← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§22.20-24.12

回忆的定义与区别于再学习的内在始原

米海尔注解了亚里士多德《论记忆与回忆》451a31–451b6,通过词义替换、句读调整及倒装分析理顺晦涩的原文结构以引出回忆的定义,并依据内在始原的强弱阐明了全忘后的重新学习与回忆之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21

" Ἔτι δὲ φανερόν ὅτι μνημονεύειν ἐστὶ μὴ νῦν ἀναμνησθέντα, ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα." Ἦν ἂν σαφέστερον, εἰ οὕτως πως εἶχεν ἡ λέξις· δῆλον τοίνυν ἐκ τούτων, τί ποτ’ ἐστὶν ἡ ἀνάμνησις. διαρθρώσας γὰρ τὰ περὶ μνήμης, νῦν λέγει καὶ τίς ἐστιν ἡ ἀνάμνησις. ἀσαφῶς δὲ πάντα ἀπαγγέλλει. ἔτι δὲ φανερὸν ὅτι μνημονεύειν ἐστί. τὸ μὲν ὅτι ἀντὶ τοῦ τί ἐστι, τὸ δὲ μνημονεύειν ἀντὶ τοῦ ἀναμιμνήσκεσθαι εἴληπται,1 εἴ τι χρὴ τῇ ἐμῇ προσέχειν μαντείᾳ. φανερὸν οὖν, φησί, τί ἐστι τὸ ἀναμιμνήσκεσθαι. καὶ δεῖ ἐνταῦθα τελείαν στίξαντας ἀπ’ ἄλλης ἀρχῆς ἀναγινώσκειν τὸ μὴ νῦν ἀναμνησθέντα, ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα,2 προσυπακούοντας τοῦ ἔστι ῥήματος καὶ τοῦ τοίνυν ἐπιρρήματος. ὁμοίως δὲ καὶ τὸ ἀναμνησθέντα ἀντὶ τοῦ ἀναμιμνήσκεσθαι, ὡς εἶναι τὴν λέξιν τοιαύτην· ἔστι τοίνυν μὴ νῦν ἀναμιμνῄσκεσθαι ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα. οὕτω μὲν οὖν, οἶμαι, χρὴ τὴν λέξιν καθιστάνειν, ἀναγινώσκειν δὲ ὑπερβατῶς οὕτως· ἔστι τοίνυν ἀναμιμνῄσκεσθαι μὴ νῦν ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα, ἵν’ ᾖ τὸ μὲν ἔτι δὲ φανερὸν ὅτι μνημονεύειν ἐστὶν ὡς ἀποφαινομένου καὶ λέγοντος· φανερὸν τοίνυν, τί ἐστιν ἀνάμνησις, εἶτα τὰ λοιπὰ δίδαξις τοῦ τίς ἐστιν ἀνάμνησις. οὕτως δὲ ἐπαχθέντα, ὡσεὶ ἔλεγεν· ἔστι τοίνυν τὸ ἀναμιμνήσκεσθαι μὴ νῦν ἐξ ἀρχῆς αἰσθόμενον (τουτέστιν οὐχ ὅπερ νῦν καὶ πρώτως· τὸ γὰρ ἐξ ἀρχῆς ἴσον ἐστὶ τῷ νῦν καὶ πρώτως), οὐκ ἔστιν οὖν ἀναμιμνῄσκεσθαι τὸ νῦν αἰσθάνεσθαί τι ἢ μανθάνειν, ἀλλ’ ὅταν ἣν εἶχε πρότερον ἐπιστήμην ἢ αἴσθησιν ἢ ὅτι ἂν εἴη, οὗ τὴν ἕξιν φαμὲν μνήμην, ὅταν οὖν ἐκ τοῦ ἐνόντος μέρους τῆς ἐπιστήμης ζητήσας εὑρήσῃ καὶ ἀναλάβῃ καὶ τὸ λοιπόν, τοῦτό ἐστι τὸ ἀναμιμνῄσκεσθαι τῶν εἰρημένων τι καὶ τότε. οὕτω γὰρ δεῖ τὴν λέξιν ἀναγινώσκειν τὴν τοῦτό ἐστι καὶ τότε ἀναμιμνῄσκεσθαι τῶν εἰρημένων τι· τότε γάρ ἐστι τὸ ἀναμιμνήσκεσθαι, ὅταν ἀναλαμβάνῃ καὶ τὸ λοιπόν. εἰρημένα δὲ λέγει τὴν ἐπιστήμην, τὴν αἴσθησιν καὶ ὅλως οὗ τὴν ἕξιν λέγομεν μνήμην. δεῖ δὲ καὶ ἐν τῇ λέξει τῇ ἀλλ’ ὅταν ἀναλαμβάνῃ ἣν πρότερον εἶχεν ἐπιστήμην προσυπακούειν τοῦ ἐκ τῆς ἐνούσης ἀρχῆς· ἐκ γὰρ τοῦ “μῆνιν ἄειδε θεὰ” τοῦ ἐνόντος ἡμῖν ἀνέλαβε καὶ τὸ λοιπὸν τὸ “Πηληιάδεω Ἀχιλῆος”. ἔτι δὲ φανερὸν ὅτι μνημονεύειν ἐστί. φανερόν, φησίν, ὅτι ἀναμιμνῄσκεσθαί ἐστιν οὐχὶ τὸ νῦν μανθάνειν ἢ ἐπίστασθαι, ἀλλὰ τὸ ἀναλαμβάνειν διὰ τῆς ἐνούσης ἀρχῆς τὸ διαρρεῦσαν καὶ διαφυγὸν τὴν μνήμην. πάλιν δὲ ἐν τῇ λέξει τῇ τῷ δὲ μνημονεύειν συμβαίνει καὶ μνήμην ἀκολουθεῖν τὸ μνημονεύειν ἀντὶ τοῦ ἀναμιμνήσκεσθαι εἴληπται. ἔστι δὲ τὸ λεγόμενον ταὐτὸν τῷ ‘τῇ δὲ ἀναμνήσει συμβαίνει ἀκολουθεῖν τὴν μνήμην’.

