶ μέχρι πόρρω τῆς ἡλικίας ἴσον ἐστὶ τῷ ‘διὰ τοῦτο τὰ παιδία μέχρι πόρρω ἐστὶν ἀμνήμονα, ὅτι καὶ νανώδη μέχρι πόρρω ἐστίν’.

“因此,怒气与恐惧也是如此,一旦被运动起来,由于这些东西再次反向运动,便不会平息。” 回忆、怒气与恐惧都是身体性的感受,怒气是心脏中血液的沸腾,而恐惧则是这同一血液的冷却。由于所有这些都是身体性的感受,在说明了回忆者即便极力克制心思、不让其转向对该事物的探求,却为何不易恢复原状、反而受到困扰之后,他也说明了发怒者与恐惧者为何不易恢复原状并返回到他们在怒气与恐惧之前恰好所处的那先前状态,而是在怒气与恐惧中停留许久。因此他说,“因此,怒气与恐惧也是如此”——也就是说,由于怒气与恐惧也是身体性的感受(因为正如所说,怒气是心脏周围血液的沸腾,而恐惧则是冷却)——“不易平息”。因为每当怒气与恐惧被运动起来——而这与“每当心脏周围的血液沸腾或遭受相反的情况”乃是同一回事——它们便反向运动心脏,使其沸腾或处于寒冷状态;因此它们不易平息。因为沸腾或冷却了的血液不易恢复到合乎自然的状态,而是朝同一效果反向运动,也就是说,心脏被血液加热后,反过来加热血液;因为血液被加热并加热了心脏之后,再次被心脏反过来加热。因为心脏更坚实且更具身体质,因而比其内部的血液或气息受到更大的加热并更能保持热量。因为后者作为较稀薄者加热得更快,而前者作为更具身体质者加热得更充分。因此心脏被加热,而它又再次朝同一效果运动,也就是说,它又再次反过来加热。回忆中的感受以及怒气与恐惧中的感受,类似于被咏唱的曲调和被说出的词名。其后的文句是清楚的,而“此外,孩童直到年龄很大时也是如侏儒般的”等同于“孩童直到年龄很大时记忆力不好,正是由于他们直到年龄很大时也是如侏儒般的”。

语法注2 条
  1. 1.41αἴτιον δὲ τοῦ βούλεσθαι πολλάκις ἡμᾶς ἀναμνησθῆναι, μὴ δύνασθαι δὲ τό

    该句的句法骨架由表语名词 αἴτιον、表示对象与范围的属格化不定词短语 τοῦ βούλεσθαι ... μὴ δύνασθαι δέ,以及起前指引介作用、将后文名词化的中性单数冠词 τό 构成。后续的 ὥσπερ ... οὕτω καί 相应结构构成了由该 τό 所统领的实际主语从句。

  2. 1.42ἀντικινούντων πάλιν τούτων

    引文中的独立属格短语。米海尔据此解释为身体器官之间相互的反作用运动:血液加热了心脏,而心脏反过来再次加热血液(ἀντιθερμαίνει)。因此,主动态分词 ἀντικινούντων 表示这些身体成分相互反向运动、彼此反作用的循环性物理过程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:39.27-41.6