- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:37.30-39.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了记忆与回忆的定义性区别,阐明回忆因涉及推论与深思熟虑而为人类所独有,并通过抑制后依然持续的精神骚扰及忧郁质者的例子,论证回忆是牵涉心脏物理运动的身体性感受。
" Τοῦτο γὰρ ἦν αὐτὸ τὸ μεμνῆσθαι." Τουτέστι ‘τοῦτο γάρ ἐστι μνήμη τὸ μεμνημένον μὴ λανθάνειν, ἀλλ’ εἰδέναι ὅτι μέμνηται’. οὐκ ἄρα οὖν ἐστι, φησί, μνήμη ἢ ἀνάμνησις, ἐὰν εἴτε ἡ τοῦ πράγματος γένηται κίνησις χωρὶς τῆς τοῦ χρόνου κινήσεως εἴτε ἡ τοῦ χρόνου χωρὶς τῆς τοῦ πράγματος. τὸν δὲ χρόνον ὁτὲ μὲν οὐ μεμνήμεθα ἀορίστως, ἀλλ’ ὡρισμένως, ὁτὲ δὲ οὐχ ὡρισμένως, ἀλλ’ ἀορίστως. τὸ δὲ πότε τῷ ποσῷ μέτρῳ ἴσον ἐστὶ τῷ ‘ὡρισμένῳ μέτρῳ’.
“因为这本身就是记忆。” 这就是说:“因为‘记住了的人并非未意识到,而是知道自己在记忆’,这就是记忆”。他说,因此,无论事物的运动是在没有时间的运动的情况下发生,还是时间的运动是在没有事物的运动的情况下发生,记忆或回忆都不存在。至于时间,有时我们并非不确定地而是确定地记忆,有时则并非确定地而是不确定地[记忆]。而“何时以量的尺度”等同于“以确定的尺度”。
"Διαφέρει δὲ τὸ μνημονεύειν τοῦ ἀναμιμνῄσκεσθαι, οὐ μόνον κατὰ τὸν χρόνον." Οὐ μόνον, φησί, κατὰ τὸν χρόνον διαφέρουσιν μνήμη καὶ ἀνάμνησις (πρότερον γὰρ τῷ χρόνῳ μνήμη ἀναμνήσεως τῷ ἀνανέωσιν μνήμης εἶναι τὴν ἀνάμνησιν), ἀλλ’ ὅτι καὶ μόνος ὁ ἄνθρωπος ἀναμιμνῄσκεται. καὶ δείκνυσιν ὅτι μόνος ὁ ἄνθρωπος ἀναμιμνῄσκεται, οὕτω πως τὴν δεῖξιν προάγων· ᾧ τὸ ἀναμιμνῄσκεσθαί ἐστι, τούτῳ καὶ τὸ συλλογίζεσθαι·1 ὡς γὰρ ὁ συλλογιζόμενος τήνδε τὴν πρότασιν συνάπτει μετὰ τῆσδε, οὕτω καὶ ὁ ἀναμιμνησκόμενος τὰ ἐλάττονα τοῖς μείζουσιν. ᾧ δὲ τὸ συλλογίζεσθαι, τούτῳ καὶ τὸ ζητεῖν· ὁ γὰρ συλλογιζόμενος ζητῶν τι συλλογίζεται. ᾧ δὲ τὸ ζητεῖν, καὶ τὸ βουλεύεσθαι· ὁ γὰρ βουλευόμενος ζητεῖ. ᾧ ἄρα τὸ ἀναμιμνῄσκεσθαι, τούτῳ καὶ τὸ βουλεύεσθαι· μόνος δὲ ὁ ἄνθρωπος βουλεύεται, μόνος ἄρα καὶ ἀναμιμνήσκεται.
