← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§29.4-30.17

从论题回忆与中项作为起点的作用

注解亚里士多德《论记忆与回忆》452a12–452a19,阐明论题在回忆中的作用,并通过字母序列(Α–Θ)与具体实例说明系列的中项如何作为具有双向启动功能的开端运作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27

" Διὸ δεῖ λαβέσθαι ἀρχῆς, διὸ ἀπὸ τύπων1 δοκοῦσιν ἀναμιμνήσκεσθαι ἐνίοτε, "Λέγων τόπους ἢ τὰ ἐναντία τὰ σύστοιχα τὰ ὅμοια, ἢ τὰς ἀρχὰς τὰς ἐνούσας ἡμῖν. ὡς γὰρ ἀπὸ τῶν ἐν τοῖς Τοπικοῖς παραδοθέντων τόπων καὶ ἐν τῷ πρώτῳ τῆς Ῥητορικῆς αὐτοῦ στομούμενοι ἐπιχειροῦμεν πρὸς τὰ προκείμενα, οὕτω καὶ ἀπὸ τῶν ἐνουσῶν ἀρχῶν, ὡς ἀπό τινων τόπων, εὑρίσκομεν τὰ ἐφεξῆς. ἢ οὖν τὰς ἀρχὰς λέγει τόπους, ἢ πολλάκις ἰδών τινα ἢ ἀκούσας τινὰ καὶ πάλιν ἰδὼν ἢ ἀκούσας διαλογίζομαι, ποῦ τοῦτο ἤκουσα, εἶτα ἐνθυμηθεὶς τὸν τόπον ἀνεμνήσθην, ὑπὸ τίνος τοῦτο ἤκουσα, καὶ πῶς καὶ τίνα τρόπον τοῦτο εἶδον ἢ ἤκουσα, πότερον κατὰ τύχην ἢ ἄλλως πως. τίθησι δὲ καὶ ὑπόδειγμα, οὗ ἡμεῖς πρὸ ὀλίγου ἐμνημονεύσαμεν.

“因此必须抓住开端;因此他们似乎有时从论题出发进行回忆,”所谓论题,他是指相反者、同列者、相似者,或者是存留在我们之内的诸开端。因为正如我们从《论题篇》中所传授的论题以及在他《修辞学》第一卷中的论题武装起来,去着手处理摆在面前的课题一样,我们同样从存留在内的诸开端出发,仿佛从某些论题出发,发现接续的事物。因此,要么他是把诸开端称为论题,要么是常常看见某人或听见某人,再次看见或听见之后,我便推敲:“我在哪里听过这个?”然后想起了那个地方,我便回忆起:“这是从谁那里听来的”,以及“我是如何、以何种方式看见或听见这个的,是出于偶然还是以其他某种方式”。并且他也给出了一个例子,这正是我们不久前提到过的。

§1.28

"Ἔοικε δὲ τὸ καθόλου ἀρχῇ καὶ τὸ μέσον πάντων." Τὸ καθόλου νῦν εἴληπται ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πολύ. ἢ καθόλου λέγει τοὺς τόπους τοὺς ἐκ τῶν ὁμοίων καὶ συστοίχων καὶ ἐναντίων. ἐν δὲ τῷ καὶ τὸ μέσον πάντων παρέλκει ὁ καὶ σύνδεσμος.2 ἦν δ’ ἂν σαφεστέρα ἡ γραφὴ χωρὶς τοῦ καὶ συνδέσμου ἔχουσα οὕτως· ἔοικε δὲ τὸ καθόλου ἀρχῇ τὸ μέσον πάντων. ἔστι δὲ τὸ λεγόμενον· ὡς ἐπὶ τὸ πολὺ τὸ μέσον πάντων ἀρχῇ ἔοικε. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘ἡ εὕρεσις τοῦ μέσου ὠφελεῖ καὶ ποδηγὸς ἡμῖν γίνεται πρὸς εὕρεσιν τοῦ ζητουμένου’.

“而通常,一切事物的中间也类似于开端。” “通常”在这里是代替“大致上”而被采用的。或者他是把由相似者、同列者和相反者构成的诸论题称为“普遍的”。而在“一切事物的中间也”中,连词“也”是赘余的。如果去掉连词“也”,写成这样:“而通常,一切事物的中间类似于开端”,文意本会更加清楚。所说的意思是:大致上一切事物的中间类似于开端。而这等同于说:“中间的发现是有益的,并成为我们发现所探寻对象的向导”。

§1.29

"Οἷον εἴ τις νοήσειεν, ἐφ’ ὧν Α Β Γ Δ Ε Ζ Η Θ." Τὸ λεγόμενόν ἐστι δυνάμει τοιοῦτον· ἔστω δὴ τὰ νοήματα, ἃ κινεῖται ἡ ψυχὴ πρὸς εὕρεσιν τοῦ ζητουμένου, τὰ ἐκκείμενα στοιχεῖα. μέσον δὲ αὐτῶν ἔστω τὸ Ε. τοῦτο δὴ εὑρὼν ὁ ζητῶν, εἰ μὴ ἅμα τῷ εὑρηκέναι αὐτὸ εὑρήσει καὶ ὅπερ ἐζήτει, ἐπὶ τὸ Θ ἐλθὼν μνησθήσεται. ἐπεὶ γὰρ τὸ μέσον εὗρεν, ἐνδέχεται καὶ ἐπὶ τὸ Ε καὶ ἐπὶ τὸ Δ κινηθῆναι. λέγει δὲ Ε τὰ ἐφεξῆς τῷ Ε,3 ταῦτα δέ ἐστι τὰ Ζ Η Θ. ὁμοίως δὲ Δ λέγει αὐτὸ τὸ Δ καὶ ἔτι τὸ Γ Β Α. ἐλθὼν οὖν ἐπὶ τὸ Θ μνησθήσεται· οὐδὲν γὰρ κωλύει μετὰ τὸ Ε ἀναμνησθῆναι τὸ Θ, εἶτα τὸ Ζ, καὶ οὕτως τὸ Η. ἔστω γὰρ τὸ Ε συμπόσιον, τὸ Ζ Σωκράτης, τὸ Η τὸ ὑπὸ Σωκράτους τυφθῆναι, τὸ δὲ Θ λύρα. οὐδὲν οὖν κωλύει συμπόσιον ἀναμνησθέντα εὐθὺς ἀναμνησθῆναι λύραν, εἶτα ὅτι ἐτύφθη, καὶ οὕτως ὅτι ὑπὸ Σωκράτους (καίτοι ἀκόλουθον ἦν μετὰ τὸ συμπόσιον εὐθὺς Σωκράτους ἀναμνησθῆναι, εἶτα ὅτι ἐτύφθη, εἶτα λύραν)· ἔστω γὰρ ὅτι μετὰ τῆς λύρας ἀντὶ ῥάβδου ἔτυψε τὸν τυφθέντα. εἰπὼν δὲ ὅτι τὸ μέσον ἀρχῇ ἔοικε, τὴν αἰτίαν τούτου τέθεικεν· ἐντεῦθεν γὰρ ἐπ’ ἄμφω κινηθῆναι ἐνδέχεται· τὸ γὰρ Ε ὁδός ἐστι καὶ πρὸς τὰ ἐφεξῆς αὐτῷ τὰ Ζ Η Θ καὶ πρὸς τὰ ὄπισθεν τὰ Δ Γ Β Α, καὶ δυνατόν ἐστιν ὥσπερ ἀπὸ τοῦ Θ ἢ τοῦ Η ἢ τοῦ Ζ ἀναμνησθῆναι ὃ βουλόμεθα, οὕτω καὶ ἀπὸ τοῦ Α ἤ τινος τῶν ἐφεξῆς τῷ Α. εἰ δὲ μὴ τὸ Ε εἴη τὸ μέσον, ἀλλὰ τὸ Γ, ἐπὶ τὸ Γ ἐλθὼν μνησθήσεται. εἰ δὲ ἐπὶ τούτου οὐκ ἀνεμνήθη, ὥσπερ οὐδὲ ἐπὶ τοῦ Ε, ἐπὶ τὸ Α ἐλθὼν ὥσπερ ἐκεῖ ἐπὶ τὸ Θ μνησθήσεται.

