← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§18.29-20.9

回忆的定义与印记恢复的机制

米海尔基于亚里士多德的引文(451a18)探讨了回忆的定义与机制。他指出,记忆是整个感知印记被清晰保持的状态,而回忆则是当遗忘破坏了连续性时,灵魂以留存的清晰部分为线索追索出昏暗模糊的部分;他将回忆与全盘丧失后的“重新学习”加以区分,并借助荷马史诗诗行和墙上残画的譬喻说明了这一过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19#1

" Περὶ δὲ τοῦ ἀναμιμνῄσκεσθαι λοιπὸν εἰπεῖν. πρῶτον μὲν οὖν, ὅσα ἐν τοῖς ἐπιχειρηματικοῖς λόγοις ἐστὶν ἀληθῆ, δεῖ τιθέναι ὡς ὑπάρχοντα." Εἰπὼν περὶ μνήμης νῦν λέγει περὶ ἀναμνήσεως. ἔστι δὲ ἀνάμνησις ἀνανέωσις προτέρας μνήμης, ἐπὰν λήθη γενομένη τὸ συνεχὲς ἀναλύσῃ.1 ὥστε ἡ ἀνάμνησίς ἐστι μνήμη τις. ἔσται δὲ σαφὲς τὸ λεγόμενον ὧδε· ὅταν ὁ τύπος ὅλος καὶ τὸ ἀναζωγράφημα τὸ ἐν τῷ πρώτῳ αἰσθητηρίῳ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐνυπάρχον ὑπομένῃ καὶ σῴζηται τρανές τε καὶ φαιδρὸν καὶ καθαρὸν οὕτως, ὥστε ὅλον αὐτὸ δύνασθαι τὴν ψυχὴν κινεῖν καὶ ὅλον ὑπ’ αὐτῆς ὁρᾶσθαι καὶ προβάλλεσθαι ὡς εἰκών τινος, τοῦτο μνήμη ἐστίν. ὅταν δὲ μέρος μέν τι τοῦ ὅλου ἀναζωγραφήματος μένῃ τρανὸν καὶ καθαρόν, τὸ δὲ λοιπὸν πάμπαν ἀμυδρὸν καὶ ἐπιπόλαιον, ὥστε μήτ’ αὐτὸ δύνασθαι τὴν ψυχὴν κινεῖν μήτ’ ἐκείνην ὑπ’ αὐτοῦ κινεῖσθαι, καὶ ἐκ τοῦ μέρους τοῦ τρανοῦ καὶ καθαροῦ τινας κινηθεῖσα κινήσεις τὸ συνεχὲς τῷ καθαρῷ (τοῦτο δὲ ἦν τὸ ἀμυδρὸν καὶ πάμπαν ἐζοφωμένον) ἀναλύσῃ καὶ οἷον εὑρήσῃ,2 τοῦτο ἀνάμνησις, οἱονεὶ ἀναζωγράφησις τῆς προτέρας μνήμης, οὐ πάσης (τοῦτο γὰρ μάθησις), ἀλλά του μέρους. ὅταν γὰρ ἐκ τοῦ μέρους ἀναλύσαντες εὑρήσωμεν τὸ μέρος, ἀνάμνησις τοῦτο· ὅταν δὲ ὅλον ἀναλάβωμεν δηλονότι ὅλον ἀπολέσαντες, μάθησις· οὐδὲν γὰρ διαφέρει τοῦ ἐξ ἀρχῆς καὶ πρώτως μαθεῖν τὸ μαθόντα καὶ ἀπολωλεκότα πάλιν μανθάνειν.3 ὁ γὰρ πρώτως τι μανθάνων ὁ αὐτός ἐστι τῷ ἐν παντελεῖ τούτου λήθῃ γεγονότι καὶ πάλιν μανθάνοντι. ἐν παντελεῖ δὲ λήθῃ γίνεται ὁ τὸ πᾶν ἀποβαλὼν καὶ μὴ ἔχων τι μέρος τοῦ παντός. ῥητέον δὲ περὶ ἀναμνήσεως καὶ ὧδε· ἐκ τῆς κατ’ ἐνέργειαν ἀκοῆς ἢ ὁράσεως γέγονεν ἐν τῇ ψυχῇ τύπος τοῦ “μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος” (ἔστω δὲ ἐπὶ ἑνὸς στίχου τὸ ὑπόδειγμα· ὃ γὰρ ἐφ’ ἑνός, τοῦτο καὶ ἐπὶ πολλῶν)· οὗτος δὴ ὅλος ὁ τύπος εἰ μὲν μένει ἰσχυρός τε καὶ καθαρός, ὥστε ἀνεμποδίστως ὅλον ἡμᾶς αὐτὸν δύνασθαι ἀπαγγέλλειν καὶ ὅλον προβάλλεσθαι, τοῦτο μνήμη· εἰ δὲ τὸ μὲν “μῆνιν ἄειδε θεὰ” ἐμμένει τε καὶ σῴζεται, τὸ δὲ λοιπὸν τὸ “Πηληϊάδεω Ἀχιλῆος” οὐ μένει, εἶτα ἐκ τοῦ μένοντος κινηθεῖσα ἡ ψυχὴ ὑπό τινων τύπων καὶ ἀναζωγραφημάτων ὁμοίων ἢ καὶ ἐναντίων (γίνεται γὰρ καὶ τοῦτο) εὑρήσει καὶ τὸ λοιπόν, ἀνάμνησις τοῦτο. καὶ δῆλον ἐκ τούτων, ὅτι τῶν ἁπλῶν ὀνομάτων οὐκ ἔστιν ἀνάμνησις, ἀλλ’ ἢ μνήμη ἢ μάθησις, εἰ μὴ πολλάκις καὶ ἐν ἐκείνοις μενούσης τῆς πρώτης συλλαβῆς προσεξεὑρίσκομεν καὶ τὰ λοιπά. τοιοῦτον δέ τί ἐστι τὸ περὶ ἀνάμνησιν συμβαῖνον, ὥσπερ ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς γεγραμμένου ἐν τῷδε τῷ τοίχῳ ζῴου πολλάκις μέρος μέν τι ἢ μέρη τινὰ αὐτοῦ μένει καθαρὰ καὶ κινεῖ τὴν ὄψιν καλῶς, τὰ δὲ ἀμυδρά, ὥστε ἢ μηδ’ ὅλως ἢ οὐ καλῶς ὁρᾶν αὐτὴν αὐτά. τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν ἐν τῷ πρώτῳ αἰσθητηρίῳ τύπων. καὶ ὥσπερ ἐπὶ τοῦ γεγραμμένου ζῴου ἐκ τῶν φανοτάτων προσευρίσκομεν καὶ τὰ ἀμυδρά, οὕτω καὶ ἐπὶ τῶν ἐν τῇ καρδίᾳ τύπων ἐκ τῶν ἐνόντων καὶ μενόντων προσευρίσκομεν τὰ ἀποπαλθέντα. ἔστιν οὖν ἡ ἀνάμνησις οὔτε ἡ γενομένη ἤδη τύπωσις (ἡ κατ’ ἐνέργειαν γὰρ αἴσθησίς ἐστι τοῦτο, λέγω δὴ τὸ ἤδη τυπούμενον) οὔτε ἡ γεγονυῖα καὶ σῳζομένη ὅλη τρανής, ἀλλ’ ἡ γεγονυῖα μέν, μέρος δέ τι αὐτῆς μένον τρανές, μέρος δέ τι οὐ μένον, ἀλλ’ ἐπιπόλαιον καὶ ὡς εἰπεῖν συγκεχυμένον.

