← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§27.18-29.3

回忆中的秩序、开端以及与学习的区别

米海尔提出了关于记忆与回忆之类比的解释(或认为“记忆”代指“回忆”的解读),说明了秩序和掌握“开端”如何决定回忆的易行与快捷,并阐释了回忆与学习的区别以及通过探寻达成回忆的生理过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25

" Οὐδὲν δὲ δεῖ σκοπεῖν τὰ πόρρω, πῶς μεμνήμεθα, ἀλλὰ τὰ σύνεγγυς." Πόρρω λέγει τὰ παλαιότερα καὶ χρονιώτερα, ἃ πρὸ πολλοῦ χρόνου εἴδομεν ἢ ἠκούσαμεν ἢ ἐμάθομεν, σύνεγγυς δὲ ἃ χθὲς ἢ ὅλως πρὸ ὀλίγου. ἀπὸ δὲ τῆς μνήμης σαφηνίζει καὶ τὰ περὶ τὴν ἀνάμνησιν. ἔστι δὲ τὸ λεγόμενον δυνάμει τοιοῦτον· δεῖ ἡμᾶς ἐπὶ τῆς μνήμης ἰδεῖν, πῶς τοῦδέ τινος μνησθέντες ἐκ τούτου συμβαίνει ἡμῖν καὶ ἄλλου μνησθῆναι. καὶ ὡς ἐπὶ ταύτης ἔχει, οὕτως ἕξει καὶ ἐπὶ τῆς ἀναμνήσεως· ὥσπερ γάρ, φησίν, ἐπὶ τῆς μνήμης συμβαίνει ἥδε ἡ κίνησις μετὰ τήνδε, τουτέστιν ἥδε ἡ μνήμη μετὰ τήνδε, οὕτω καὶ ἐπὶ τῆς ἀναμνήσεως ἔσται. ἢ οὐ τοῦτο ἂν εἴη τὸ λεγόμενον, ἀλλ’ οἶμαι πάλιν κἀνταῦθα ἐν τῷ οὐδὲν δὲ δεῖ σκοπεῖν πῶς τὰ πόρρω μεμνήμεθα τὸ μεμνήμεθα ἀντὶ τοῦ ἀναμιμνῃσκόμεθα εἴρηται.1 καὶ εἴη ἂν τὸ λεγόμενον· δεῖ δὲ θεωρεῖν πῶς ἀναμιμνησκόμεθα, ὧν πρὸ ὀλίγου τὴν ἐπιστήμην λαβόντες καὶ ἀπολέσαντες·2 οὐδὲν γὰρ κωλύει ἐπιλαθέσθαι τινὰ καὶ ὧν πρὸ ὀλίγου μεμάθηκεν. δεῖ οὖν θεωρεῖν ἐπὶ τούτων· καὶ ὡς ἐπὶ τούτων, οὕτως ἕξει καὶ ἐπὶ τῶν ἄλλων, ἤτοι τῶν πόρρω, ἤτοι ὧν πάλαι τὴν ἐπιστήμην ἢ τὴν αἴσθησιν ἐλάβομεν. δῆλον γὰρ ὡς ὁ αὐτός ἐστι τρόπος τῆς ἀναμνήσεως τῶν τε πάλαι καὶ τῶν πρὸ ὀλίγου. ὥσπερ γὰρ ἐπὶ τῶν σύνεγγυς οὐ προζητήσας, ἀλλ’ ἀπὸ τινος ἀρχῆς, ἣν ἔχει, λέγει τε καὶ συνείρει τὸ ἐφεξῆς (ἀκολουθοῦσι γάρ, ὡς εἴρηται, τῷ ἔθει αἱ κινήσεις, ἥδε μετὰ τήνδε), οὕτω καὶ ὅταν ἀναμιμνῄσκεσθαι βούληταί τι, ὧν πάλαι τὴν ἐπιστήμην ἔλαβέ τις (τούτου γὰρ δεῖ προσυπακούειν), τοῦτο ποιήσει. εἰπὼν δὲ τοῦτο ποιήσει, τί δεῖ ποιεῖν συντόμως ἐπήγαγεν εἰπὼν ζητήσει λαβεῖν ἀρχὴν κινήσεως, μεθ’ ἣν ἐκείνη ἔσται. ὡς γὰρ ἐπὶ τῶν σύνεγγυς ἀπὸ τῆς ἐνούσης ἀρχῆς ἀναμιμνῄσκεται τὰ ἐφεξῆς, οὕτω καὶ ἐπ’ ἐκείνων ζητήσει ἀρχήν, ἀφ’ ἧς εὑρήσει ὅπερ βούλεται εὑρεῖν.