“此外,显而易见,记忆并非现在回忆起来,而是从头感知或经历。” 如果文句大致作如下表述,本会更加清楚:“因此,从这些事情中,回忆究竟是什么已很清楚。”因为在界分了关于记忆的事项之后,他现在也说明了回忆究竟是什么。但他的一切表述都很晦涩。“此外,显而易见记忆是[什么]”:如果应当听取我的揣测的话,其中的“因为/即(ὅτι)”是被用来代替“是什么(τί)”,而“记忆(μνημονεύειν)”是被用来代替“回忆(ἀναμιμνήσκεσθαι)”。因此他说的是:显而易见,回忆是什么。而在此处应当点上句号,另起一个开头来读“并非现在回忆起来,从头感知或经历”,并在心中补充动词“是(ἔστι)”和副词“因此(τοίνυν)”。同样地,“已回忆起来(ἀναμνησθέντα)”也是被用来代替“回忆(ἀναμιμνήσκεσθαι)”,以使文句成为:“因此,并非现在回忆,而是从头感知或经历”。依我看,应当这样整饬文句,并通过倒装这样来读:“因此,回忆是并非现在从头感知或经历”,从而使“此外显而易见记忆是[什么]”成为断言并宣称:“因此,回忆是什么已很清楚”,然后其余部分则是关于回忆是什么的教导。而按这样引申开来,就好像他在说:“因此,回忆并非现在从头感知(也就是说,并非现在且初次;因为‘从头’等同于‘现在且初次’),所以回忆并不是现在感知某物或学习某物,而是当人从知识之内在部分去探求并发现,重新把握其余部分,即他先前所具有的知识或感觉或无论什么我们称其品质为记忆的东西时,这就是,并且是在那时,回忆起了所述的某些事物。”因为文句“这就是,并且是在那时,回忆起了所述的某些事物”正应当这样读;因为正是当人重新把握其余部分时,那时才是回忆。而他将知识、感觉以及凡是我们称其品质为记忆的东西,统称为“所述的事物”。在“但是当他重新把握先前所具有的知识时”这一句中,也必须在心中补充“从内在的本原”。因为正是从我们心中内在的“女神啊,请歌唱愤怒”,人重新把握了其余的“佩琉斯之子阿喀琉斯的”。“此外,显而易见记忆是[什么]”:他说的是,显而易见,回忆并非现在学习或知晓,而是通过内在的本原重新把握那流走并逃离记忆之物。再者,在“而随着记忆发生,记忆也会伴随”这一文句中,“记忆”也是被用来代替“回忆”;所说的内容等同于“而随着回忆发生,记忆也会伴随”。

