- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:30.18-32.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了为何从同一开端出发有时能够回忆成功有时却不行(452a24),指出其原因在于灵魂可能向多个中项被推动。他补充规定了熟悉度以及新旧印记的深浅对回忆路径的影响,说明习惯如同自然一般运作,并阐释了因相似名称而产生误称错误的原因。
" Τοῦ δὲ ἀπὸ τοῦ αὐτοῦ ἐνίοτε μὲν μνησθῆναι, ἐνίοτε δὲ μὴ αἴτιον,1 ὅτι ἐνδέχεται ἐπὶ πλείω κινηθῆναι." Ἐπειδὴ πολλάκις ἀναμνησθέντες πλευρὰν ἀναμιμνησκόμεθα θυάδα πλευρωνίας, πολλάκις δὲ τὴν μὲν πλευρὰν ἀνεμνήσθημεν, τὴν δὲ πλευρωνίαν οὐκέτι, καίτοι πολλὰ κινηθέντες καὶ ζητήσαντες, ἐζητεῖτο δὲ διὰ τίνα ποτὲ αἰτίαν ὁτὲ μὲν τὸ αὐτὸ ἐκ τοῦ αὐτοῦ, οἷον τὴν πλευρωνίαν ἐκ τῆς πλευρᾶς, ἀναμιμνησκόμεθα, ὁτὲ δὲ οὔ, ἀπαντῶν πρὸς τὴν τοιαύτην ζήτησιν φησι· τοῦ δὲ ἀπὸ τοῦ αὐτοῦ ἐνίοτε μὲν μνησθῆναι, ἐνίοτε δὲ μὴ αἴτιον, ὅτι πλείω ἐνδέχεται κινηθῆναι ἀπὸ τῆς αὐτῆς ἀρχῆς, οἷον ἀπὸ τοῦ Γ ἐπὶ τὸ Ζ ἢ τὸ Δ. ἔστω γὰρ μέσον τὸ Γ, ἄκρα δὲ τὸ Ζ καὶ Δ. εἰ οὖν εἴη συνηθέστερον τὸ Ζ τοῦ Δ, ἕλκει πρὸς ἑαυτὸ τὴν διάνοιαν τὸ Ζ, ὥσπερ καὶ τὰ λαμπρὰ τῶν χρωμάτων τὴν ὄψιν. εἰ γὰρ εἴη τὸ Ζ πλευρῖτις, τὸ δὲ Γ πλευρόν, τὸ δὲ Δ πλευρωνία, κινήσει μᾶλλον ἀπὸ τοῦ Γ τὴν διάνοιαν τὸ Ζ παρ’ ὅπερ τὸ Δ· συνηθέστερον γὰρ ἡ πλευρῖτις τῆς πλευρωνίας. οὐ μόνον δὲ διὰ ταῦτα, ἀλλὰ κἂν εἴη ὁ μὲν τῶν τύπων παλαιός, ὁ δὲ λοιπὸς χθιζός, κινήσει μᾶλλον ὁ χθιζός. οὐδὲν δὲ κωλύει καὶ τὸν παλαιὸν μᾶλλον κινῆσαι τοῦ νέου, εἴπερ ἐστὶν ὁ μὲν νέος ἀμαυρός, ὁ δὲ παλαιὸς εἰς βάθος ἐνσεσημασμένος· χρὴ γὰρ οὕτω λέγειν διὰ σπάνιν κυρίων ὀνομάτων. ἐὰν μὲν οὖν μὴ διὰ παλαιοῦ κινῆται,2 τουτέστιν ἐὰν μὲν οὖν μὴ εἴη παλαιὸς ὁ τύπος καὶ τὸ ἀναζωγράφημα καὶ προσέτι ἀσυνήθης (δεῖ γὰρ τούτου προσυπακούειν), ἐπὶ τὸ νέον καὶ συνηθέστερον κινεῖται. ὥσπερ γὰρ φύσις ἤδη γέγονε τὸ ἔθος, αὐτό φημι τὸ συνηθέστερον, καὶ ἐπὶ τούτῳ ταχὺ ἀναμιμνησκόμεθα, ἃ πολλάκις ἐννοούμεθα. δεῖ δὲ ἡμᾶς μᾶλλον προσδιορίσαι περὶ τούτων διὰ τὸ παραλελοιπέναι τοῦτον ταῦτα διὰ συντομίαν. ἂν μὲν οὖν μὴ εἴη παλαιὸς καὶ ἀσυνήθης ὁ τύπος ἢ νέος καὶ ἀσυνήθης, ἀλλὰ νέος καὶ συνήθης, ἐπὶ τοῦτον κινηθήσεται· οὔτε γὰρ ἐπὶ τὸν νέον καὶ ἀσυνήθη οὔτε ἐπὶ τὸν παλαιὸν καὶ ἀσυνήθη κινηθήσεται, ἀλλ’ ἐπὶ τὸν νέον καὶ συνήθη. ὁμοίως δὲ κἂν ὁ μὲν εἴη παλαιὸς καὶ συνήθης, ὁ δὲ νέος καὶ ἀσυνήθης, ἐπὶ τὸν παλαιὸν καὶ συνήθη κινηθήσεται· ὁ γὰρ παλαιὸς καὶ συνήθης ὥσπερ νέος ἐστὶ διὰ τὴν καθ’ ἑκάστην μελέτην, ὥσπερ παλαιὸς ὁ νέος καὶ ἀσυνήθης διὰ τὴν ἀμελετησίαν. ταῦτα μὲν οὖν οὕτως ἡμῖν διῃτήσθω, ἰτέον δὲ ἐπὶ τὰ ἐφεξῆς. ὥσπερ γάρ, φησίν, εἰσί τινα φύσει τόδε μετὰ τόδε (φύσει γὰρ ἕπεται τῇ τοῦ πυρὸς ἀναμνήσει ἡ θερμότης· ὁ γὰρ ἀναμνησθεὶς πῦρ εὐθὺς φύσει καὶ θερμότητα ἀνεμνήσθη), οὕτω καὶ ἐνεργείᾳ, τουτέστιν ἔθει· εἰσὶ γὰρ καὶ ἐξ ἔθους τινά, ἅπερ ἀναμνησθέντες εὐθὺς ἀναμιμνησκόμεθα καὶ τὰ μετ’ αὐτὰ ὄντα. εἶπε δὲ τὸ ἔθος ἐνέργειαν, διότι ἐκ τῆς τοιαύτης ἐνεργείας συμβαίνει τὸ τοιόνδε ἔθος. τὸ δὴ πολλάκις ἐθισθὲν φύσιν ποιεῖ. καὶ ἐπεὶ ἐν τοῖς φύσει γίνεται ἁμαρτία καὶ παρὰ φύσιν, ἐνδέχεται τοῦτο συμβαίνειν καὶ ἐν τοῖς δι’ ἔθος, καὶ μάλιστα διὰ τὸ ὅμοια εἶναι τῷ βεβαίῳ τοῖς φύσει. εἰ δὲ τοῦτο, οὐδὲν κωλύει ἀναμνησθέντα τοῦ πρότερον ἁμαρτάνειν περὶ τὸ ἑπόμενον καὶ κινηθῆναι ἄλλως καὶ μὴ ὡς ἔδει, ἄλλως τε καὶ ὅταν ἀφέλκῃ ἐκεῖθεν αὐτόσε πῃ διὰ τὸ συνηθέστερον, οἷον ὅταν ἀφέλκῃ ἀπὸ τῆς πλευρωνίας ἡ πλευρῖτις. καὶ διὰ τὸ ἀφέλκειν ἄλλοτε ἡμᾶς ἄλλα, ὅταν δέῃ ὀνόματος μνημονεῦσαι, ἄλλου μὲν παρομοίου μνημονεύομεν, εἰς δ’ ἐκεῖνο σολοικίζομεν·3 ὁ γὰρ βουλόμενος ἀναμνησθῆναι Λεωφάνην, ἀναμνησθεὶς δὲ παρόμοιον οἷον Λεωσθένην ἐσολοίκισεν ὡς πρὸς τὸν Λεωφάνην.
