← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§24.13-25.29

通过运动链条的回忆以及必然与习惯联想

米海尔依据亚里士多德451b10的文句,解释了回忆如何作为一个运动到另一运动的链条而发生,并通过具体事例区分了必然的联想与基于习惯的联想(如音节相似或词源提示)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23

" Συμβαίνουσι δὲ αἱ ἀναμνήσεις, ἐπειδὴ πέφυκεν ἡ κίνησις ἥδε μετὰ τήνδε." Εἰπὼν τίς ἐστιν ἡ ἀνάμνησις, νῦν λέγει καὶ πῶς γίνεται. ἐπειδὴ γάρ, φησί, πέφυκε γίνεσθαι κίνησις ἐν τῇ ψυχῇ ἥδε μετὰ τήνδε, διὰ τοῦτο συμβαίνει ἡμᾶς ἀναμιμνήσκεσθαι. ὥσπερ γὰρ καὶ ἐπὶ τῆς ἁλύσεως τοῦδε τοῦ κρίκου ἀρθέντος ἢ κινηθέντος ἐξ ἀνάγκης συγκινεῖται καὶ ὁ ἐφεξῆς, οὕτως εἰσὶ καὶ ἐν τῇ ψυχῇ τύποι· κινηθείσης οὖν ὑπό τινος τούτων τῆς ψυχῆς, εὐθὺς κινεῖ αὐτὴν καὶ τὸ ἐφεξῆς. οἷον ἦν μουσικὸς Κορίσκος ἔχων λύραν, καὶ γέγονεν ἐν τῇ ψυχῇ τύπος καὶ τῆς λύρας καὶ τοῦ Κορίσκου· εἶδον μετὰ τοῦτο Σωκράτη φέρε εἰπεῖν βαστάζοντα λύραν, καὶ εὐθὺς ἀνεμνήσθην τὴν λύραν τοῦ Κορίσκου, ἐκ δὲ ταύτης Κορίσκον. πάλιν ἤκουσά του ᾄδοντος “δύο ψυχαὶ ἐξήρχοντο, καὶ μία πρὸς ἄλλην ἔλεγε, ποῖ πορευτέον”. μετὰ δέ τινας χρόνους ἤκουσα ἄλλου ᾄδοντος τὸ μὲν μέλος καὶ τὸν ῥυθμὸν ἐκεῖνον, καθ’ ὃν ᾔδετο τὸ “δύο ψυχαὶ ἐξήρχοντο”, ἡ δὲ λέξις καὶ ἡ ἔννοια οὐκ ἐκείνη, ἀλλ’ ἦν ὅτι “ὁ νοῦς ὁ πρῶτος ἄγει με καὶ πάλιν κάτω φέρει”. ᾔδετο οὖν, ὥσπερ εἶπον, τῷ αὐτῷ ῥυθμῷ καὶ ταῦτα καὶ ἐκεῖνα· ἀφ’ οὗ ῥυθμοῦ πρῶτον ἀνεμνήσθην κινηθεὶς ὧδε κἀκεῖσε τὸν τόπον,1 ἐν ᾧ ἤκουσα τοῦ ῥυθμοῦ, εἶτα τὸν ᾄδοντα ἄνθρωπον, καὶ τότε τὸ “δύο ψυχαὶ ἐξήρχοντο“καὶ τὰ ἑξῆς. εἰσὶ μὲν οὖν τύποι τινὲς ἐξ ἀνάγκης ἀκολουθοῦντες ἀλλήλοις, ἐν οἷς ἀδύνατόν ἐστι τούτου κινηθέντος μὴ ἕπεσθαι καὶ τὸν ἑξῆς. οἷον εἰ Σωκράτης ἔτυψέ τινα, ἀδύνατόν ἐστιν ἀναμνησθῆναι Σωκράτην καὶ μὴ ἀναμνησθῆναι καὶ ὅτι ἐτύφθη ὑπὸ Σωκράτους. καὶ ἔτι ἀδύνατόν ἐστιν ἀναμνησθῆναι τόδε τὸ θεώρημα καὶ μὴ ἀναμνησθῆναι καὶ ὑπὸ τίνος αὐτὸ μεμαθήκαμεν. ὅταν οὖν κινηθῇ τὴν τοῦ Σωκράτους κίνησιν2 (τοῦτο δὲ ταὐτόν ἐστι τῷ ὅταν ἀναμνησθῇ Σωκράτην), δηλονότι καὶ τήνδε κινηθήσεται, τουτέστι δηλονότι ἀναμνησθήσεται, ὅτι ὑπὸ Σωκράτους ἐτύφθη. εἰ μὲν οὖν ἐστιν ἀναγκαία ἡ τῶν τύπων ἀκολούθησις καὶ αἱ ἀπ’ αὐτῶν κινήσεις, ὡς ἐξ ἀνάγκης τὴν μὲν ἡγεῖσθαι, τὴν δὲ ἕπεσθαι, ἀδύνατόν ἐστι τῆς ἡγουμένης γενομένης μὴ ἕπεσθαι καὶ τὴν λοιπήν. εἰ δὲ μὴ ἐξ ἀνάγκης ἀλλ’ ἔθει, οὐκ ἀεὶ ἕπεται τῇ πρώτῃ ἡ δευτέρα, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ. συμβαίνει γάρ ποτε τῆς πρώτης γενομένης μὴ γίνεσθαι τὴν λοιπήν. ἔσται δὲ τὸ λεγόμενον δῆλον ὧδε· πολλάκις ἐγὼ βουληθεὶς εἰπεῖν Λυκαβηττὸν οὐκ ἀνεμιμνῃσκόμην, ἐξ οὗ εἴθισα ἐμαυτὸν ἐνθυμεῖσθαι λύκον3 (ἄρχονται γὰρ ἀμφότερα ἐκ τῆς λυ συλλαβῆς)· ἀφ’ οὗ δὴ λύκου ὁρμώμενος ἀνεμιμνῃσκόμην τὸν Λυκαβηττόν. ἄλλος δέ τις τοῦ Ταυρομενίτου ἐπιλανθανόμενος εἴθισεν εὐθὺς ἔρχεσθαι εἰς ἔννοιαν ταύρου, ἀφ’ οὗ ἀνεμιμνῄσκετο τὸν Ταυρομενίτην. καὶ ἄλλοι πολλοὶ ἐθίζουσιν ἑαυτοὺς ἀπό τινων προχείρων ἀναμιμνῄσκεσθαι τὰ δυσεύρετα, οἷον ἀπὸ τῆς πλευρᾶς τὴν πλευρωνίαν. ἐπὶ τούτων οὖν τῶν ἐξ ἔθους οὐκ ἀεὶ ἕπεται τῇ πρώτῃ ἡ λοιπή· ἀλλὰ πολλάκις τὴν μὲν πλευρὰν ἐνθυμοῦμαι, τὴν δὲ πλευρωνίαν οὐκ ἀναμιμνῄσκομαι. τούτοις ἐπάγει ὅτι συμβαίνει ἐνίους ἅπαξ ἐθισθῆναι μᾶλλον ἢ ἑτέρους κινουμένους πολλάκις. εἰσὶ γάρ τινες ἐπιτηδείως ἔχοντες, ὥστε ἐθισθέντες ἐκ τοῦδε ἀναμιμνῄσκεσθαι τόδε ἅμα τῷ ἀναμνησθῆναι τὸ πρῶτον ῥᾷστα ἀναμιμνῄσκεσθαι καὶ τὸ δεύτερον. τινὲς δὲ πολλάκις ἐθίσαντες ἑαυτοὺς ἐκ τοῦ ταύρου ἀναμιμνῄσκεσθαι τὸν Ταυρομενίτην τὸ ταῦρος λέγουσι, πόρρω δ’ οὐ προβαίνουσιν. ἢ τὸ ἐνίους ἐπὶ τῶν ἐν τῇ ψυχῇ τύπων εἴρηται· τινὲς γὰρ τῶν τύπων γίνονται εὐμνημόνευτοι, τινὲς δ’ οὔ.

