← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§32.5-33.8

回忆中时间的认识与感觉灵魂的判定机制

注释亚里士多德《论记忆与回忆》452b7。论述了在回忆与记忆中,对过去时间的认识(无论是定量的还是不定量的)为何是确认自身属于回忆而非当下虚构所不可或缺的,并通过思索判定空间大小尺度的类比,阐明了居于心脏的原始感觉灵魂通过活动内在印记来判定时间长短的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.31

" Τὸ δὲ μέγιστον, γνωρίζειν δεῖ τὸν χρόνον, ἢ μέτρῳ ἢ ἀορίστως." Ἡ ἀνάμνησις οὐ μόνον μαθημάτων ἐστίν, ἀλλὰ καὶ ἄλλων πολλῶν. οἷον ἔπραξά τι ἐγώ, εἶτα ἀναμιμνήσκομαι τὸ πραχθέν. πότε δὲ ἐπράχθη ἀγνοῶν, ἆρα, φημί, χθὲς τοῦτο ἔπραξα; εἶτα, εἰ τύχοι, λέγω· ἀλλὰ μὴν χθὲς τόδε διεπραξάμην. τὸ δὲ μέγιστον, γνωρίζειν δεῖ τὸν χρόνον, ἢ μέτρῳ ἢ ἀορίστως· εἰπὼν τί ἐστιν ἀνάμνησις, λέγει κοινῶς περὶ μνήμης καὶ ἀναμνήσεως, ὅτι τὸ μέγιστον δεῖ ἡμᾶς γνωρίζειν τὸν χρόνον, ἐν ᾧ μαθόντες τι ἢ ἰδόντες ἢ ἀκούσαντες ἀναμιμνησκόμεθα νῦν αὐτό, ἢ μέτρῳ, τουτέστιν ὡρισμένως, οἷον ὅτι τρίτον μῆνα ἄγω τήμερον ἰδὼν1 ἢ μαθὼν ἢ ἀκούσας ἢ γευσάμενος, ἢ ἀορίστως, τουτέστιν ὅλως ὅτι εἶδον τοῦτο ποτέ. εἰ γὰρ μὴ τοῦτό ἐστι καὶ γνωρίζομεν,2 εἰ πρότερον ἠκούσαμεν ταῦτα, ἢ ἀορίστως ἢ ὡρισμένως, συμβήσεται ἡμῖν ὑπολαμβάνειν, ὅτι οὐκ ἀναμιμνῃσκόμεθα, ἀλλὰ νῦν πρώτως οἴκοθεν καὶ ἀφ’ ἑαυτῶν ταῦτα προβαλλόμεθα. ὥστε χρεία πολλὴ τοῦ χρόνου ἐν ταῖς ἀναμνήσεσιν, ὁμοίως δὲ καὶ ἐν ταῖς μνήμαις. εἰ γὰρ ἐνεργεῖ ἡ ψυχὴ περὶ φάντασμά τι ὡς εἰκόνα τινός, οὐ γινώσκει δὲ ὡρισμένως ἢ ἀορίστως, ὅτι εἶδε τοῦτο ἢ ἤκουσε πρότερον, οἰηθήσεται, ὅτι αὐτὴ τοῦτο νῦν ἀναπλάττει. εἰπὼν δὲ ὅτι δεῖ γνωρίζειν τὸν χρόνον, ἐπήγαγεν· ἔστω δέ τι ᾧ κρίνει τὸν πλείω καὶ ἐλάσσω. ἔστι δὲ τὸ λεγόμενον· ἀνάγκη δὴ εἶναί τι ἐν ᾧ κρίνει τὸν πλείω καὶ ἐλάσσω χρόνον· ἔστι δὲ τὸ κρῖνον τὸν πλείω καὶ ἐλάσσω χρόνον ἡ πρώτη αἰσθητικὴ ψυχὴ ἡ ἐν τῇ καρδίᾳ καθεδουμένη. εἰπὼν δὲ ἔστω δέ τι ὃ κρίνει τὸν πλείω καὶ ἐλάσσω χρόνον λέγει καὶ τὸν τρόπον, καθ’ ὃν κρίνεται, καί φησιν, ὅτι, ὥσπερ ἡ διάνοια κρίνει τὰ μεγέθη οὐ τῷ ἀποτείνεσθαι ἔξω πρὸς ἐκεῖνα, ἀλλὰ κινοῦσα τοὺς ἀπὸ τῶν μεγεθῶν τύπους καὶ τὰ ἀναζωγραφήματα ἐν τῷ φανταστικῷ ὄντας (μετὰ φαντασίας γὰρ ἀεὶ ἡ διάνοια, ἡ γὰρ διάνοια οὐδὲν ἄλλο ἐστὶν ἢ νοῦ μετὰ φαντασίας ἐνέργεια· κρίνει οὖν ταῦτα οὐ τῷ ἀποτείνεσθαι αὐτὴν ἐκεῖ, ὡς λέγουσιν ὁρᾶν ἡμᾶς οἱ δι’ ἐκπομπὴν ἀκτίνων λέγοντες τὸ ὁρᾶν γίνεσθαι· εἰ γὰρ ἀποτεινομένη πρὸς τὰ μεγέθη ἔκρινεν αὐτά, ὅτε οὐ παρῆσαν, οὐκ ἂν ἠδύνατο κρίνειν, νῦν δὲ καὶ ἀπόντων κρίνει αὐτά), ὥσπερ οὖν αὕτη κρίνει τὰ μεγέθη, οὕτως εὔλογον καὶ τὴν αἰσθητικὴν ψυχὴν κρίνειν τὸν πλείω καὶ ἐλάσσω χρόνον οὐ τῷ ἀποτείνεσθαι ἔξω, ἀλλὰ τῷ κινεῖν ἢ κινεῖσθαι ὑπὸ τῶν ἐνόντων τύπων.