“有时从同一事物出发回忆起来,有时却没有回忆起来,其原因在于有可能向多个事物被推动。” 由于我们常常在回忆起肋骨之后回忆起剧烈的侧肋痛,却也常常在回忆起肋骨之后不再回忆起侧肋痛(尽管经过了多次活动和探寻),而且人们探寻究竟出于何种原因有时从同一事物出发回忆起同一事物(例如从肋骨回忆起侧肋痛),有时却不然,因此在回答这种探求时他说:有时从同一事物出发回忆起来、有时却没有回忆起来的原因,在于有可能从同一开端向多个事物被推动,例如从Γ向Ζ或向Δ被推动。因为设中项为Γ,两端为Ζ和Δ。那么,如果Ζ比Δ更熟悉,Ζ就会把思索吸引到自身,正如同鲜明的色彩吸引视觉一样。因为如果Ζ是肋膜炎,Γ是肋骨,Δ是侧肋痛,那么Ζ比起Δ将更有力地把思索从Γ推动开来;因为肋膜炎比侧肋痛更为人所熟悉。不仅由于这些原因,而且即使诸印记中一个陈旧,剩下的另一个是昨天的,昨天的印记也会更有力地推动。但是,如果新的印记模糊,而陈旧的印记被深深地铭刻,那么陈旧的印记比新的印记更有力地推动,这并没有任何妨碍;因为由于缺乏恰当的名称,必须这样说。“因此,如果不通过陈旧的印记被推动”,也就是说,如果印记和所绘的形象并非陈旧且加之不熟悉的(因为必须在理解中补足这一点),那么就会向着新的、更熟悉的印记被推动。因为习惯已经犹如自然(我指的是更熟悉的事物本身),并且在此基础上,我们很快就会回忆起常常想到的事物。但由于他出于简练而遗漏了这些内容,我们必须就这些问题进一步加以界定。因此,如果印记既非陈旧而不熟悉,亦非崭新而不熟悉,而是崭新且熟悉,就会向着这个印记被推动;因为既不会向着崭新而不熟悉的印记被推动,也不会向着陈旧而不熟悉的印记被推动,而是向着崭新且熟悉的印记被推动。同样,即使一个陈旧且熟悉,另一个崭新且不熟悉,也会向着陈旧且熟悉的印记被推动;因为陈旧且熟悉者由于日常的温习而犹如崭新,而崭新且不熟悉者由于缺乏温习而犹如陈旧。那么,这些事情就由我们这样裁定,必须接着探讨接续的事物。因为正如他说,在自然本性上某些事物是此在此之后存在(因为在自然本性上,热紧随对火的回忆;因为回忆起火的人,立刻在自然本性上也回忆起了热),在现实活动上,亦即在习惯上,也是如此;因为也有一些出于习惯的事物,在回忆起它们时,我们立刻也回忆起在它们之后的事物。而他把习惯称为“现实活动”,是因为从这样的现实活动中产生了这种习惯。确实,屡屡习惯之事形成了自然。既然在依自然的事物中会出现差错与违反自然的情况,那么在依习惯的事物中发生这种情况也是可能的,尤其是由于它们在牢固性上类似于依自然的事物。如果这样,那么回忆起在前之事的人对于后续之事发生差错,并且以不同的方式、而非按照应当的方式被推动,这并没有任何妨碍,特别是当由于更为熟悉而以某种方式从彼处吸引到此处时,正如肋膜炎从侧肋痛吸引开来那样。并且,由于在不同的时候不同的事物吸引着我们,当必须记住一个名字时,我们记起了另一个相似的名字,并对着那个名字犯了误称的错误;因为想要回忆起莱奥法涅斯、却回忆起相似名字如莱奥斯泰涅斯的人,相对于莱奥法涅斯而言犯了误称之错。
- 1.30Τοῦ δὲ ἀπὸ τοῦ αὐτοῦ ἐνίοτε μὲν μνησθῆναι, ἐνίοτε δὲ μὴ αἴτιον
带冠词不定式短语 τοῦ ... μνησθῆναι ... μὴ 依附于名词 αἴτιον,作解释性/说明性属格,表示该原因所针对的事由(“有时回忆起……有时没有回忆起的原因”),而 ὅτι 从句则构成说明该原因具体内容的表语部分。
- 1.30ἐὰν μὲν οὖν μὴ διὰ παλαιοῦ κινῆται
引自亚里士多德原文(452a26)。介词短语 διὰ παλαιοῦ 使用了不带明确名词的形容词属格 παλαιοῦ;米海尔在随后的释义中将其补足为 ὁ τύπος(“印记”),并指出还必须在理解中补上“不熟悉”(ἀσυνήθης)这一条件(προσυπακούειν)。
- 1.30εἰς δ’ ἐκεῖνο σολοικίζομεν
动词 σολοικίζω(“犯文法错误、说错字词”)与介词短语 εἰς ἐκεῖνο 连用。此用法与紧随其后的 ὡς πρὸς τὸν Λεωφάνην(“相对于莱奥法涅斯”)同义,意指在以原本应回忆的对象(ἐκεῖνο)为目标时发生偏差,错误地使用了另一个相似名称(即误称/说错)。