“但是,记忆与回忆不仅在时间上有所不同。” 他说,记忆与回忆不仅在时间上有所不同(因为在时间上记忆先于回忆,由于回忆是对记忆的更新),而且还在于唯有人能够回忆。他在表明唯有人能够回忆时,大致作如下论证:凡是回忆所属者,进行推论也属于他;因为正如推论者将这一前提与那一前提联结起来,同样回忆者也将较小的事物与较大的事物联结起来。凡是进行推论所属者,进行探求也属于他;因为推论者是在探求某物时进行推论的。凡是进行探求所属者,进行深思熟虑也属于他;因为深思熟虑者是在探求。因此,凡是回忆所属者,深思熟虑也属于他;然而唯有人深思熟虑,因此唯有人能够回忆。
"Ὅτι δὲ σωματικόν τι τὸ πάθος καὶ ἡ ἀνάμνησις ζήτησις ἐν τοιούτῳ φαντάσματος." Τὸ ἀναμιμνήσκεσθαι ὅτι τῆς διανοίας ἐστίν, ἤδη δέδεικται· τὸ γὰρ βουλεύεσθαι νοῦ, οὗ καὶ τὸ ἀναμιμνήσκεσθαι. ἀλλ’ ἐπεὶ χωρὶς φαντασίας τοῦτο ποιῆσαι ἀδυνατεῖ (τὰ γὰρ ἐν τῇ καρδίᾳ εἴδωλα κινοῦσα, ἅπερ εἰσὶν ἡ φαντασία, ἀναμιμνήσκεται), πάνυ ἀκριβῶς εἴρηται, ὅτι σωματικόν τι τὸ πάθος· αὐτὴν γὰρ τὴν καρδίαν καὶ τὸ ἐν αὐτῇ πνεῦμα, ἐν οἷς τὰ εἴδωλα ὡς εἴδη τρόπον τινὰ τυγχάνει ὄντα, κινοῦσα ἡ ἀνάμνησις γίνεται. ὅτι οὖν, φησίν, ἡ ἀνάμνησις ζήτησίς ἐστι φαντάσματος ἐν τοιούτῳ, τουτέστι ἐν σώματι ὄντι (ὡς γὰρ ὁ βουλόμενος ἀναγνῶναι τὸν τοιονδὶ λόγον ἐν τῷ βιβλίῳ ζητεῖ τὰ ἐν τῷ χάρτῃ γράμματα, οὕτω καὶ ἡ διάνοια· ἀνάλογον γὰρ ὁ χάρτης τῇ καρδίᾳ, τὰ δὲ γράμματα τοῖς φαντάσμασιν, ἡ δὲ διάνοια τῷ ἀναγινώσκοντι), ὅτι οὖν σωματικὸν ἡ ἀνάμνησις, σημεῖον τὸ παρενοχλεῖν ἐνίους, ἐπειδὰν μὴ δύνωνται ἀναμνησθῆναι, τὸ παρενοχλεῖν ἀντὶ τοῦ παρενοχλεῖσθαι νῦν ληφθέν· ἢ οὐκ ἀντὶ τοῦ παρενοχλεῖσθαι εἴληπται, ἀλλ’ οὕτως ἁπλῶς· παρενοχλεῖ γὰρ ἡμᾶς ἡ τοιαύτη κίνησις.2 κινεῖ γὰρ πολλάκις ἡ διάνοια βουλομένη ἀναμνησθῆναι τοὺς τύπους, καὶ πολλὰ πονήσασα καὶ μὴ δυνηθεῖσα εὑρεῖν παύεται τῆς ζητήσεως καὶ ἐπέχει ἑαυτήν, ὥστε μηκέτι ζητεῖν, ὥσπερ τις ὅταν ἑαυτὸν κατάσχῃ μὴ φαγεῖν. ὅμως, καίπερ ἑαυτὴν κατέχουσα, τὰ κινηθέντα