“回忆的发生,是因为这个运动天生顺应于在那个运动之后发生。” 在说明了回忆是什么之后,他现在也说明它是如何发生的。他说,因为灵魂中天生这个运动在那个运动之后发生,由于这一缘故,我们便发生了回忆。事实上,正如在锁链的情形中,当这一个链环被提起或移动时,紧挨着的那一个必然一同被带动,在灵魂中的印记也是如此;因此,当灵魂被这些印记中的某一个所触动时,紧挨着的那一个便立刻也触动灵魂。例如,科里斯库斯是个拥有七弦琴的乐人,在灵魂中生成了关于琴和关于科里斯库斯的印记;此后,比方说,我看见苏格拉底抱着一把琴,我便立刻回忆起科里斯库斯的琴,又从这把琴回忆起科里斯库斯。再如,我听见某人唱道“两个灵魂启程出发,一个对另一个说,应当走向何方”。一些时日之后,我听见另一个人唱着与唱“两个灵魂启程出发”时所用的相同的曲调与节奏,但歌词和意思却不是那首歌的,而是“最初的理智引导着我,又将我带向下界”。正如我所说的,这些歌词与那些歌词是以相同的节奏演唱的;由于这一节奏,我在反复思索中心绪被触动,首先回忆起了听见该节奏的场所,接着回忆起唱歌的人,在那时便回忆起了“两个灵魂启程出发”以及后续的内容。因此,存在着一些彼此必然依从的印记,在它们之中,当这个印记被触动时,紧接着的那一个不可能不随之而来。例如,如果苏格拉底打了某人,回忆起苏格拉底而不同时回忆起被苏格拉底所打是不可能的。再者,回忆起这条定理而不同时回忆起它是我们从谁那里学来的,也是不可能的。因此,当人被苏格拉底的运动所触动时(这等同于:当人回忆起苏格拉底时),显而易见他也会被这个运动所触动,也就是说,显而易见他会回忆起自己曾被苏格拉底所打。因此,如果印记的依从以及源自印记的运动是必然的,以致必然是一者先行、另一者依从,那么一旦先行者发生,剩余者不可能不随之发生。但如果不是出于必然而是出于习惯,第二者并不总是依从第一者,而是在大多数情况下如此;因为有时会发生第一者发生而剩余者未发生的情况。所说的内容通过下述例子将变得清楚:我常常想说出‘吕卡贝托斯’却想不起来,为此我习惯于让自己在心中思索‘狼’(因为两者都以音节ly开头);正是从这只狼出发,我便回忆起了‘吕卡贝托斯’。另一个人遗忘了‘陶罗麦尼泰斯’,便习惯于立刻想到‘公牛’,由此他便回忆起‘陶罗麦尼泰斯’。还有许多其他人习惯于从某些手边的东西回忆起难以寻找的东西,例如从‘肋骨’回忆起‘胸膜炎’。因此,在这些出于习惯的事情上,剩余者并不总是依从第一者;而是常常心中思索着肋骨,却回忆不起胸膜炎。对这些他补充道,有时某些人习惯一次,比另一些人多次被触动更加有效。因为有些人天资适宜,以致在习惯了由此回忆起彼之后,在回忆起第一者的同时,能够极容易地回忆起第二者。但有些人虽然多次习惯于从公牛回忆起陶罗麦尼泰斯,却只说出‘公牛’,而不再向前推进。或者,“某些”是指灵魂中的印记而言的;因为有些印记变得易于记忆,而有些则不然。

