← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§34.20-36.2

通过线段图示对记忆与时间比例对应的阐释

米海尔注解了《论记忆与回忆》452b17–19中关于运用线段字母图式讨论事物与时间的比例对应关系,澄清了亚里士多德因文句省略及字母标注混乱所带来的晦涩,阐明事物认知运动与时间知觉如何成比例且同时发生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.33

" Ὥσπερ οὖν εἰ τὴν Α Β Β Ε κινεῖται,1 ποιεῖ τὴν Α Δ." Εἰπὼν ὅτι ἐν τῷ μεμνῆσθαι δεῖ γνωρίζειν τὸν χρόνον καὶ δηλονότι καὶ ἐν τῷ ἀναμεμνῆσθαι (γινομένης γὰρ ἀναμνήσεως, ὡς εἶπε, συμβαίνει καὶ μνήμην γίνεσθαι), εἰπὼν οὖν ὅτι δεῖ τὸν χρόνον γνωρίζειν ὡρισμένως ἢ ἀορίστως, εἰπὼν δὲ καὶ ὅτι τὰ ἐκτὸς ἀναμιμνῃσκόμενος ἢ νοῶν καὶ τὰ ἐντὸς ἀναμιμνήσκεται καὶ νοεῖ (ἀνάλογον γάρ εἰσι, τῶν δ’ ἀνάλογον ἅμα ἡ μνήμη καὶ ἡ ἀνάμνησις καὶ ἡ νόησις· ὁ γὰρ μεμνημένος ἢ νοῶν ἢ ἀναμιμνῃσκόμενος, ὅτι ὡς δύο πρὸς τέσσαρα ἢ ὡς χειμὼν πρὸς ἔαρ, ἅμα καὶ ἐκείνων μέμνηται τῶν ἐχόντων τὸν λόγον, δὴ τὰ δύο πρὸς τὰ τέσσαρα ἢ ὁ χειμὼν πρὸς τὸ ἔαρ. ἔστω δὲ χάριν λόγου ὡς δύο πρὸς τέσσαρα, τρία πρὸς ἕξ, καὶ ὡς χειμὼν πρὸς ἔαρ, γῆρας πρὸς νεότητα), εἰπὼν δὴ ταῦτα πρῶτον μὲν δείκνυσιν,2 ὅτι ἀνάλογόν εἰσι τὰ ἐντὸς καὶ ἐκτός· δεύτερον δὲ ὅτι τῇ τῶν πραγμάτων μνήμῃ καὶ ἡ τοῦ χρόνου συγγίνεται συναίσθησις. καὶ τρίτον λέγει, ὅτι καὶ οἱ χρόνοι πρὸς ἀλλήλους ἀνάλογόν εἰσιν· ὡς γὰρ τὸ πρᾶγμα τὸ ἔλαττον πρὸς τὸ μεῖζον, καὶ ὁ χρόνος τοῦ ἐλάττονος πρὸς τὸν χρόνον τοῦ μείζονος πράγματος. ἀσάφειαν δὲ πολλὴν ἐνεποίησε διὰ τὸ συγκεχυμένως τὴν τῶν στοιχείων ἔκθεσιν ποιήσασθαι καὶ διὰ τὸ τὴν ΛΘ ὀνομάσαι Θ, ὁμοίως δὲ καὶ τὴν ΘΜ ποτὲ μὲν Θ, ποτὲ δὲ ΘΙ. ἀλλ’ ἡ μὲν τῶν λεγομένων πρόθεσις αὕτη ἄν εἴη, δεῖ δὲ ἡμᾶς πάλιν τὴν λέξιν ἐκθέντας πειρᾶσθαι, ὡς δυνατόν, σαφηνίζειν. ὥσπερ οὖν εἰ τὴν ΑΒ ΒΕ κινεῖται, ποιεῖ τὴν ΑΔ. ἐλλιπὴς ἡ λέξις· ἔδει γὰρ εἰπεῖν ‘ποιεῖ τὴν ΑΓ ΓΔ’, αὐτὸς δὲ διὰ συντομίαν εἶπε τὴν ΑΔ. ἔστι δὲ ὡς μὲν ἡ ΑΒ πρὸς τὴν ΒΕ, οὕτως ἡ ΑΓ πρὸς τὴν ΓΔ. ὥστε ὥσπερ ὁ νοῶν τετράπηχυ καὶ δίπηχυ νοεῖ ἢ μέμνηται, οὕτω καὶ ὁ τῆς ΑΒ ΒΕ μεμνημένος ἢ ἀναμιμνῃσκόμενος ἢ νοῶν καὶ τὴν ΑΓ ΓΔ νοεῖ ἢ ἀναμιμνήσκεται ἢ μέμνηται. αὐτὸς δὲ διὰ τοῦ κινεῖσθαι ἐδήλωσε καὶ τὸ νοεῖν καὶ τὸ μεμνῆσθαι καὶ τὸ ἀναμιμνήσκεσθαι. ὅτι δὲ τὸ ποιεῖ τὴν ΑΔ ὡς ἴσον ἔλαβε τῷ ‘ποιεῖ τὴν ΑΓ’ ΓΔ, ἐδήλωσε διὰ τοῦ ἀνάλογον γὰρ ἡ ΑΓ καὶ ΓΔ. ἔστι δὲ ὃ λέγει· ἀνάλογον γὰρ ἡ ΑΓ καὶ ΓΔ τῇ ΑΒ καὶ ΒΕ. ὡς γὰρ ἡ ΑΓ πρὸς ΑΒ, οὕτως ἡ ΓΔ πρὸς ΒΕ, καὶ ἐναλλὰξ ὡς ἡ ΑΓ πρὸς ΓΔ, ἡ ΑΒ πρὸς ΒΕ. τὸ δὲ τί οὖν μᾶλλον τὴν ΓΔ ἢ τὴν ΖΗ ποιεῖ ταὐτόν ἐστι τῷ ‘ὥσπερ γὰρ ὁ τὴν ΑΒ ΒΕ νοῶν καὶ τὴν ΑΓ ΓΔ νοεῖ, οὕτω καὶ ὁ τὴν ΑΓ ΓΔ νοῶν νοεῖ τὴν ΑΖ ΖΗ’.