οὐδὲν ἧττον αὐτὴν παρενοχλεῖ, ἀλλὰ καὶ μᾶλλον, ὥσπερ ἡ πεῖνα τὸν πεινῶντα. μᾶλλον γὰρ τότε ἡμᾶς παρενοχλοῦσι, παρ’ ὅπερ ὅταν ἐπιχειρῶμεν ἀναμιμνήσκεσθαι, τοιοῦτόν τι πάσχοντες, ὁποῖον καὶ ἐν ταῖς μελέταις· πολλάκις γὰρ εἰπὼν ὄνομα, οἷον χερμάδιον φέρε εἰπεῖν, καὶ παυσάμενος τοῦ λέγειν καὶ μηκέτι βουλόμενος εἰπεῖν, ὅμως ἐπέρχεταί μοι πάλιν λέγειν χερμάδιον. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐν ταῖς ἀναμνήσεσι· παυσάμενοι γὰρ καὶ τὴν διάνοιαν ἐπέχοντες καὶ μὴ ὅλως ἐπιχειροῦντες ἀναμνησθῆναι, ὅμως παρενοχλοῦσιν ἡμᾶς τὰ κινηθέντα καὶ βιάζουσιν ἡμᾶς πρὸς αὐτὰ τρέπεσθαι. τοῦτο δ’ οὐκ ἂν ἐγίνετο, εἰ μὴ σωματικὸν ἦν τὸ πάθος· οὐδὲν γὰρ ἀσώματον κινεῖται καθ’ αὑτό. κινηθείσης γὰρ τῆς καρδίας ἢ τοῦ ἐν αὐτῇ ὑγροῦ (οὐδὲν γὰρ διαφέρει ταύτης ἢ τούτου λέγειν), κινηθείσης δ’ οὖν ἢ κινηθέντος ἐν τῷ ἐπιχειρεῖν ἡμᾶς ἀναμιμνήσκεσθαι (τρόπον ὃν καὶ τὸ βιβλίον ἐν τῇ ἀναπτύξει, ἐπειδὰν μέλλωμεν ἀναγνῶναι) οὐκέτι ῥᾳδίως καθίσταται καὶ εἰς ἠρεμίαν ἄγεται, ἀλλὰ κινουμένη πάλιν παρενοχλεῖ καὶ βιάζεται πάλιν εἰς κίνησιν τοῦ πράγματος τρέπεσθαι, καίτοι τὴν διάνοιαν ἐπέχοντες,3 τοιοῦτόν τι πάσχοντες, ὥσπερ ἂν ἡμῶν μὴ ἐθελόντων ἕλκῃ τις ἡμᾶς πρὸς αὐτὸν ἐστράφθαι. μάλιστα δὲ ἐνοχλοῦνται οἱ μελαγχολικοὶ διὰ τὸ εἶναι εὐκίνητοι· ἐν πολλῇ γὰρ ὄντες κινήσει, ὡς ἐρεῖ ἐν τῷ Περὶ ὕπνου (ἡ γὰρ μελαγχολία πνεύματος πολλοῦ καὶ παχέος ἐστὶ κίνησις), ἐπειδὰν ἑνὸς φαντάσματος κίνησις γένηται, εὐθὺς σωρηδὸν ἀνεγείρονται πάμπολλα διὰ τὴν τοῦ ἐν τῇ καρδίᾳ ὑγροῦ εὐκινησίαν, ἃ παρενοχλοῦντα τὴν διάνοιαν καίτοι ἐπέχοντας ἔπεισιν ἡμῖν πάλιν εἰς ζήτησιν τρέπεσθαι.
