- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:2.31-4.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔探讨了留在第一感觉器官中的印记(残留物)与想象的关系,将想象界定为想象官能针对印记的现实活动而非印记本身,并阐明了感觉、想象、记忆与回忆之间的区别与联系。
τί δ’ ἐστὶν ἡ φαντασία, ὧδε γνωρίσαιμεν ἄν· δεῖ νοεῖν γίνεσθαι ἐν ἡμῖν ἀπὸ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αἰσθητὰ οἷον τύπον τινὰ καὶ ἀναζωγράφημα ἐν τῷ πρώτῳ αἰσθητηρίῳ· τοῦτο δὲ τὸ πρῶτον αἰσθητήριόν ἐστιν ἡ καρδία, ἐν ᾗ ἡ αἰσθητικὴ δύναμις τῆς ψυχῆς ἐστι.1 γίνεται οὖν ζωγράφημά τι ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, ἐγκατάλειμμά τι ὂν τοῦτο τὸ ζωγράφημα τῆς ὑπὸ τοῦ αἰσθητοῦ γινομένης κινήσεως, ὃ καὶ μηκέτι τοῦ αἰσθητοῦ παρόντος ὑπομένει τε καὶ σῴζεται ὂν ὥσπερ εἰκών τις αὐτοῦ, ὃ καὶ τῆς μνήμης ἡμῖν σῳζόμενον αἴτιον γίνεται. τὸ δὲ τοιοῦτον ἐγκατάλειμμα καὶ τὸν τοιοῦτον ὥσπερ τύπον φαντασίαν καλοῦσι. δι’ ὃ καὶ ὁρίζονται τὴν φαντασίαν τύπωσιν ἐν ψυχῇ καὶ τύπωσιν ἐν ἡγεμονικῷ. μήποτε δὲ οὐχ ὁ τύπος αὐτός ἐστιν ἡ φαντασία,2 ἀλλ’ ἡ περὶ τὸν τύπον τῆς φανταστικῆς δυνάμεως ἐνέργεια. εἰ γὰρ ἦν αὐτὸς ὁ τύπος ἡ φαντασία, ἦμεν ἂν ἐν φαντασίᾳ καὶ μὴ ἐνεργοῦντες περὶ αὐτόν, ἔχοντες δὲ αὐτόν· καὶ ἅμα ἂν ἦμεν ἐν πλείοσι φαντασίαις καὶ τοσαύταις, ὅσων τὸν τύπον σῴζομεν. ἔτι ἤτοι τὴν γινομένην νῦν τύπωσιν φαντασίαν λέγουσιν ἢ τὴν γεγονυῖαν ἤδη καὶ οὖσαν. ἀλλ’ εἰ μὲν τὴν γινομένην νῦν, τὴν αἴσθησιν ἂν λέγοιεν τὴν κατ’ ἐνέργειαν φαντασίαν, εἰ δὲ τὴν γεγονυῖαν καὶ σῳζομένην, τὴν μνήμην. ἀλλ’ εἴη ἂν ὡς ἐπὶ τῆς αἰσθήσεως· ὡς γὰρ ἐπ’ ἐκείνης ἔστι μέν τι αἰσθητόν, ἔστι δέ τις καὶ δύναμις αἰσθητική, ἔστι δὲ καὶ ἐνέργεια δυνάμεως περὶ τὸ αἰσθητόν, ἣν καλοῦμεν αἴσθησιν, ὁμοίως δὲ καὶ ἐπὶ τῆς νοήσεως νοητὸν μὲν τὸ πρᾶγμα, νοῦς δὲ ἡ δύναμις, νόησις δὲ ἡ τοῦ νοῦ περὶ τὸ νοητὸν ἐνέργεια, οὕτως δὲ ὑποληπτέον ἔχειν καὶ περὶ τῆς φαντασίας, τὸ μέν τι εἶναι φανταστόν (τοῦτο δ’ ἂν εἴη τὸ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινόμενον ἐγκατάλειμμα καὶ οἱονεὶ ζωγράφημα, ἀνάλογον ὂν τῷ αἰσθητῷ τε καὶ νοητῷ), τὸ δὲ φανταστικὴν δύναμιν, ἀνάλογον ὂν καὶ αὐτὸ τῇ αἰσθητικῇ δυνάμει καὶ τῷ νῷ, τὸ δὲ φαντασίαν3 οὖσαν καὶ αὐτὴν ἀνάλογον τῇ αἰσθήσει καὶ τῇ νοήσει, ἐνέργειαν οὖσαν τῆς φανταστικῆς δυνάμεως περὶ τὰ φανταστά· ὑπόκειται γὰρ τῇ φανταστικῇ δυνάμει τὰ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινόμενα ἐγκαταλείμματα, ὡς ὄντα τινὰ αἰσθητὰ ἐντός, ὡς τῇ αἰσθητικῇ τὰ αἰσθητὰ ὄντα ἐκτός. καλεῖται δὲ τὰ τοιαῦτα ἐγκαταλείμματα κατ’ ἐνέργειαν αἴσθησις, ὅτι τῆς αἰσθητικῆς ἐνεργείας ταῦτ’ ἐστὶν ἔργα· καὶ τὸ κατ’ ἐνέργειαν αἰσθέσθαι ἐστὶ τὸ τὸν τύπον τούτων σχεῖν ἐν αὑτῷ ἀπὸ τῶν αἰσθητῶν ἐκτὸς ὄντων. ἡ δὲ φανταστικὴ δύναμίς ἐστιν ἡ αὐτὴ κατὰ τὸ ὑποκείμενον τῇ αἰσθητικῇ, τῷ λόγῳ μέντοι διαφέρουσα· αἰσθητικὴ μὲν γάρ ἐστιν, καθ’ ὅσον τῶν αἰσθητῶν παρόντων ἐστὶν ἀντιληπτικὴ μόνον, φανταστικὴ δέ, καθ’ ὅσον, ὡς ἐκείνη περὶ τὰ αἰσθητὰ ἐκτὸς ὄντα ἐνεργεῖ, οὕτω καὶ αὕτη περὶ τὰ φανταστά, ὄντα ἐν τῷ ἔχοντι αὐτὰ σώματι ὥσπερ αἰσθητὰ αὐτῇ, εἰ καὶ μὴ παρείη ἔτι τὰ αἰσθητά. ὅταν μὲν γὰρ παρόντων τῶν αἰσθητῶν ἡ ἐνέργεια αὕτη γίνηται, αἴσθησις γίνεται (ἡ γὰρ διὰ τοῦ αἰσθητηρίου παρόντος τοῦ αἰσθητοῦ ἐν τῷ αἰσθητικῷ γινομένη ἐνέργεια τῆς αἰσθητικῆς ψυχῆς αἴσθησίς ἐστι· δι’ ὃ καὶ ταὐτὸν εἶναι δοκεῖ ἥ τε αἴσθησις καὶ ἡ φαντασία)· ὅταν δὲ μηκέτι τοῦ αἰσθητοῦ παρόντος ἡ ἐνέργεια τῆς αἰσθητικῆς ψυχῆς γίνηται περὶ τὸ γινόμενον ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐγκατάλειμμα ὡς αἰσθητόν τι, φαντασία τότε. ἡ δὲ περὶ τὸ αὐτὸ τοῦτο ἐγκατάλειμμα ἐνέργεια, ὅταν μὴ ἁπλῶς ὡς τοιοῦτον γίνηται, ἀλλὰ καὶ ὡς ἀπ’ ἄλλου τινὸς ἐγγινόμενον, τὸ μὲν μνήμη, τὸ δὲ ἀνάμνησίς ἐστι. μνήμη γάρ ἐστι κατοχὴ φαντάσματος ὡς εἰκόνος οὗ τὸ φάντασμα· τῆς γὰρ φαντασίας πολλάκις γινομένης συνίσταται μνήμη. διαφέρει δὲ μνήμης ἀνάμνησις τῷ τὴν ἀνάμνησιν εἶναι ἀνανέωσιν προτέρας μνήμης, ἐπὰν λήθη γενομένη τὸ συνεχὲς ἀναλύσῃ· καὶ ἔστιν αἴτιον ἀναμνήσεως ἡ τῶν πρώτων κινήσεων ἀνανέωσις.