“因此,正如它如果沿着ΑΒ、ΒΕ被运动,它便产生ΑΔ。” 在说过了在记忆中必须认识时间,并且显然在回忆中也同样如此(因为如他所言,当回忆发生时,记忆也碰巧随之产生)之后;因此,在说过了必须确定地或不确定地认识时间,并且在说过了回忆或思索外部之物的人也回忆并思索内部之物(因为它们是成比例的,而成比例之物的记忆、回忆与思索是同时的;因为凡是记忆、思索或回忆起‘如同二比四’或‘如同冬比春’的人,同时也记起具有该比例的那些事物,即二比四或冬比春;为了论述的缘故,姑且设二比四正如三比六,冬比春正如老年比青年)之后——在说过了这些之后,他首先表明内部之物与外部之物是成比例的;其次表明伴随着对事物的记忆,对时间的共同知觉也一同产生;第三他表明诸时间彼此之间也是成比例的。因为正如较小的事物对较大的事物,较小事物的时间也对较大事物的时间。但是,由于他混乱地对字母进行了图式陈述,并且将ΛΘ命名为Θ,同样将ΘΜ时而命名为Θ,时而命名为ΘΙ,从而造成了极大的晦涩。但所论之事的旨趣大概是如此,而我们必须再次列出文句,尝试尽可能地予以澄清。“因此,正如它如果沿着ΑΒ、ΒΕ被运动,它便产生ΑΔ。”原文是有所省减的;因为他本应当说“产生ΑΓ、ΓΔ”,但他本人为了简练而说了“ΑΔ”。并且,正如ΑΒ对ΒΕ,ΑΓ也对ΓΔ。因此,正如思索四肘长的人也思索或记忆起二肘长,同样,记忆、回忆或思索ΑΒ、ΒΕ的人,也思索、回忆或记忆起ΑΓ、ΓΔ。而他本人通过“被运动”,同时表明了思索、记忆与回忆。至于他将“产生ΑΔ”当作等同于“产生ΑΓ、ΓΔ”,他是通过“因为ΑΓ与ΓΔ是成比例的”这句话来表明的。而他所说的意思是:因为ΑΓ与ΓΔ对于ΑΒ与ΒΕ是成比例的。因为正如ΑΓ对ΑΒ,ΓΔ也对ΒΕ;交替来看,正如ΑΓ对ΓΔ,ΑΒ也对ΒΕ。而“那么为何产生ΓΔ而不是ΖΗ”这句,等同于说:“因为正如思索ΑΒ、ΒΕ的人也思索ΑΓ、ΓΔ,同样,思索ΑΓ、ΓΔ的人也思索ΑΖ、ΖΗ”。