“而这一感受是某种身体性的东西,且回忆是在这样一种东西中心像的探求。” 回忆属于心思,这一点已经被表明;因为深思熟虑属于理智,回忆也属于理智。但既然不借助想象便无法做到这一点(因为心思是通过运动在心脏中的影像来进行回忆的,而这些影像本身就是想象),所以说这一感受是某种身体性的东西,乃是极其准确的;因为回忆是在运动心脏本身及其中的气息时发生的,影像作为某种形式正好存在于其中。他说,因此,回忆是在这样一种东西中、即在身体中对心像的探求(因为正如意图在书中阅读如此这般的言论的人寻找纸页上的文字,心思也是如此;因为纸页相应于心脏,文字相应于心像,而心思相应于阅读者)——回忆是身体性的,其证据便在于,每当某些人无法回忆时,[这种运动]会困扰他们。这里的“困扰”如今被用来代替“受到困扰”;或者它并不是被用来代替“受到困扰”,而是仅仅如此表述:因为这样一种运动困扰着我们。因为心思意图回忆时常常运动那些印迹,在经历诸多辛劳而未能寻获后,便停止探求,并克制自身以致不再探求,正如同某人克制自己不去进食一样。然而,尽管它克制着自身,那些被运动起来的东西丝毫不减地困扰着它,甚至更为困扰,正如饥饿[困扰]饥饿者一样。因为比起我们正试图回忆的时候,它们那时更加困扰我们,这是由于经历着某种类似于在修辞演练中所发生的情态;因为〔我〕常常在说出一个名字(比如且说是“投石”)之后,停止了说话并不再意图说出它,然而再次说出“投石”的念头依然降临于我。因此,正如在这些情形中一样,在回忆中也是如此;因为尽管我们停止了并克制着心思,全然不再试图回忆,那些被运动起来的东西依然困扰着我们,并强迫我们转向它们。如果这一感受不是身体性的,这种情况就不会发生;因为没有任何非身体性的东西因自身而运动。因为当心脏或其内部的流体被运动起来时(无论是说这个还是说那个都没有区别),无论如何,当它在我们正试图回忆时被运动起来(正如书本在我们即将阅读而展开时也被运动起来那样),它就不再容易平息并导入静止,反而在继续运动中再次困扰,并强迫人们再次转向该事物的运动,尽管我们克制着心思,经历着某种情态,就好像在我们不情愿时有人将我们拉向他自身而转过去一样。而忧郁质的人受困扰最甚,因为他们容易被运动;因为他们处于巨大的运动之中,正如他将在《论睡眠》中所说(因为忧郁质是大量而浓厚的气息的运动),每当一个心像的运动发生,由于心脏中流体的易动性,极其繁多的东西便立刻成堆地被唤醒,这些东西困扰着心思,尽管〔我们〕克制着自己,却降临于我们而强迫我们再次转向探求。
- 1.39ᾧ τὸ ἀναμιμνῄσκεσθαί ἐστι, τούτῳ καὶ τὸ συλλογίζεσθαι
关系代词与格 ᾧ 和指示代词与格 τούτῳ 是领有者与格(“属于……”),构成将回忆依次联结到推论、探求与深思熟虑的连锁推论(sorites)的第一前提。主语是带中性冠词的不定词 τὸ ἀναμιμνῄσκεσθαι。
- 1.40τὸ παρενοχλεῖν ἀντὶ τοῦ παρενοχλεῖσθαι νῦν ληφθέν· ἢ οὐκ ἀντὶ τοῦ παρενοχλεῖσθαι εἴληπται, ἀλλ’ οὕτως ἁπλῶς· παρενοχλεῖ γὰρ ἡμᾶς ἡ τοιαύτη κίνησις
关于亚里士多德原文(453a15)中的主动不定词 τὸ παρενοχλεῖν,米海尔考察了两种句法解读:(1) 主动形式代替被动意义(παρενοχλεῖσθαι,“受到困扰”);(2) 保持主动及及物用法,以前文所述的身体运动(ἡ τοιαύτη κίνησις)为隐含主语,以 ἐνίους 为宾语(“[运动]困扰某些人”)。米海尔通过“或者并非……而是仅仅如此”倾向于后者,各语言译文据此统一定调。
- 1.40καίτοι τὴν διάνοιαν ἐπέχοντες
由 καίτοι 引出的分词 ἐπέχοντες 为主格复数;它并未在语法上与主导动词 βιάζεται 的主语一致,而是以受到影响的“我们”(ἡμᾶς)作为逻辑主语,呈现出依意一致(constructio ad sensum)或破格句(anacoluthon)。紧随其后的主格分词 πάσχοντες 同样呼应这一隐含的第一人称复数主体。
