- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:36.3-37.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了亚里士多德用字母图示的思索对象与时间的比例关系(452b20–22),随后阐明唯有在事物与时间的双重运动同时发生时才构成记忆活动(452b23),并通过重构452b24有省减的文句,论述了记忆中发生的两种欺骗情形(关于幻象、时间或地点的误认,以及未意识到自己在记忆)。
" Ἐὰν δὲ τὴν ΖΗ βούληται νοῆσαι." Ὃ λέγει δυνάμει τοιοῦτόν ἐστι· ὥσπερ τὴν ΑΒ ΒΕ καὶ τὴν ΑΓ ΓΔ κινουμένη ἡ διάνοια καὶ τὸν ΚΘ ΚΜ προσῃσθάνετο χρόνον,1 οὕτως ἂν τὴν ΖΗ, τουτέστιν ἂν τὴν ΑΖ ΖΗ βούληται νοῆσαι, τὴν μὲν ΒΕ, τουτέστι τὴν ΓΒ ΒΕ, ὁμοίως νοεῖ, ὥσπερ εἴπομεν, μετὰ τοῦ συναισθάνεσθαι τοῦ ΘΜ χρόνου. ἀντὶ δὲ τῶν ΘΙ, ἤτοι ἀντὶ δὲ τοῦ ΘΜ (μετέλαβε γὰρ ἀντὶ τοῦ Μ, ὡς εἴρηται, τὸ Ι), ἀντὶ οὖν τοῦ ΘΜ ἢ ἀντὶ τοῦ ΘΙ τὸ ΚΛ νοεῖ. ἐπειδὴ γὰρ ὁ ΘΙ χρόνος τῆς ΓΒ ΒΕ ἦν, ὁ δὲ ΚΛ τῆς ΑΖ ΖΗ, κινεῖται δὲ τὴν ΑΖ ΖΗ, δηλονότι τὴν ΚΛ κινηθήσεται, καὶ οὐ τὴν ΘΙ. τὸ δὲ κατάλληλον τῆς αὗται γὰρ ἔχουσιν ὡς ΖΑ πρὸς ΒΑ τοιοῦτον· αὗται γὰρ αἱ ΚΛ ἔχουσι πρὸς τὴν ΚΜ ἢ ΚΙ, ὡς ἡ ΑΖ πρὸς ΑΒ.
“如果他意图思索ΖΗ。” 他所说的实质上是这样的:正如心思沿着ΑΒ、ΒΕ以及ΑΓ、ΓΔ被运动时也附加知觉到时间ΚΘ、ΚΜ,同样,如果他意图思索ΖΗ,即如果他意图思索ΑΖ、ΖΗ,他同样思索ΒΕ,即ΓΒ、ΒΕ,正如我们所说,伴随着对时间ΘΜ的共同知觉。但代替ΘΙ,或者说代替ΘΜ(因为如前所述,他取了Ι来代替Μ),因此代替ΘΜ或代替ΘΙ,他思索ΚΛ。因为既然时间ΘΙ属于ΓΒ、ΒΕ,而ΚΛ属于ΑΖ、ΖΗ,且他是沿着ΑΖ、ΖΗ被运动的,显然他将沿着ΚΛ被运动,而不是沿着ΘΙ。而“因为这些正如同ΖΑ对ΒΑ”这一文句的呼应文理是这样的:因为这些ΚΛ对ΚΜ或ΚΙ的比例,正如同ΑΖ对ΑΒ。
"Ὅταν οὖν ἅμα ἥ τε τοῦ πράγματος γίνηται κίνησις καὶ ἡ τοῦ χρόνου, τότε τῇ μνήμῃ ἐνεργεῖ." Ὅταν οὖν, φησίν, ἅμα τῷ πράγματι καὶ τοῦ χρόνου γίνηται ἔννοια μέτρῳ ἢ ἀορίστως, τότε ἔστι μνήμη ἢ ἀνάμνησις· ἁρμόττει γὰρ τοῦτο λέγεσθαι κατ’ ἀμφοτέρων.
