- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:26.1-27.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了亚里士多德关于回忆的学说(451b16),通过相似、相反与相邻的联想原则以及具体事例(肖像、反义词、德摩斯梯尼演说开篇等),详尽阐述了从先行运动向后续运动的推演过程。
" Ὅταν οὖν ἀναμιμνῃσκώμεθα, κινούμεθα τῶν προτέρων τινὰ κινήσεων.1" Προτέρας κινήσεις λέγει τὰς ἡγουμένας. οἷον, ὡς αὐτὸς προϊὼν ἐρεῖ, βουλόμενος ἀναμνησθῆναι, τίς καθ’ οἷον καιρὸν ἔπραξε τόδε τι, ἀνεμνήσθη γάλα, ἀπὸ γάλακτος λευκόν, ἀπὸ λευκοῦ ἀέρα, ἀπὸ ἀέρος ὑγρόν, ἀπὸ τούτου μετόπωρον· ἔστω δὲ οὗτος ὁ χρόνος, καθ’ ὃν ἔπραξε τὴν πρᾶξιν. ἢ εἶδε γεγραμμένην λύραν, ἀπὸ δὲ ταύτης ἀνεμνήσθη λύραν, καὶ ἀπὸ ταύτης τὸν μουσικόν, ἐκ δὲ τούτου ἣν ᾖσεν ᾠδήν, εἰ ταύτης ἔδει ἀνάμνησιν λαβεῖν. ἐκινήθη δὴ τὰς προτέρας κινήσεις, ἕως οὗ ἦλθεν εἰς τὸν μουσικόν, μεθ’ ὃν γέγονεν ἡ τῆς ᾠδῆς ἀνάμνησις· μετὰ γὰρ τὴν τοῦ μουσικοῦ κίνησιν εἰώθει γίνεσθαι ἡ τῆς ᾠδῆς ἀνάμνησις. ἀπὸ οὖν τοῦ νῦν, οἷον ἀπὸ τῆς νῦν ὁρωμένης λύρας, ἀνεμνήσθη τὴν ᾠδήν. πολλάκις δὲ καὶ ἀπό τινος ἄλλου· εἰ γὰρ τύχοι ἐφεξῆς ὢν τῷ τῆς ᾠδῆς τύπῳ ὁ τοῦ κίονος, ἀναμνησθήσομαι αὐτὴν ἀπὸ τοῦ κίονος. εἰκὸς γὰρ τοῦ τύπου τοῦ κίονος κινηθέντος συγκινηθῆναι καὶ τὸν τῆς ᾠδῆς καὶ ἐξ αὐτοῦ ἀναμνησθῆναι αὐτήν. πολλάκις δὲ καὶ ἀπὸ τοῦ ὁμοίου ἢ ἐναντίου ἢ τοῦ σύνεγγυς· ἀπὸ μὲν ὁμοίου, ὅταν ἀπὸ τῆς τοῦ Σωκράτους εἰκόνος τὸν Σωκράτην, ἀπὸ δὲ ἐναντίου, ὅταν ἀπὸ λευκοῦ μέλαν, ἀπὸ δὲ τοῦ σύνεγγυς, ὅταν ἀπὸ τοῦ “ἀντὶ πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι” ἀναμνησθῶ “χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω” (σύνεγγυς γὰρ τοῦτο ἐκείνῳ), ἢ ἀπὸ κυνὸς λύκον· σύνεγγυς γὰρ ὁ κύων τῷ λύκῳ. γίνεται οὖν ἡ ἀνάμνησις διὰ τοῦ ὁμοίου ἢ τοῦ ἐναντίου ἢ τοῦ σύνεγγυς διὰ τὸ τὰς κινήσεις τῶν μὲν ὁμοίων εἶναι τὰς αὐτάς (ὁ δὲ κινούμενος κατὰ τὸ εἴδωλον καὶ τὸν τύπον τρόπον τινὰ κατὰ τὸ πρᾶγμα, ἀφ’ οὗ ὁ τύπος, κινεῖται. ὥστε ἀνάγκη εὐθὺς