“而根本不需要考察遥远的事物我们是如何记忆的,而应考察相邻近的事物。” 所谓遥远的事物,他是指年代较久远、时间更漫长的事物,即我们在很久以前看见、听见或学到的事物;而所谓相邻近的事物,则是指昨天的,或总的说来不久前的事物。并且他根据记忆来阐明关于回忆的事理。所说的内容在潜能上是这样的:我们应当在记忆的情形中观察,在记起某个这个之后,我们如何会因而也记起另一个事物。正如在记忆的情形中那样,在回忆的情形中也将是那样;因为他说,正如在记忆的情形中这个运动随那个运动而发生,也就是这个记忆随那个记忆而发生,在回忆的情形中也同样如此。或者所说的不是这个意思,而是我认为在“根本不需要考察遥远的事物我们是如何记忆的”中,这里的“记忆”又是代替“回忆”而说的。那么所说的意思将是:我们应当考察,对于不久前获得了知识又丧失了的事物,我们是如何回忆的;因为没有什么能阻止某人也遗忘不久前学到的事物。因此应当在这些事物的情形中进行考察;正如在这些事物的情形中那样,在其他事物的情形中也将是那样,也就是遥远的事物,即我们在很久以前获得其知识或感觉的事物。因为显然,对于很久以前的事物和不久前的事物,回忆的方式是相同的。因为正如在相邻近的事物的情形中,人并不是预先探寻,而是从自己所拥有的某个开端出发陈述并串联起接续的事物(因为正如已经说过的,诸运动顺从习惯,这个随那个发生),同样,当某人想要回忆很久以前获得其知识的事物中的某物时(因为必须补充理解这一点),他也会这样做。在说了“他会这样做”之后,他又简明地补充指出了应当做什么,说“他将寻求获得一个运动的开端,在那之后将是那个运动”。因为正如在相邻近的事物的情形中,人从存留在内的开端出发回忆起接续的事物,同样在那些事物的情形中,他也将寻求一个开端,从此出发他将发现自己所希望发现的事物。

§1.26

"Διὸ κάλλιστα καὶ τάχιστα γίνονται ἀπ’ ἀρχῆς αἱ ἀναμνήσεις." Τουτέστι διὰ τὸ τὴν ἀρχὴν μεγάλα συντείνειν εἰς τὸ ἀναμιμνῄσκεσθαι τὰ ἐφεξῆς, διὰ τοῦτο ἐν οἷς εἰσιν ἀρχαί, εἴπερ ἕξομεν ταύτας, κάλλιστα ἀνάμνησιν εὑρήσομεν τῶν ἐφεξῆς, ὥσπερ ἐπὶ τῶν γεωμετρικῶν θεωρημάτων· ὡς γὰρ τὰ πράγματα ἔχει τῷ ἐφεξῆς, οὕτω καὶ αἱ κινήσεις καὶ αἱ ἀναμνήσεις αὐτῶν. ὡς γὰρ ἐπὶ τῶν αἰσθητῶν, εἰ ἐφεξῆς κεῖνται καὶ τεταγμένως, καλῶς ὁρᾷ ἡ ὄψις αὐτά, εἰ δὲ συγκεχυμένως, οὐ καλῶς, οὕτω καὶ ἐπὶ τῶν ἐν τῇ ψυχῇ τύπων. καὶ εἰσιν εὐμνημόνευτα ὅσα τάξιν ἔχει καὶ τὸ ἐφεξῆς, ὅσα δὲ μὴ τοιαῦτα δυσμνημόνευτα. εἰπὼν δὲ ταῦτα λέγει, τί διαφέρει μάθησις ἀναμνήσεως· οὐ γάρ εἰσιν αἱ αὐταί, ὡς δοκεῖ Πλάτωνι. ἀνάμνησις τοίνυν ἐστίν, ὅταν δι’ ἑαυτοῦ καὶ τῆς ἐνούσης αὐτῷ ἀρχῆς κινῆται ἐπὶ τὸ ἐφεξῆς τῇ ἀρχῇ· ὅταν δὲ μὴ δι’ ἑαυτοῦ, ἀλλὰ δι’ ἄλλου, οἷον τοῦ διδασκάλου, μάθησις τοῦτο καὶ οὐκ ἀνάμνησις. πολλάκις δὲ ἤδη μὲν ἀδυνατεῖ συντόμως ἀναμνησθῆναι, ζητεῖ δὲ καὶ εὑρίσκει· ἀλλ’ οὐ συντόμως, ἀλλὰ πολλὰς κινηθεὶς κινήσεις τέλος κινεῖται τοιαύτην κίνησιν, ᾗ ἀκολουθεῖ τὸ ἐφεξῆς. ὥσπερ γὰρ αἱ πολλαὶ ῥανίδες ἐπιτήδειον ποιήσασαι τὴν πέτραν, τέλος ἡ ἐσχάτη ἐκοίλανεν αὐτήν, οὕτω καὶ ἐπὶ τῆς ἐν τῇ καρδίᾳ ὑγρότητος ἔχει. πολλάκις γὰρ κινηθεῖσα τέλος κινεῖται κίνησιν, καθ’ ἣν ἀνίσταται τὸ ζητούμενον· ὅπερ εὑροῦσα ἡ διάνοια παύεται. ἔστιν οὖν τὸ ἀναμιμνῄσκεσθαι τὸ ἐνεῖναι δύναμιν τὴν κινοῦσαν, λέγων δύναμιν τὴν ἀρχήν (αὕτη γὰρ τὴν διάνοιαν ἐποξύνει καὶ ἀνεγείρει πρὸς ἀνάλυσιν καὶ τοῦ λοιποῦ), κινεῖσθαι δὲ ἐξ αὑτοῦ3 καὶ οὐχ ὑπὸ τοῦ διδασκάλου.

