- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:21.27-22.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔将451a25中的“不可分且极限之点”解释为不可分的一瞬(“现在”),并阐明由于记忆必须经历时间的流逝,因此即便在获得完全完成的瞬间,也不能被称为记忆。
" Ἔτι δὲ ὅτε πρῶτον ἐγεγόνει ἐν τῷ ἀτόμῳ καὶ ἐσχάτῳ." Ἄτομον καὶ ἔσχατον τὸ ἀμερὲς λέγει νῦν τὸ ἀνάλογον τῇ στιγμῇ.1 εἰ γὰρ καὶ χρόνῳ καὶ τέχνῃ τὰ φυσικὰ καὶ τεχνητὰ γίνεται, ἀλλ’ οὖν τὸ οἰκεῖον τέλος ἐν τῷ νῦν ἑκάστῳ παραγίνεται, ὁμοίως δὲ καὶ αἱ ἀποδείξεις καὶ ἐπιστῆμαι. ἔστι δὲ τὸ τῆς λέξεως συνεχὲς τοιοῦτον· ἔτι δὲ ὅτε τὸ πρῶτον ἐγεγόνει ἐν τῷ ἀτόμῳ καὶ ἐσχάτῳ, τὸ μὲν πάθος ἐνυπάρχει ἤδη τῷ παθόντι καὶ ἡ ἐπιστήμη, εἰ δεῖ καλεῖν ἐπιστήμην τὴν ἕξιν ἢ τὸ πάθος, τὸ δὲ μνημονεύειν καθ’ αὑτὸ οὐχ ὑπάρχει πρὶν χρονισθῆναι. τὰ δ’ ἄλλα μεταξὺ παρέρριπται. διαφέρει δὲ τὸ δεύτερον ἐπιχείρημα τοῦ προτέρου· ἐν ἐκείνῳ μὲν γὰρ ἔλεγεν, ὅτι οὐκ ἔστι μνήμη οὐδὲ μνημονεύειν λεγόμεθα, ὅτε τὰ πάθη καὶ τοὺς τύπους λαμβάνομεν, οὔπω δὲ τελέως ἐλάβομεν, ἐν τούτῳ δὲ λέγει, ὅτι οὐδὲ ἐν τῷ νῦν, ἐν ᾧ ἤδη τελέως τὸν τύπον ἐλάβομεν, μνημονεύειν λέγομεν. οὐ γὰρ λέγομεν μνημονεύειν ὅπερ νῦν ἐμάθομεν, ἀλλ’ ὅπερ πρότερον. ὑπάρχει γὰρ ἐν ἐμοὶ τῷ παθόντι τὸ πάθος καὶ ἡ ἐπιστήμη, ἥτις μοι νῦν ἐγεγόνει. καὶ οὐκ ἔστι τοῦτο μνήμη, ἀλλ’ ὅταν χρονίσαν ἐν ἐμοὶ δύνωμαι ἀπταίστως προβαλέσθαι αὐτό, τότε ἐστὶ μνήμη. ὃ γὰρ εἶδεν ἢ ἔμαθε πρότερον, τοῦτο μνημονεύει νῦν· ὃ δὲ νῦν ἔμαθε, πῶς ἂν λέγοιτο μνημονεύειν; τὸ δὲ οὐδὲν γὰρ κωλύει κατὰ συμβεβηκὸς μνημονεύειν ἔνια ὧν ἐπιστάμεθα μεταξὺ παρεμβέβληται·2 εἴρηται δέ, ὅτι τῶν ἐπιστημῶν κατὰ συμβεβηκός ἐστι μνήμη.
“此外,在不可分且极限之物中最初生成时。” 他现在将类比于点的无部分之物称为“不可分且极限之物”。因为即使自然物和人工物是通过时间和技艺而生成的,但其各自固有的终极完满仍是在“现在”降临于每一事物上的,证明和科学知识同样也是如此。而文句的连贯脉络如下:“此外,在不可分且极限的[瞬间]最初生成时,情状固然已内在于经历者之中,科学知识亦然——如果应当将此品质或情状称为科学知识的话——但就其自身而言的记忆,在时间流逝之前并不存在。”其他词句则是被穿插在中间的。这第二个论证与前一个论证有所不同:因为在前一个论证中,他说的是当我们正在接受情状与印记而尚未完全接受时,记忆并不存在,我们也不被称为在记忆;而在本论证中,他则是说,即使在已经完全接受印记的“现在”之中,我们也不说是在记忆。因为我们绝不说正在记忆刚刚学到之物,而是说[记忆]以前所学之物。因为在经历者的我之中,确实存在着刚刚在我之中生成的情状与知识。而这并非记忆,只有当它在我之中历经时间、我能够毫无挫折地将它提出时,这时才是记忆。因为某人以前所见或所学之物,他现在正在记忆它;但他刚刚学到之物,又怎能被称为在记忆呢?而“因为绝不妨碍我们偶性地记忆我们所知晓的某些事物”这一句则是插入在中间的;并且[此前]已经说过,对科学知识的记忆是偶性的。
- 1.20Ἄτομον καὶ ἔσχατον τὸ ἀμερὲς λέγει νῦν τὸ ἀνάλογον τῇ στιγμῇ
由动词 λέγει(称……为)支配的双宾格(双补足成分)结构。带定冠词的名词短语 τὸ ἀμερὲς ... τὸ ἀνάλογον τῇ στιγμῇ 作为被称谓的直接宾语,引自题旨句的短语 ἄτομον καὶ ἔσχατον 作宾语补足语(述语宾格)。
- 1.20τὸ δὲ οὐδὲν γὰρ κωλύει κατὰ συμβεβηκὸς μνημονεύειν ἔνια ὧν ἐπιστάμεθα μεταξὺ παρεμβέβληται
中性单数定冠词 τό 将引自亚里士多德原文的整个子句(οὐδὲν γὰρ κωλύει...)名词化,作为被动主动词 παρεμβέβληται(被插入)的语法主语。引文内部的小词 γάρ 不参与主句的句法结构,仅作为原文文句的原样保留。