ἀναμιμνῄσκεσθαι ἀπὸ τῆς εἰκόνος τὸ πρᾶγμα), τῶν δὲ ἐναντίων ἅμα (ἅμα γὰρ τῇ διακρίσει συννοοῦμεν σύγκρισιν, καὶ ἅμα τῇ ψύξει θέρμην), τοῦ δὲ σύνεγγυς διὰ τὸ εἶναι μέρος τοῦ λοιποῦ· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ τῶν δὲ μέρος ἔχουσι.2 τὸ γὰρ “χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω” μέρος ἐστὶ τοῦ “ἀντὶ πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι”. κινουμένου οὖν τοῦ μέρους κινεῖται καὶ τὸ λοιπόν, ὥσπερ καὶ ἐπὶ τῆς ἁλύσεως τοῦ πρώτου κρίκου κινηθέντος κινεῖται καὶ τὸ λοιπόν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ ποτὲ μὲν τοῦ πρώτου μέρους κινουμένου κινεῖται καὶ τὸ ἐφεξῆς, ποτὲ δὲ οὔ· ὅταν γὰρ τέλεον ἀφανισθῇ, οὐ κινηθήσεται. εἰπὼν δὲ τῶν δὲ μέρος ἔχουσιν ἐπήγαγεν ὥστε τὸ λοιπὸν μικρόν, ὃ ἐκινήθη μετ’ ἐκεῖνο. ἢ οὖν διὰ τούτων τοῦτο λέγει, ὅτι παντὸς μείζων ἐστὶν ἡ ἀρχὴ τῶν μετ’ αὐτήν, καὶ ταύτης εὑρεθείσης τὰ μετ’ αὐτὴν μικρά, καὶ ἐπὶ τούτῳ ἐκ τῆς ἐνούσης ἀρχῆς συνείρει καὶ τὰ λοιπά (τῆς γὰρ ἀρχῆς εὑρεθείσης εἰκός ἐστι τὸν νοῦν συναγαγεῖν καὶ τὰ λοιπά)· ἢ ὅτι, εἰ ἀνεμνήσθη εἴκοσι φέρε εἰπεῖν στίχους, ὅτε ἀνεμνήσθη τοὺς δέκα καὶ ἕξ, τὸ λοιπόν, ἤγουν οἱ τέτταρες, οὓς ἐκινήθη καὶ ἀνεμνήσθη μετὰ τὸ ἀναμνησθῆναι τοὺς δεκαέξ, μικρὸν ἦν, καὶ οὐδὲν παρελυμήναντο τὴν διάνοιαν συναγαγεῖν καὶ αὐτούς.3 οὕτω μὲν οὖν ζητοῦντες ἐκ τῶν ὁμοίων ἢ ἐναντίων ἢ τῶν σύνεγγυς ἀναμιμνῄσκομεθα, ἀλλὰ καὶ οὕτω μὴ ζητοῦντες, τουτέστι μὴ ἐκ τῶν ὁμοίων μηδὲ ἐκ τῶν ἐναντίων μηδὲ τῶν σύνεγγυς, πολλάκις ἀναμιμνῄσκονται, ὅταν ἄλλην τινὰ κίνησιν κινηθέντες ἐκείνη γένηται. οἷον πολλάκις ἀναμνησθέντες ᾠδὴν ἀνεμνήσθησαν Σωκράτους· ἥτις ᾠδὴ οὔτε ὁμοία ἐστὶ Σωκράτει οὔτ’ ἐναντία οὔτε σύνεγγυς. γίνεται μὲν οὖν καὶ οὕτω, φησίν, ἀνάμνησις· ἀλλὰ τὰ πολλὰ ἑτέρων γενομένων κινήσεων, ὁποίων εἴπομεν, τουτέστιν ὁμοίων ἢ ἐναντίων ἢ σύνεγγυς, γίνεται ἡ ἀνάμνησις.
