- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:20.9-21.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔继续使用印章在硬物上擦损的比喻,解释了亚里士多德立足于《问题集》所主张的回忆既非记忆的获取亦非重新获取的论点,并补充阐明了亚里士多德关于品质(具有)的生成与记忆形成的极其简略的文句。
οἷά εἰσι καὶ τὰ ἀπὸ τῶν δακτυλίων ἐν τοῖς κηροῖς ἐντυπωθέντα ἐκσφραγίσματα, ὅταν προστριβῶσιν ἔν τισι στερροῖς· ἀμαυρὰ γὰρ καὶ ταῦτα καὶ ἀσαφῆ. ἕπεται δὲ ἐξ ἀνάγκης τῇ ἀναμνήσει μνήμη. ὁ γὰρ ἀναμνησθεὶς τρόπον τινὰ ἐμνήσθη· μέρους γάρ τινος τῆς προτέρας μνήμης ἐπανάληψιν ποιεῖται. Περὶ δὲ τοῦ ἀναμιμνῄσκεσθαι λοιπὸν εἰπεῖν. πρῶτον μὲν οὖν ὅσα ἐν τοῖς ἐπιχειρηματικοῖς λόγοις ἐστὶν ἀληθῆ, δεῖ τιθέναι. ἐπιχειρηματικοὺς λόγους λέγει τὰ προβλήματα.1 ἔστι δὲ τὸ λεγόμενον· ὅσα ἐν τοῖς Προβλήμασιν ἡμῖν εἴρηται καὶ δέδεικται ἀποδεικτικῶς περὶ ἀναμνήσεως, δεῖ ἐνταῦθα ὡς ὁμολογούμενα λαμβάνειν καὶ μὴ ζητεῖν καὶ νῦν αὐτῶν ἀποδείξεις. τὸ γὰρ ἅπαξ δειχθὲν οὐ δεῖ πάλιν ἀποδεικνύναι. δέδεικται δὲ ἐν τοῖς Προβλήμασιν, ὅτι οὔτε μνήμης ἐστὶν ἀνάληψις ἡ ἀνάμνησις, ὡς ἔλεγόν τινες, οὔτε λῆψις. τινὲς μὲν γὰρ ἔλεγον τὴν ἀνάμνησιν ἀνάληψιν μνήμης, τινὲς δὲ ἔλεγον, ὅτι ἀνάμνησίς ἐστι μνήμης λῆψις. οὐκ ἔστι δὲ οὐδέτερον τούτων ἡ ἀνάμνησις. ὁ γὰρ ἀναμιμνῃσκόμενος οὐ τὴν μνήμην ἀναλαμβάνει ἢ λαμβάνει, ἀλλὰ τὸ συνεχὲς τοῦ ἐνόντος καὶ μένοντος ἐν τῇ καρδίᾳ τύπου· τὸ γὰρ ἐνὸν ἔχει καὶ μέμνηται. ἀναλαμβάνει δὲ τὸ συνεχὲς αὐτῷ ἐν τῇ ἀναμνήσει. εἰπὼν δὲ ὅτι οὔτε λῆψις οὔτε ἀνάληψις μνήμης ἐστὶν ἡ ἀνάμνησις καὶ λαβὼν ὡς ἀληθὲς διὰ τὸ δεδεῖχθαι ἐν τοῖς Προβλήμασιν, ἐπάγει· ὅταν γὰρ τὸ πρῶτον πάθῃ ἢ μάθῃ, οὔτε ἀναλαμβάνει μνήμην οὐδεμίαν. ἔστι δὲ τὸ λεγόμενον ἴσον τῷ ‘οὔτε ἀναμιμνήσκεται’· οὔτε γὰρ ἀναμιμνήσκεσθαι λέγομεν τὸν νῦν πρώτως λαμβάνοντα καὶ μανθάνοντα, ὃ οὐδέποτε ἔλαβεν ἢ μεμάθηκεν, ἀλλὰ μᾶλλον μανθάνειν (ὃ γὰρ νῦν πρώτως λαμβάνει, τοῦτο νῦν πρώτως μανθάνει, ἀναμιμνῄσκεται δὲ οὐδαμῶς, εἴπερ ἀνάμνησίς ἐστιν ἀνανέωσις προτέρας μνήμης, ἐπὰν λήθη γενομένη τὸ συνεχὲς ἀναλύσῃ), οὔτε οὖν ὅπερ ἔμαθε καὶ ἔτι φέρει ἐν τῇ μνήμῃ, λήθης μηδὲν ὅλως μεσολαβησάσης, ἀναμιμνήσκεσθαι λέγομεν, οὔτε ἐξ ἀρχῆς λαμβάνει, τουτέστιν οὔτε νῦν ἐξ ἀρχῆς λαμβάνει ὁ ἀναμιμνησκόμενος. εἰ γὰρ νῦν πρώτως ἐλάμβανε, μανθάνειν ἂν ἐλέγετο, ἀλλ’ οὐκ ἀναμιμνῄσκεσθαι. τὸν γὰρ νῦν μανθάνοντα “ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπὼν” οὔ φαμεν ἀναμιμνήσκεσθαι, ἀλλὰ μανθάνειν. οὐ λαμβάνει οὖν νῦν πρώτως ὁ ἀναμιμνῃσκόμενος, ἀλλ’ ἔχει μέν τι, λαμβάνει δὲ τὸ συνεχὲς τοῦ ἐχομένου· ὅπερ καὶ αὐτὸ εἶχεν, ἀπέβαλε δὲ τῷ χρόνῳ ἢ ἄλλῳ τινὶ συμπτώματι. ἔστι δὴ τὸ οὔτε ἐξ ἀρχῆς λαμβάνει ἴσον τῷ ‘οὔτε μὴν νῦν πρώτως λαμβάνει ὅπερ ἀναμιμνῄσκεται’. ὅταν δὲ ληφθῇ καὶ γένηται ἕξις τούτου, ὥστε δύνασθαι ἡμᾶς, ὅταν βουληθῶμεν, προβάλλεσθαι ὅλον ἀπροσπταίστως, τότε μνήμη ἐστὶ τοῦτο, ἀλλ’ οὐκ ἀνάμνησις. τοῦτο γὰρ πάλιν ἐδήλωσε διὰ τοῦ ὅταν γένηται ἡ ἕξις ἢ τὸ πάθος, τότε μνήμη ἐστίν. ἔστι δὲ λίαν ἐλλιπὴς ἡ λέξις. ἦν γὰρ ἂν κατάλληλος, εἰ οὕτω πως εἶχεν·2 ὅταν γὰρ γένηται ἡ ἕξις ἢ τὸ πάθος οὕτως, ὥστε ἀποδιδόναι δύνασθαι ἡμᾶς αὐτό, μηδ’ ὅλως περιμένοντας ἐκ τοῦ μέρους ἀθροῖσαι καὶ τὸ λοιπόν, μνήμη τοῦτο καὶ οὐκ ἀνάμνησις. καὶ ἐπεὶ τότε ἐστὶ μνήμη, ὅταν ἡ ἕξις ἢ τὸ πάθος γένηται, μετὰ τοῦ πάθους ἐγγινομένου οὐκ ἐγγίνεται,3 τουτέστιν οὐκ ἐγγίνεται ἡ μνήμη γινομένου τοῦ πάθους. οὐ γὰρ γίνεται ἡ μνήμη σὺν τῷ γινομένῳ τύπῳ καὶ πάθει ἐν τῷ πρώτῳ αἰσθητηρίῳ ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, ἀλλ’ ὅταν ἐν τῷ πρώτῳ αἰσθητηρίῳ κάλλιστα ἐγγραφῇ τὸ τοιοῦτον πάθος καὶ ὁ τύπος ἐκ τῆς συνεχοῦς περὶ τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἐνεργείας. διαρθροῖ δὲ καὶ νῦν τὰ περὶ μνήμης, ἵνα τὴν φύσιν τῆς ἀναμνήσεως διὰ τούτων παραστήσῃ καὶ τὴν διαφορὰν τῆς τε μνήμης καὶ τῆς ἀναμνήσεως.
