- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:33.9-34.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了亚里士多德在452b13处关于思索与回忆如何从较小步骤过渡到较大步骤的晦涩语句,借助《蒂迈欧篇》文句及回忆联想链解释了内部与外部步骤的比例关系,并评述了一种文本异读。
" Τίνι οὖν διοίσει, ὅταν τὰ μείζω νοῇ ἢ ὅτι ἐκεῖνα νοεῖν τὰ ἐλάσσω." Τὸ ἢ ὅτι ἐκεῖνα νοεῖν τὰ ἐλάσσω ἀπόκρισίς ἐστι τοῦ ἐρωτημένου·1 ἐρωτήσας γάρ τίνι οὖν διοίσει, ἀποκρίνεται, ὅτι ἐκεῖνα νοεῖν τὰ ἐλάσσω. ἐπειδὴ δὲ τὸ ἀναμιμνήσκεσθαι μόνοις ὑπάρχει τοῖς ἀνθρώποις, ὡς προϊὼν δείξει, δύναταί τις τὸ νοεῖν ἀκούειν καὶ ἐπὶ τῆς ἁπλῶς νοήσεως, δύναται δὲ καὶ ἐπὶ τῆς ἀναμνήσεως, ἵν’ ᾖ τὸ τίνι οὖν διοίσει, ὅταν τὰ μείζω νοῇ ταὐτὸν τῷ ‘ὅταν τὰ μείζω ἀναμιμνῄσκηται’. ἔστω δὲ τὸ ἐν τῷ Τιμαίῳ, τό “θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων”, ἐλάττω, τὰ δὲ ἐφεξῆς τούτῳ πάντα μείζονα αὐτοῦ. εἰσὶ δὲ τὰ ἐφεξῆς ταῦτα· “ἃ δι’ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε θέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὔκ ἐστε οὐδ’ ἄλυτοι τὸ πάμπαν, οὔτι γε μὴν λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας” καὶ τὰ ἑξῆς. ὅταν οὖν, φησί, τὰ μείζω νοῇ ἢ ἀναμιμνήσκηται, τίνι διαφέρει τοῦ ὅτε τὰ ἐλάσσω. καὶ ἐρωτήσας ἀποκρίνεται λέγων· ἢ τοσοῦτον διαφέρει, καθ’ ὅσον συμβαίνει ἐκεῖνα νοεῖν τὰ ἐλάσσω, καὶ προσυπακουστέον τοῦ πρότερον.2 τὰ ἐντὸς γὰρ πρότερον νοεῖ ἢ ἀναμιμνῄσκεται, καὶ οὕτως ἐκ τούτων διαβιβάζεται εἰς τὰ ἔσχατα καὶ μείζονα. πάντα οὖν, φησί, τὰ ἐντὸς ἐλάσσω καὶ ἀνάλογον. τὰ γὰρ ἐντὸς τοῦ “οὐδὲ τεύξεσθε θανάτου μοίρας” (ταῦτα δὲ τὰ ἐντὸς τούτου ἐστὶ τὸ “οὔτι γε μὴν λυθήσεσθε” καὶ τὸ “οὐδ’ ἄλυτοι τὸ πάμπαν“καὶ τὰ λοιπά), τὰ οὖν ἐντὸς πάντα ἐλάσσω καὶ ἀνάλογον. ἐπειδὴ γὰρ ἀνάλογόν ἐστιν ἡ τῶν λόγων ὁμοιότης, ἔχουσι δὲ καὶ ταῦτα ὁμοιότητα τῷ ἔχεσθαι θάτερον θατέρου, εἶπεν αὐτὰ ἀνάλογον, ἴσον λέγων τῷ ‘ὅμοια ἀλλήλοις, ᾗ ἔχεται τόδε τοῦδε’. ἢ τὸ λεγόμενόν ἐστι· πάντα γὰρ τὰ ἐντὸς τοῦ λόγου καὶ τὰ ἐκτός, νῦν ἐκτὸς λέγων ἅπερ ἔλεγε μείζω, ἀνάλογόν ἐστι τοῖς ἐντὸς καὶ ἐκτὸς εἴδεσι. λέγοι δ’ ἂν εἴδη τὸ γάλα, τὸ λευκόν, τὸν ἀέρα, τὸ ὑγρόν, τὸ μετόπωρον. ὡς γὰρ ἀπὸ τοῦ γάλακτος ἀνεμνήσθη λευκὸν καὶ ἀπὸ τούτου ἀέρα καὶ ἐκ τούτου ὑγρόν, εἶτ’ ἐκ τούτου μετόπωρον, οὕτω καὶ ἀπὸ τοῦ ‘θεοὶ θεῶν’ τὸ ἐφεξῆς τούτῳ, καὶ ἐκ τούτου τὸ ἐφεξῆς αὐτῷ, καὶ ὡσαύτως ἐπὶ πάντων, ἕως οὗ ἦλθον ἐπὶ τὸ ἔσχατον τὸ ἀναλογοῦν τῷ μετοπώρῳ. ὅπερ καὶ αὐτὸς οὗτος οἶμαι συνιδών, τὸ ὅτι ἀσαφῶς ἀπήγγειλε ταῦτα, καὶ ἑαυτὸν σαφηνίσαι βουληθεὶς ἐπανέλαβεν3 εἰπών· ἔστι δὴ ἴσως καὶ τοῖς εἴδεσιν ἀνάλογον λαβεῖν, ἀλλ’ ἐν αὐτῷ, τουτέστιν ἐν τῇ φαντασίᾳ, ἀλλ’ οὐκ ἐν τῇ ἀποτάσει τῆς διανοίας πρὸς ἐκεῖνα. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἢ ὅτι ἐκεῖ ἀνανοεῖν τὰ ἐλάσσω ἐκ τοῦ ἀνανοῶ ῥήματος, καὶ εἴη ἂν λέγων, ὅτι ὁ νοῶν ἢ ἀναμιμνῃσκόμενος τὰ ἐκτὸς ἀνανοεῖ καὶ ἀναμιμνῄσκεται καὶ τὰ ἐντός· ὁ γὰρ νοῶν δίπηχυ δηλονότι καὶ πηχυαῖον. ἀμείνων δὲ ἡ προτέρα γραφή.
“那么,当它思索较大的事物时,凭借什么有所不同,抑或由于思索那些较小的事物?” “抑或由于思索那些较小的事物”这句,是对所提之问的回答;因为在提问了“那么凭借什么有所不同”之后,他回答道“由于思索那些较小的事物”。而既然回忆只属于人类,正如他后文将表明的那样,人们既可以在单纯的思索上来理解“思索”,也可以在回忆上来理解它,从而使得“那么,当它思索较大的事物时,凭借什么有所不同”等同于“当它回忆起较大的事物时”。且让我们把《蒂迈欧篇》中的这句话“诸神之中的诸神啊,我为其制作者与父亲的诸工役”,设为较小的事物,而接续于此的一切都设为大于它的事物。而接续的事项是这些:“那些由我生成的事物,只要我愿意便是不可解体的。固然,一切被结合之物都是可解体的,但愿意去解体那被妥善结合且状态良好之物,属于恶者。因此,且既然你们已被生成,你们虽非不死的,亦非全不可解体的,但你们绝不会被解体,亦不会遭遇死亡的命运”等等。因此他说,当它思索或回忆较大的事物时,与它思索较小的事物时凭借什么有所不同?在提问之后,他回答道:“抑或相差这么多,就在于发生对那些较小的事物的思索”——并且必须补足理解“更早”。因为它是更早思索或回忆内部的事物,由此从这些事物被渡引至终极且较大的事物。因此他说,一切内部的事物都是较小的且成比例的。因为在“亦不会遭遇死亡的命运”内部的事物(而在这一句内部的事物是“但你们绝不会被解体”以及“亦非全不可解体的”等等),所以内部的一切事物都是较小的且成比例的。因为比例乃是诸比率的相似,而这些事物也由于彼此相依而具有相似性,故他称它们是成比例的,其意等同于说“彼此相似,就在于此者依于彼者”。或者,所说之意乃是:言辞内部与外部的一切事物(他现在所说的外部之物,也就是他方才所说的较大之物),与内部及外部的诸形式是成比例的。而他所说的形式大概是指奶、白、空气、湿气、秋天。因为正如从奶回忆起白,从白回忆起空气,从空气回忆起湿气,然后由此回忆起秋天一样,从“诸神之中的诸神啊”回忆起接续于它的事物,从它又回忆起接续的事物,在一切情况中同样如此,直到达到与秋天成比例的终极事物为止。我想,他本人也觉察到了这一点,即他表述这些事并不明晰,因而在想要澄清自己时重提道:“或许在诸形式中也能按比例把握,但这乃是在它自身之内,即在想象中,而不是在思索向那些事物的伸延中”。此外还流传着另一种异文写作:“抑或由于在那里重思较小的事物”,出自“重思”这个动词;若依此,他说的便是:思索或回忆外部之物的人,也重思并回忆起内部之物;因为思索二肘长的人,显然也思索一肘长。但先前的读法更好。
- 1.32Τὸ ἢ ὅτι ἐκεῖνα νοεῖν τὰ ἐλάσσω ἀπόκρισίς ἐστι τοῦ ἐρωτημένου
在引文后半句“抑或由于思索那些较小的事物”(ἢ ὅτι ἐκεῖνα νοεῖν τὰ ἐλάσσω)中,连词 ἤ 被解释为并非引出并列的选择问句,而是引出作者对前文疑问句“那么凭借什么有所不同”(τίνι οὖν διοίσει)的自我回答。因此 ὅτι 从句表达不同的原因(“由于……”)。
- 1.32καὶ προσυπακουστέον τοῦ πρότερον
动词 προσυπακούω 支配属格补足语 τοῦ πρότερον,属于注疏用语,意为“必须在理解中补足‘更早’(πρότερον)一词”。中性定冠词 τοῦ 将副词 πρότερον 实词化为引述成分。
- 1.32ὅπερ καὶ αὐτὸς οὗτος οἶμαι συνιδών, τὸ ὅτι ἀσαφῶς ἀπήγγειλε ταῦτα, καὶ ἑαυτὸν σαφηνίσαι βουληθεὶς ἐπανέλαβεν
主干句法为 ὅπερ ... συνιδὼν ... καὶ ... βουληθεὶς ἐπανέλαβεν(“觉察到了这一点……且想要……便重提道”)。关系代词 ὅπερ 与其同位语从句 τὸ ὅτι ἀσαφῶς ἀπήγγειλε ταῦτα(“即他不明晰地表述了这些事”)构成呼应。