“因此,当我们回忆时,我们被先前的诸运动中的某一个所触动。” 所谓先前的诸运动,他是指先行的诸运动。例如,正如他自己在下文将要说的,某人想要回忆起是谁在何时做了某件特定的事,他回忆起牛奶,从牛奶回忆起白色,从白色回忆起空气,从空气回忆起湿气,由此回忆起秋天;假定这就是他做出该行为的时间。或者他看见一把画出来的七弦琴,由此回忆起七弦琴,又由此回忆起乐人,再由此回忆起他所唱的歌(假定需要获得对这首歌的回忆)。于是他被先前的诸运动所触动,直到他达到乐人,在此之后便发生了对歌的回忆;因为在乐人的运动之后,通常会发生对歌的回忆。于是从当下的事物出发,例如从当下所看见的琴出发,他回忆起了这首歌。但往往也从某种别的事物出发;因为如果柱子的印记恰好紧挨着歌的印记,我就会从柱子回忆起这首歌。因为柱子的印记被触动时,歌的印记很可能一同被触动,并由此回忆起这首歌。而且往往也从相似者、相反者或相邻者出发:从相似者出发,如从苏格拉底的画像回忆起苏格拉底;从相反者出发,如从白回忆起黑;从相邻者出发,如当我从“比起许多,雅典的男人们啊”回忆起“钱财,我认为你们宁愿选择”(因为这句话与那句话是相邻的),或者从狗回忆起狼,因为狗与狼是相邻的。因此,回忆之所以通过相似者、相反者或相邻者发生,是因为相似者的诸运动是相同的(按照肖像和印记被触动的人,在某种意义上就是按照生成印记的事物本身被触动的;以致必然立刻从画像回忆起事物本身),相反者的诸运动是同时的(因为在想到分离的同时我们也一同想到结合,在想到冷却的同时想到温热),而相邻者的运动则是因为它是剩余部分的一个组成部分;因为他通过“某些事物他们拥有其一部分”表明了这一点。事实上,“钱财,我认为你们宁愿选择”就是“比起许多,雅典的男人们啊”的一部分。因此,当部分被触动时,剩余部分也随之被触动,正如同在锁链的情形中,第一个链环被触动时,剩余部分也随之被带动。如果有时第一部分被触动时紧随其后的部分也随之被带动,而有时却不然,对此不必感到奇怪;因为当它完全泯灭时,就不会被触动。在说了“某些事物他们拥有其一部分”之后,他又接着说道:“因此在那之后被触动的剩余部分是微小的”。那么,通过这些话他或者是说:开端大于其后的一切,一旦发现了开端,其后的东西就是微小的,并且在此基础上,从存留在内的开端出发把其余的也串联起来(因为开端一旦被发现,理智很自然地会把其余的也汇集起来);或者是指:假定某人回忆起了二十行诗,当他回忆起十六行时,剩余的部分,即他在回忆起十六行之后所被触动并回忆起的四行,是微小的,它们丝毫没有阻碍理智把它们也汇集起来。因此,这样探寻时,我们从相似者、相反者或相邻者出发进行回忆;但即使不这样探寻,也就是不从相似者、也不从相反者或相邻者出发,当他们被某种别的运动所触动而发生那个运动时,他们往往也会回忆起来。例如,他们往往回忆起一首歌,由此回忆起了苏格拉底;而这首歌对苏格拉底而言既不相似,也不相反,更不相邻。他说,回忆通过这种方式也会发生;但大多数回忆是在发生了我们所说的另外的诸运动,即相似的、相反的或相邻的运动时发生的。
- 1.24κινούμεθα τῶν προτέρων τινὰ κινήσεων
τινά 作为动词 κινούμεθα 的同源宾语(内部宾语),而属格短语 τῶν προτέρων... κινήσεων 则是修饰它的部分属格(“被先前的诸运动中的某一个所触动”)。这是被动态动词带同源宾语的常见句法。
- 1.24τῶν δὲ μέρος ἔχουσι
引用自亚里士多德原文(451b19-20)。在 τῶν μέν... τῶν δέ 的对举结构中,表明相比于相似或相反的运动,在相邻运动的情形中,先行运动包含着后继运动的一部分。
- 1.24οὐδὲν παρελυμήναντο τὴν διάνοιαν συναγαγεῖν καὶ αὐτούς
παρελυμήναντο 的语法主语是前文所指的剩余部分(即那四行诗 οἱ τέτταρες),按意合(constructio ad sensum)采用复数动词。οὐδέν 用作状语性质的副词性对格(“绝不/毫无”),不定词 συναγαγεῖν 则表示阻碍动词后的结果或动作内容。