“因此,当事物的运动与时间的运动同时发生时,那时便在记忆中活动。” 因此他说,当关于时间的心念伴随着事物同时产生,无论是定度地还是不确定地,那时便存在记忆或回忆;因为这句话适合于就两者而言。
"Ἄν δ’ οἴηται μὴ ποιῶν μνημονεύειν." Ἐπειδὴ ἐλλιπῶς καὶ ἔτι ἀκαταλλήλως ἀπήγγελται τὰ ῥητά, δέον ἡμᾶς καταλλήλως παραγράψαι.2 ἔδει οὖν οὕτως ἔχειν· ἂν δ’ οἴηται μὴ ποιῶν μνημονεύειν, οὐκ ἔστι μνήμη· οὐδὲν γὰρ κωλύει διαψευσθῆναί τινα καὶ δοκεῖν μνημονεύειν μὴ μνημονεύοντα, ὥσπερ οὐδὲ ἐνεργοῦντα τῇ μνήμῃ μὴ οἴεσθαι, ἀλλὰ λανθάνειν μεμνημένον.3 τὸ μὲν οὖν πλῆρες καὶ τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον· καὶ γὰρ ἐν τῇ λέξει τῇ ἀλλὰ λανθάνειν μεμνημένον οὐκ ἔστι λείπει τὸ μνήμη, ἵν’ ᾖ· οὐκ ἔστι μνήμη. καὶ ἔστι τούτῳ συνεχὲς τὸ ἂν δ’ οἴηται μὴ ποιῶν μνημονεύειν, ὥσπερ καὶ παρεγράφη. ἐν δὲ τῇ λέξει τῇ ἐνεργοῦντα δὲ τῇ μνήμῃ λείπει πάλιν τὸ ὥσπερ, ἵν’ ᾖ ‘ὥσπερ οὐδὲ ἐνεργοῦντα τῇ μνήμῃ’. ἀλλὰ τὰ μὲν τῆς λέξεως τοιαῦτα. λέγει δὲ διττῶς γίνεσθαι τὴν ἀπάτην ἐν τῇ μνήμῃ, ὥστε δοκεῖν ὅτι μνημονεύομεν μὴ μνημονεύοντες. ἕνα μὲν τρόπον, ὅταν συγκατατίθηται ἡ ψυχή, ὅτι τοῦτο τὸ φάντασμα Σωκράτους ἐστὶν εἰκών, μὴ ὂν Σωκράτους, ἀλλὰ Θεαιτήτου· ὅμοιος γὰρ τῷ Σωκράτει Θεαίτητος. ἀλλὰ οἴεται μνημονεύειν, οὐ μνημονεύει δέ. οὐ μόνον δὲ ἂν περὶ τὸ φάντασμα γένηται ἡ ἀπάτη, οὐκ ἔστι μνήμη, ἀλλὰ καὶ περὶ τὸν τόπον ἢ τὸν χρόνον· οἷον ἀπὸ τοῦ Λυκείου πρὸ μηνός μοι ἐγεγόνει ὁδοιπορῆσαι, ἐγὼ δὲ ἀπὸ τῆς Στοᾶς πρὸ ἑβδομάδος ὑπολαμβάνω. οὐκ ἔστιν οὖν οὐδὲ τοῦτο μνήμη. ἕνα μὲν οὖν τρόπον οὕτως γίνεται ἡ ἀπάτη, ἄλλον δὲ ὅταν οὔτε περὶ τὸν χρόνον οὔτε περὶ τὸν τόπον ἀπατῶμαι, ἀλλὰ διὰ μόνον τὸ μὴ ἐννοεῖν ὅτι μνημονεύω. ὥσπερ γὰρ πολλάκις ἐννοῶν καὶ διαλογιζόμενός τι οὐχ ὁρῶ τὸν ἱστάμενον πρός με, οὕτω πάλιν συμβαίνει μεμνημένον μέ τινος μὴ ἐννοεῖν ὅτι μέμνημαι δι’ ἄλλην τινὰ κίνησιν καὶ ἐοικέναι με τότε τῷ ὀνειρώττοντι ἐν τοῖς ὕπνοις καὶ μὴ αἰσθανομένῳ ὅτι ὀνειρώττει. ἔστι δὲ τὸ ἂν δ’ οἴηται μὴ ποιῶν μνημονεύειν δηλωτικὸν τοῦ πρώτου τρόπου τῆς ἀπάτης. ἂν οὖν, φησίν, οἴηται μνημονεύειν μὴ ποιῶν μνήμην, οὐκ ἔστι μνήμη· ὁ γὰρ διαψευδόμενος περὶ τὸ φάντασμα ἢ τὸν τόπον ἢ τὸν χρόνον, μὴ ποιῶν μνήμην μηδ’ ὅλως μνημονεύων, οἴεται μνημονεύειν, οὐ μνημονεύει δέ. ὃ δὴ καὶ σαφηνίζων ἐπήγαγεν· οὐδὲν γὰρ κωλύει διαψευσθῆναί τινα καὶ δοκεῖν μνημονεύειν μὴ μνημονεύοντα. τὸ δὲ ἐνεργοῦντα δὲ τῇ μνήμῃ μὴ οἴεσθαι ἀλλὰ λανθάνειν μεμνημένον δηλωτικόν ἐστι τοῦ δευτέρου τρόπου. δεῖ δέ, ὡς εἴρηται, οὕτως ἀναγινώσκειν· ὥσπερ οὐδὲ ἐνεργοῦντα τῇ μνήμῃ. οὐδὲ γὰρ τότε κωλύει μεμνημένον μὴ οἴεσθαι ὅτι μέμνηται ἀλλὰ λανθάνειν.