“因此从开端出发的回忆最为完善也最为迅速。” 也就是说,由于开端对于回忆接续的事物有极大的助益,正因如此,在有开端存留的事物中,如果我们确实掌握了这些开端,我们就能最为完善地发现对接续事物的回忆,正如同在几何学定理的情形中一样;因为事物在序列中如何排列,它们的运动和回忆也同样如何排列。因为正如在可感觉事物的情形中,如果它们顺次且整齐地排列,视觉就能良好地看见它们,但如果杂乱无章,就不能良好地看见,在灵魂中的印记的情形中也是如此。凡是具有秩序和序列的事物都是容易记住的,而凡是不具备这些的都是难以记住的。在说了这些之后,他说明了学习与回忆有何不同;因为它们并不是同一的,不像柏拉图所认为的那样。因此,回忆就是当某人通过自身以及存留在自身之内的开端,被推动走向紧随开端之后的事物之时;而当不是通过自身,而是通过他人,例如教师之时,这是学习而不是回忆。而且很多时候,某人起初不能简捷地回忆起来,但他进行探寻并发现;然而不是简捷地,而是在经历许多运动之后,最终被推动做出一个接续事物紧随其后的运动。因为正如许多水滴使岩石变得适宜之后,最终最后一滴水滴穿透了岩石,在心脏内的湿气的情形中也是如此。因为它在被多次触动之后,最终被推动做出一个运动,依照该运动所探寻的对象便浮现出来;理智一旦发现了它便止息下来。因此,回忆就是内含着推动的潜能——他把开端称为潜能(因为这激励并唤醒理智去解析其余的部分)——并且是从自身出发被推动,而不是由教师推动。

语法注3 条
  1. 1.25τὸ μεμνήμεθα ἀντὶ τοῦ ἀναμιμνῃσκόμεθα εἴρηται

    米海尔首先提出将亚里士多德原文中的 μεμνήμεθα(我们记忆)按字面理解为“记忆”并作为回忆之类比的解释,随后使用 ἀντὶ τοῦ...(代替……)提出另一种解读,认为此处是以字面上的“记忆”借代“回忆(ἀναμιμνῃσκόμεθα)”。

  2. 1.25ὧν πρὸ ὀλίγου τὴν ἐπιστήμην λαβόντες καὶ ἀπολέσαντες

    关系代词 ὧν 的先行词被省略,分词 λαβόντες καὶ ἀπολέσαντες 的逻辑主语与整句主语(我们)一致。在关系从句内部,ὧν 用作依附于 τὴν ἐπιστήμην 的宾格性属格(“关于对其获得了知识又丧失了的事物”)。

  3. 1.26ἔστιν οὖν τὸ ἀναμιμνῄσκεσθαι τὸ ἐνεῖναι δύναμιν τὴν κινοῦσαν ... κινεῖσθαι δὲ ἐξ αὑτοῦ

    句首主语 τὸ ἀναμιμνῄσκεσθαι(回忆)接有两个由冠词引导的不定词短语作并列谓语:τὸ ἐνεῖναι... 与 κινεῖσθαι δέ...。中间的 λέγων δύναμιν τὴν ἀρχήν 是注解者的解释性插入语,整句的核心骨架为:“回忆即是推动的潜能内在于……并且是从自身出发被推动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:27.18-29.3