至于想象是什么,我们或许可以通过如下方式来认识:应当认为,在我们之内,由围绕被感觉对象的现实活动,在第一感觉器官中产生了一种印记和犹如描绘之物;而这第一感觉器官就是心脏,灵魂的感觉官能便存在于其中。于是在第一感觉器官中产生了一种图画,这幅图画是被感觉对象所产生的运动的一种残留物,它即使在被感觉对象不再在场时,依然留存并被保存下来,犹如它的某种影像,而它被保存下来,也成为我们产生记忆的原因。这种残留物以及这种犹如印记之物,人们称之为想象;为此他们也将想象定义为“灵魂中的印记”和“统治部分中的印记”。然而或许,印记本身并非想象,而是想象官能围绕印记的现实活动才是想象。因为如果印记本身就是想象,那么即使我们没有针对它进行现实活动,而只是拥有它,我们也会处于想象之中;并且我们将同时处于多种想象之中,其数量与我们所保存的印记一样多。此外,人们要么把现在正在产生的印记称为想象,要么把已经产生且存在着的印记称为想象。然而,如果指现在正在产生的,他们就是在把现实的感觉称为想象;如果指已经产生且被保存的,他们就是在把记忆称为想象。相反,情况应当正如感觉的情形那样:因为正如在感觉的情形中,一方面有某种被感觉对象,另一方面有某种感觉官能,此外还有官能围绕被感觉对象的现实活动,我们称之为感觉;同样,在思考的情形中,事物是可思对象,官能是理智,而理智围绕可思对象的现实活动是思考;因此也应当认为关于想象亦是如此:其一是可想象对象(这当是由现实的感觉产生的残留物和犹如画作之物,与被感觉对象及可思对象相类似),其二是想象官能,它自身也与感觉官能及理智相类似,其三是想象,它自身也与感觉及思考相类似,乃是想象官能围绕可想象对象的现实活动。因为由现实的感觉产生的残留物,作为内在的某些被感觉对象,成为想象官能的基础,正如外在的被感觉对象成为感觉官能的基础一样。而这样的残留物被称为现实的感觉,是因为它们是感觉现实活动的产物;所谓在现实中感觉,就是从外在的被感觉对象那里,在自身中具有关于它们的印记。而想象官能与感觉官能就基质而言是同一个,但在定义上却相异:因为它仅在被感觉对象在场时能够加以领会这一限度上是感觉官能;而正如前者围绕外在的被感觉对象活动一样,后者也围绕可想象对象活动——这些可想象对象存在于拥有它们的身体之中,如同对它而言的被感觉对象,即使被感觉对象不再在场——在这一限度上它是想象官能。因为,当这一现实活动在被感觉对象在场时发生,产生的便是感觉(因为当被感觉对象在场时,感觉灵魂通过感觉器官在感觉部分中所产生的现实活动乃是感觉;正因如此,感觉与想象似乎是相同的);而当被感觉对象不再在场时,感觉灵魂围绕由现实感觉所产生的残留物、作为某种被感觉对象而产生现实活动,此时便是想象。而围绕这同一个残留物的现实活动,当它不仅单纯作为这样的对象产生,而且也作为源自另一事物而产生时,在一种情形下是记忆,在另一种情形下是回忆。因为记忆乃是将表象作为它是其表象之物的影像而加以保持;因为通过想象多次发生,便构成了记忆。而回忆与记忆的区别在于:每当遗忘发生并瓦解了连续性时,回忆乃是对先前的记忆的更新;而最初运动的更新乃是回忆的原因。
- 1.0τὸ μὲν μνήμη, τὸ δὲ ἀνάμνησίς ἐστι
τὸ μέν ... τὸ δέ 在此处作副词性对比使用,意为“在一种情形下是记忆,在另一种情形下是回忆”(或“一者为记忆,另一者为回忆”)。这对应着前文所述将残留物作为源自他物的影像之现实活动所分成的两种方式:单纯的保持(记忆)与中断后的更新(回忆)。
- 1.0μήποτε δὲ οὐχ ὁ τύπος αὐτός ἐστιν ἡ φαντασία
μήποτε 在此处并非表达怀疑或反问,而是古代注解家常用的委婉断言或修正性提议(“然而或许……”)。它用来针对前文刚提及的斯多亚派定义(灵魂或统治部分中的印记),提出作者自身的立场,即将作为静态残留物的印记本身与作为官能之现实活动的动态想象区分开来。
- 1.0οὕτως δὲ ὑποληπτέον ἔχειν καὶ περὶ τῆς φαντασίας, τὸ μέν τι εἶναι φανταστόν ... τὸ δὲ φανταστικὴν δύναμιν ... τὸ δὲ φαντασίαν
动词性形容词 ὑποληπτέον 支配带不定式的宾格结构,并列了三个部分:τὸ μέν τι εἶναι φανταστόν、τὸ δὲ [εἶναι] φανταστικὴν δύναμιν 和 τὸ δὲ [εἶναι] φαντασίαν。这一三重骨架与前文所述的感觉三要素(被感觉对象、感觉官能、感觉)及理智三要素(可思对象、理智、思考)构成了严格的类比(ἀνάλογον)对应。