“但若没有做出[这些运动]而自以为在记忆。” 由于这些言辞报告得有所省减且在句法上不够呼应连贯,我们有必要将它们呼应连贯地改写出来。因此原本应当作如下表述:“但若没有做出[它们]而自以为在记忆,则记忆并不存在;因为没有任何东西阻止某人受骗,并在没有记忆时显得在记忆,正如也没有任何东西阻止在记忆中活动的人并不自以为[在记忆],反倒未意识到自己在记忆一样”。因此,文本完整且呼应连贯的形态就是如此。因为在“反倒未意识到自己在记忆并不存在”这句话中,缺失了“记忆”,以便成为“记忆并不存在”。而紧接着此句的,正如前面所改写出的,乃是“但若没有做出[它们]而自以为在记忆”。而在“但在记忆中活动着”这句中,又缺失了“正如”,以便成为“正如也没有任何东西阻止在记忆中活动的人”。关于文句的方面乃是如此。另一方面,他说在记忆中的欺骗以两种方式发生,以致我们在没有记忆时显得是在记忆。一种方式是,当灵魂赞同“这一幻象乃是苏格拉底的肖像”,而它并不是苏格拉底的,乃是泰阿泰德的时;因为泰阿泰德与苏格拉底相似。但他自以为在记忆,其实并未记忆。不仅如果在幻象上发生欺骗则记忆并不存在,而且在地点或时间上发生欺骗时也是如此:例如,从吕刻昂出发散步对我而言本是发生于一个月前,但我却以为是发生于一周前从画廊出发。因此这也并非记忆。于是欺骗以一种方式是这样发生的;而以另一种方式发生,则是当我既未在时间上也未在地点上受骗,而仅仅是由于没有意识到自己在记忆。因为正如我经常在思考和推敲某事时没有看见站在我面前的人,同样,由于某种其他的运动,记起了某事的我也碰巧没有意识到自己在记忆,那时我便类似于在睡眠中做梦却不知觉到自己在做梦的人。而“但若没有做出[它们]而自以为在记忆”这句话,表明了欺骗的第一种方式。因此他说,如果某人没有做出记忆而自以为在记忆,记忆便不存在;因为在幻象、地点或时间上受欺骗的人,既没有做出记忆也全然没有在记忆,却自以为在记忆,其实并未记忆。为了澄清这一点,他确实接着补充道:“因为没有任何东西阻止某人受骗,并在没有记忆时显得在记忆”。而“但在记忆中活动着却并不自以为[在记忆]反倒未意识到自己在记忆”这句话,则表明了第二种方式。正如所说的那样,应当这样读作:“正如也没有任何东西阻止在记忆中活动的人”。因为即使在那时,也没有任何东西阻止记起了某事的人并不自以为在记忆,反倒未意识到这一点。
- 1.35ὥσπερ τὴν ΑΒ ΒΕ καὶ τὴν ΑΓ ΓΔ κινουμένη ἡ διάνοια καὶ τὸν ΚΘ ΚΜ προσῃσθάνετο χρόνον
阴性主格单数分词 κινουμένη 与主语 ἡ διάνοια 一致,宾格短语 τὴν ΑΒ ΒΕ 等表示运动所经的范围(同族/空间宾格)。未完成过去时 προσῃσθάνετο 构成比况句(ὥσπερ... οὕτως ἂν...)的前半部分。
- 1.37δέον ἡμᾶς καταλλήλως παραγράψαι
δέον 是无人称动词 δεῖ 的中性主格单数分词,省略系动词 ἐστί 而作主句谓语(“我们有必要呼应连贯地改写”),承接前面的 Ἐπειδὴ 原因从句。
- 1.37ὥσπερ οὐδὲ ἐνεργοῦντα τῇ μνήμῃ μὴ οἴεσθαι, ἀλλὰ λανθάνειν μεμνημένον
承接 οὐδὲν κωλύει 引导的带同宾格的不定式结构,在 ὥσπερ οὐδὲ 之后省略了 [οὐδὲν κωλύει];宾格分词 ἐνεργοῦντα 作为不定式 οἴεσθαι 和 λανθάνειν 的逻辑主语。λανθάνειν μεμνημένον 构成了带补充性分词的常见句式(“未意识到自己在记忆”)。