“例如某人去思考其上标有Α、Β、Γ、Δ、Ε、Ζ、Η、Θ的事物。” 所说的内容在潜能上是这样的:设灵魂为发现所探寻对象而藉以被推动的诸思想对象,就是摆出的这些字母。设它们的中项为Ε。探寻者找到了这个中项之后,如果在找到它的同时未能同时找到自己所探寻的对象,走向Θ时他就会记起来。因为既然他找到了中项,就有可能既向着Ε被推动,也向着Δ被推动。而他所谓Ε,是指紧随Ε之后的事物,即Ζ、Η、Θ;同样,他所谓Δ,是指Δ本身以及Γ、Β、Α。因此走向Θ时他就会记起来;因为在Ε之后回忆起Θ,接着回忆起Ζ,并由此回忆起Η,这并没有任何阻碍。因为设Ε为宴会,Ζ为苏格拉底,Η为被苏格拉底击打,Θ为竖琴。因此,回忆起宴会的人立刻回忆起竖琴,接着回忆起被击打,并由此回忆起是被苏格拉底击打,这并没有任何阻碍(虽然按照序列,在宴会之后立刻回忆起苏格拉底,接着回忆起被击打,再接着回忆起竖琴,才是合乎连贯的);因为设想他是用竖琴代替木杖击打了挨打者。在说了“中间类似于开端”之后,他给出了这一点的缘由:因为从这里出发,有可能向两个方向被推动;因为Ε既是通向紧随其后的Ζ、Η、Θ的道路,也是通向在后的Δ、Γ、Β、Α的道路,并且正如同可以从Θ或Η或Ζ出发回忆起我们所希望的事物一样,同样也可以从Α或紧随Α之后的某物出发进行回忆。但如果中项不是Ε而是Γ,走向Γ时他就会记起来。如果在此处未能回忆起来,正如在Ε处未能回忆起来一样,走向Α时他就会记起来,正如在彼处走向Θ那样。

语法注3 条
  1. 1.27ἀπὸ τύπων

    引文手抄本异文作“从印记出发”(ἀπὸ τύπων),但米海尔在下文中立即将其解读为“论题/场所”(τόπους)并展开阐释。因此译文在引文中译作“论题”,以与后文注解“所谓论题,他是指……”保持呼应。

  2. 1.28ἐν δὲ τῷ καὶ τὸ μέσον πάντων παρέλκει ὁ καὶ σύνδεσμος

    米海尔指出亚里士多德原文“καὶ τὸ μέσον πάντων”中的连词καί属于赘词(παρέλκει)。他将句首的τὸ καθόλου解释为副词性短语(等同于ὡς ἐπὶ τὸ πολύ,“大致上/通常”),以τὸ μέσον πάντων作为实际的主语,统摄谓语动词ἔοικε及其与格补足语ἀρχῇ。

  3. 1.29λέγει δὲ Ε τὰ ἐφεξῆς τῷ Ε

    带有动词λέγει的双重宾格结构:“Ε”为宾语补足语(名称),“τὰ ἐφεξῆς τῷ Ε”为直接宾语(指称对象)。紧随其后的“ὁμοίως δὲ Δ λέγει αὐτὸ τὸ Δ καὶ ἔτι τὸ Γ Β Α”结构完全一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:29.4-30.17