当被摩擦在坚硬之物上时,印章戒指在蜡中印出的封印印记亦是如此;因为这些也昏暗而不清晰。而记忆必然伴随着回忆。因为回忆起的人以某种方式记起了;因为他是对先前记忆的某个部分进行了重新获取。“余下的则是论述回忆。首先,凡在辩证论证中为真的事项,必须设定。”他将《问题集》称为辩证论证。而所说的意思是:凡在《问题集》中由我们关于回忆所说且经由证明表明的事项,在此处必须作为公认之事接受,而不应在此时再去寻求它们的证明。因为一经证明之事无须再次证明。而在《问题集》中已经表明,回忆既不是某些人所说的记忆的重新获取,也不是记忆的获取。因为某些人曾说回忆是记忆的重新获取,而另一些人曾说回忆是记忆的获取。但回忆并非这两者中的任一种。因为回忆者并非重新获取或获取记忆,而是[重新获取]与心中心存且留存的印记相连之物;因为存留之物他已拥有并记着。而在回忆中,他重新获取与它相连之物。在说过回忆既不是记忆的获取也不是重新获取,并因其已在《问题集》中得到证明而将其作为真理接受之后,他接着补充道:“因为每当最初经历或学习时,人绝不会重新获取任何记忆。”而所说的等同于“人也不会回忆”;因为对于一个现在初次获取并学习他从未获取或学过之物的人,我们绝不会说他在回忆,而是说他在学习(因为他现在初次获取之物,正是他现在初次学习之物,而绝不是回忆,如果回忆确是在遗忘发生解构了连续性时对先前记忆的更新的话);因此,对于人学过且在遗忘毫无介涉的情况下仍在记忆中保留之物,我们也不会说他在回忆;人也不是“从头获取”,也就是说,回忆者并非现在从头获取。因为如果他是现在初次获取,他便会被称为在学习,而非回忆。因为我们绝不会说现在正在学习“我已离开亡者的深窟和黑暗的门户而来”之人是在回忆,而是在学习。因此,回忆者并非现在初次获取,而是既拥有某种东西,又获取与所拥有之物相连之物;而这一相连之物本身他也曾拥有过,只是随着时间或由于某种其他偶性而失落了。因此,“也不是从头获取”等同于“他也决非现在初次获取他正在回忆之物”。而当它被获取并且关于它的品质得以生成,以至于每当我们愿意时便能毫无挫折地通体提出时,这时这便是记忆,而非回忆。因为他通过“每当品质或情状生成时,这时便是记忆”再次指明了这一点。但这里的文辞极其简略。因为若文辞大致如下,便会结构妥帖完整:“因为每当品质或情状如此生成,以至于我们能够将它复现,而完全不必等待从部分出发去重新聚集其余部分时,这便是记忆而非回忆。”既然当品质或情状生成时才是记忆,那么它便不会伴随着情状的正在生成而生成,也就是说,记忆并非在情状正在生成时生成。因为记忆并非与由现实感知在第一感觉器官中正在生成的印记与情状同时生成,而是在由于感觉针对可感觉对象进行的持续现实活动、使得这一情状与印记被极完好地刻写在第一感觉器官中时,记忆才生成。他现在也对关于记忆的事项作出详尽区分,正是为了通过这些来表明回忆的本性以及记忆与回忆的区别。
- 1.19ἐπιχειρηματικοὺς λόγους λέγει τὰ προβλήματα
动词 λέγει 构成双宾格句式,以 τὰ προβλήματα 作直接宾语,ἐπιχειρηματικοὺς λόγους 作宾语补足语(述语宾格),意为“他将《问题集》称为‘辩证论证’”。
- 1.19ἦν γὰρ ἂν κατάλληλος, εἰ οὕτω πως εἶχεν
承接前文“此文辞极其简略(λίαν ἐλλιπὴς ἡ λέξις)”的反事实条件句(虚拟语气)。主句为 ἦν ἄν(未完成过去时加 ἄν),从句为 εἰ 加未完成过去时 εἶχεν,意为“若它大致如此,在语法结构上便会是妥帖对应的”。
- 1.19μετὰ τοῦ πάθους ἐγγινομένου οὐκ ἐγγίνεται
对亚里士多德原文(451a25)的引述与转述。介词 μετά 支配属格分词短语 τοῦ πάθους ἐγγινομένου,表示时间上的伴随或同时发生(“伴随着情状的生成”)。随后注解者用标准的独立属格 γινομένου τοῦ πάθους(“在情状生成之际”)对其作了同义转述澄清。