“而最重要的是,必须以尺度或不确定的方式知晓时间。” 回忆不仅是关于学问对象的,也是关于许多其他事物的。例如,我做了一件事,随后我回忆起所做之事。但由于不知道何时做的,我说:“难道我昨天做了这件事吗?”随后,如果碰巧的话,我说:“其实我昨天做成了这件事。”“而最重要的是,必须以尺度或不确定的方式知晓时间。”在说明了回忆是什么之后,他共同论及记忆与回忆,指出最重要的是我们必须知晓时间——在这一时间中,我们学过、见过或听过某事,现在回忆起它——或是以尺度的方式,亦即确定地(例如,“从我见到、学到、听到或尝到它算起,今天我已是度过第三个月了”),或是以不确定的方式,亦即总括地“我曾经见过这个”。因为如果情况并非如此,即我们并非不确定地或确定地知晓我们先前是否听过这些事,我们就会落入这样的看法:我们并不是在回忆,而是现在头一次从家里、从我们自身提出这些事情。因此在回忆中极其需要时间,在记忆中同样如此。因为如果灵魂围绕着某个作为某物肖像的表象进行现实活动,却既非确定地也非不确定地知晓自己先前见过或听过这个,它就会以为是自己现在重新虚构了这事。在说明了必须知晓时间之后,他接着写道:“但当有某物,凭之判定较多和较少的〔时间〕。”而所说的意思是:必然有某种东西,在其中判定较多和较少的时间;而判定较多和较少时间的,是安坐于心脏中的原始感觉灵魂。在说了“当有某物判定较多和较少的时间”之后,他也说明了赖以判定的方式,并且说:正如思索判定大小尺度,并非通过向外伸延到那些事物上,而是通过推动处于想象机能中的、来自诸大小尺度的印记和描绘的形象(因为思索总是伴随着表象,思索无非是理智伴随表象的现实活动;因此它判定这些事物,并不是通过自身伸延到彼处,正如那些主张视觉是通过发射光线发生的人说我们是那样看见的一样;因为如果是通过伸延到大小尺度来判定它们,那么在它们不在场时思索就无法判定,但实际上即使它们不在场,思索也能判定它们),因此,正如思索判定大小尺度一样,感觉灵魂判定较多和较少的时间,不是通过向外伸延,而是通过推动内在的印记或被其推动,这也是合乎情理的。

语法注2 条
  1. 1.31τρίτον μῆνα ἄγω τήμερον ἰδὼν

    表示时间流逝的惯用句式:表示时段的宾格(τρίτον μῆνα)+动词 ἄγω +分词(ἰδὼν 等),意为“自看见……以来,今天我正度过第三个月”。主格分词与主语一致,指示时段计算的起点。

  2. 1.31εἰ γὰρ μὴ τοῦτό ἐστι καὶ γνωρίζομεν

    连词 καί 在此具有解释性(epexegetic)功能,意为“如果情况并非如此,也就是说,如果我们并不知晓……”。否定词 μή 的管辖范围同时覆盖 τοῦτό ἐστι 和 γνωρίζομεν,构成条件从句,表达“若非如此且我们不知晓”之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:32.5-33.8