§1.22

"Οὐδὲ δὴ ταῦτα ἁπλῶς, ἐὰν ἔμπροσθεν ὑπάρξαντα πάλιν ἐγγίνηται." Ἐπειδὴ πολλάκις μαθόντες τι, οὕτω διαφεύγει ἡμᾶς, ὡς ἂν εἰ μηδὲ ὅλως ἐμάθομεν, φησὶν ὅτι, ἂν συμβῇ τὸν τύπον οὗπερ ἐμάθομεν παντελῶς ἀφανισθῆναι, εἶτα πάλιν ὕστερον μάθωμεν αὐτὸ ὥσπερ καὶ πρότερον, οὐκ ἔστι τοῦτο ἀνάμνησις, ἀλλὰ μάθησις. οὕτω γὰρ καὶ νῦν μανθάνομεν αὐτό, ὥσπερ καὶ πρότερον. καὶ οὐδὲν κωλύει τοῦτο μαθόντα πρότερον δὶς πάλιν μαθεῖν αὐτό. οὐκ ἔστιν οὖν ἀνάμνησις, ἐὰν τὰ ἔμπροσθεν ὑπάρξαντα πάλιν ἐγγίνηται οὕτως, ὥσπερ καὶ πρότερον (οὔτε γὰρ τότε, ὅτε τὴν ἀρχὴν ἐμανθάνομεν, τύπους εἴχομεν τούτων, οὔτε νῦν διὰ τὸ παντελῶς ἠφανίσθαι τοὺς φθάσαντας γενέσθαι), ἀλλ’ ὅταν ἐνούσης ἀρχῆς δι’ αὐτῆς ἀναλάβῃ καὶ τὰ λοιπά, τότε ἐστὶν ἀνάμνησις. δεῖ γὰρ διαφέρειν τὴν ἀνάμνησιν τούτων, τουτέστι τῶν μαθήσεων. εἰπὼν δὲ καὶ ἐνούσης πλείονος ἀρχῆς, πάνυ ἀσφαλῶς ἐπήγαγε τὸ ἢ ἐξ ἧς μανθάνουσιν. ἔστι δὲ τὸ ἢ παραδιαζευκτικόν·3 ἐπειδὴ γὰρ “πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως” καὶ ἀρχῆς, γίνεται δὲ καὶ ἡ ἀνάμνησις ἐκ προϋπαρχούσης ἀρχῆς, ἐπήγαγε τὸ καὶ ἐνούσης πλείονος ἀρχῆς, ὡς εἰ ἔλεγε· γίνεται μὲν καὶ ἡ μάθησις ἀπό τινος ἐνούσης ἀρχῆς, ἀλλ’ ἡ ἀρχή, ἀφ’ ἧς ἡ ἀνάμνησις, πλείων ἐστὶ καὶ σφοδροτέρα, παρ’ ὅπερ ἀφ’ ἧς ἡ μάθησις.

“而且,如果先前存在的东西再次产生,这些也绝不单纯是[回忆]。” 由于我们常常在学了某事之后,它完全逃逸于我们,以致犹如我们根本未曾学过一样,因此他说,若恰巧我们所学之物的印记全然湮灭,随后我们又像先前那样再次学习它,这并非回忆,而是学习。因为我们现在也是像先前那样学习它。并且绝不妨碍先前学过此事的人再次二度学习它。因此,如果先前存在的东西完全像先前那样再次产生,这并不是回忆(因为无论是在最初学习的当时,我们没有这些印记,还是现在,由于先前生成的印记已全然湮灭,我们也没有印记);相反,只有当内在存在着一个本原、人通过它重新把握其余部分时,那时才是回忆。因为回忆必须与这些、即与诸种学习有所区别。在说了“而且当内在存在着更大的本原时”之后,他极其稳妥地附加上了“或者由此人们得以学习[的本原]”。而这个“或者(ἤ)”是准选言性质的;因为既然“一切教学和一切理智学习都来自预先存在的认识”与本原,而回忆也是来自预先存在的本原,所以他附加上了“而且当内在存在着更大的本原时”,犹如他在说:“学习固然也是来自某种内在的本原,但是回忆所由之而来的本原,比起学习所由之而来的本原,更为丰厚且更为强固。”

语法注3 条
  1. 1.21τὸ μὲν ὅτι ἀντὶ τοῦ τί ἐστι, τὸ δὲ μνημονεύειν ἀντὶ τοῦ ἀναμιμνήσκεσθαι εἴληπται

    注疏家米海尔为了化解亚里士多德原文的晦涩,将连词 ὅτι 解释为代指疑问词 τί,将不定式 μνημονεύειν 解释为代指 ἀναμιμνήσκεσθαι(ἀντί 支配属格),从而将主句理顺为一个提出论题的句子:“回忆是什么已很清楚”。

  2. 1.21ἀναγινώσκειν δὲ ὑπερβατῶς οὕτως· ἔστι τοίνυν ἀναμιμνῄσκεσθαι μὴ νῦν ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα

    米海尔指出了此处的倒装结构(ὑπερβατόν),指示读者应将否定词 μή 理解为修饰 νῦν ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα,形成其表语结构:“回忆并非现在从头感知或经历”。

  3. 1.22Ἔστι δὲ τὸ ἢ παραδιαζευκτικόν

    此处的连词 ἤ 被解释为准选言性的(παραδιαζευκτικόν)。它将回忆的始原与学习的始原加以对照区分,说明了回忆的始原相对于学习的始原而言是“更为丰厚和强固”的比较基础。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:22.20-24.12