语法注3 条
  1. 1.23ἀφ’ οὗ ῥυθμοῦ πρῶτον ἀνεμνήσθην κινηθεὶς ὧδε κἀκεῖσε τὸν τόπον

    带有关系代词的介词短语 ἀφ’ οὗ ῥυθμοῦ 位于句首,与主要动词 ἀνεμνήσθην 所支配的宾格宾语 τὸν τόπον 发生了明显的超置分隔(hyperbaton)。分词 κινηθεὶς ὧδε κἀκεῖσε 修饰主语(“我”),描述了在回忆起场所之前心绪辗转反复的过程。

  2. 1.23ὅταν οὖν κινηθῇ τὴν τοῦ Σωκράτους κίνησιν

    动词 κινηθῇ(被动态虚拟式)接同源宾格(cognate accusative)τὴν ... κίνησιν。正如注疏者紧接着阐释的(“这等同于:当人回忆起苏格拉底时”),该结构表示“当某人被涉及苏格拉底的运动所触动时”。

  3. 1.23ἐξ οὗ εἴθισα ἐμαυτὸν ἐνθυμεῖσθαι λύκον

    ἐξ οὗ 作连接与结果用法,意为“由此”、“结果”。承接前文“想不起名字”的情况,引出采取助记习惯的后果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:24.13-25.29