§1.34

"Ἢ ὡς ἡ ΑΓ πρὸς ΑΒ ἔχει, οὕτως ἡ τὸ Θ πρὸς τὸ Μ ἔχει." Θ λέγει τὴν ΚΘ, Μ δὲ τὴν ΘΜ. εἰπὼν δὲ πῶς ἀνάλογόν εἰσι τὰ πράγματα, λέγει καὶ πῶς ἅμα ἥ τε τοῦ πράγματος καὶ ἡ τοῦ χρόνου κίνησίς τε καὶ συναίσθησις γίνεται. εἴληπται δὲ ὁ ἢ σύνδεσμος ἀντὶ τοῦ καί,3 ὡς ἂν εἰ ἔλεγε· καὶ ὥσπερ ἡ ΑΓ τοῦ πράγματος κίνησις ἔχει πρὸς τὴν τοῦ ΑΒ κίνησιν, οὕτως ἡ τὸ Θ πρὸς τὸ Μ, τουτέστιν οὕτως ὁ ΚΘ χρόνος πρὸς τὸν ΘΜ χρόνον. ἐν δὲ τῷ ταύτας οὖν ἅμα καὶ κινεῖται τὸ ταύτας ἐπὶ τῶν πραγμάτων καὶ ἐπὶ τοῦ χρόνου εἴρηκεν. ὡς γάρ, εἰ βαδίζοι τις τὴν ΑΓ ΓΒ, ἀνάγκη τὴν ΚΘ ΘΜ κίνησιν ποιεῖν, οὕτως εἰ μέμνηται τῆς ΑΓ ΓΒ, ἀνάγκη συναισθάνεσθαι καὶ τοῦ ΚΘ ΘΜ χρόνου.

“或者正如ΑΓ对ΑΒ,Θ对Μ也是如此。” 他把ΚΘ称为Θ,把ΘΜ称为Μ。在说明了诸事物如何成比例之后,他也说明了事物的运动与共同知觉,同时间的运动与共同知觉是如何一起产生的。而连接词“或者”被取来代替“并且”,就好像他在说:“并且,正如事物的运动ΑΓ对事物的运动ΑΒ,Θ对Μ也是如此,即时间ΚΘ对时间ΘΜ也是如此”。在“因此它同时也沿着这些被运动”这句话中,他所说的“这些”既指事物也指时间。因为正如若有人走过ΑΓ、ΓΒ,必然产生ΚΘ、ΘΜ的运动,同样,若有人记起ΑΓ、ΓΒ,也必然共同知觉到时间ΚΘ、ΘΜ。

语法注3 条
  1. 1.33τὴν Α Β Β Ε κινεῖται

    宾格 τὴν ΑΒ ΒΕ 与被动态/中间态动词 κινεῖται 连用,充当表示运动所经空间跨度或路径的内部宾格(范围宾格)。

  2. 1.33Εἰπὼν ὅτι ἐν τῷ μεμνῆσθαι δεῖ γνωρίζειν τὸν χρόνον... εἰπὼν δὴ ταῦτα πρῶτον μὲν δείκνυσιν

    长大的重述复言结构(epanalepsis):分词 εἰπών 经过多次括号式插入而后重复(εἰπὼν ὅτι... εἰπὼν οὖν... εἰπὼν δὲ καί...),最终由 εἰπὼν δὴ ταῦτα 总结并复起,连接到主句 πρῶτον μὲν δείκνυσιν。

  3. 1.34εἴληπται δὲ ὁ ἢ σύνδεσμος ἀντὶ τοῦ καί

    注释者在句法上将连接词 ἤ 解释为并非表示析取(‘或者’),而是用来代替 καί(‘并且’)以引出并列或补充的分句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:34.20-36.2