“余下的则是论述回忆。首先,凡在辩证论证中为真的事项,必须设定为实际存有的。” 在论述完记忆之后,他现在论述回忆。回忆乃是在遗忘发生而解构了连续性时,对先前记忆的更新。因此,回忆乃是某种记忆。而所说的意思通过下述方式将变得清楚:当源于现实感知的、存在于第一感觉器官中的整个印记和重画之作存留下来,并保持得如此清晰、鲜明而纯粹,以至于它自身能够通体推动灵魂,并能够通体被灵魂看见且作为某物的肖像被提出时,这便是记忆。然而,当整个重画之作的某个部分保持清晰纯粹,而其余部分则完全昏暗且浅薄,以至于它自身既不能推动灵魂、灵魂也不能被它推动,且灵魂从清晰纯粹的部分被推动了某些运动之后,解构追索出与纯粹部分相连之物(这正是那昏暗且完全被黑暗遮蔽之物)并仿佛重新寻获它时,这便是回忆,仿佛是对先前记忆的重画——并非对全盘记忆的重画(因为那是学习),而是对某个部分的重画。因为当我们从部分出发解构追索而寻获[另一]部分时,这便是回忆;而当我们显然在失落了全体之后重新收回全体时,这便是学习。因为学过而后失落之人再次学习,与从头最初学习毫无区别。因为最初学习某物之人,与对此物陷入完全遗忘而再次学习之人是同一的。而丢弃了全体且未保留全体之任一部分的人,便处于完全遗忘之中。关于回忆还当如此说明:从现实的听觉或视觉中,在灵魂中生成了“女神啊,请歌咏佩琉斯之子阿喀琉斯的愤怒”这一印记(且让这一范例立足于一行诗;因为适用于一行的,同样适用于多行)。若这一整个印记保持强健而纯粹,以至于我们能够毫无障碍地通体背诵它并将它通体提出,这便是记忆;若“女神啊,请歌咏愤怒”留存并保持着,而其余的“佩琉斯之子阿喀琉斯的”未能留存,随后灵魂依凭留存的部分,被某些相似或相反的印记与重画之作(因为这种情况也会发生)所推动,进而也寻获了其余部分,这便是回忆。从这些也可以清楚看出,对于单纯的名词并不存在回忆,而只有记忆或学习,除非在那些情形中也往往由于第一音节留存,我们才附带寻获其余音节。而围绕回忆所发生的情形正如这样:犹如在描绘于这面墙上的同一且单一的动物身上,往往它的某个或某些部分保持纯粹并能很好地推动视力,而另一些部分则昏暗,以至于视力对它们要么完全看不见、要么看不真切。这同样发生在第一感觉器官中的印记上。正如在被描绘的动物身上,我们从最明亮的部分附带寻获昏暗的部分一样,在心脏中的印记上,我们也从存留的部分中附带寻获被剥落抛弃的部分。因此,回忆既不是现已生成的印刻过程(因为这是现实的感知,我指的是现正被印刻的状态),也不是已经生成且通体被清晰保持之物,而是已经生成、但其中一部分保持清晰、另一部分却未能留存而是浅薄且可以说是混乱之物。

语法注3 条
  1. 1.19ἐπὰν λήθη γενομένη τὸ συνεχὲς ἀναλύσῃ

    动词 ἀναλύσῃ 在此处意为“解构”、“瓦解”或“消除”。它描述了先前的记忆因遗忘(λήθη)的发生而中断、其连续性(τὸ συνεχές)被打破的状态。虽然该词与后文中表示认识论意义上的“解构追索/顺藤摸瓜”(ἐκ τοῦ μέρους ἀναλύσαντες)同根,但在此处指客观连续关系的被破坏。

  2. 1.19τὸ συνεχὲς τῷ καθαρῷ ... ἀναλύσῃ καὶ οἷον εὑρήσῃ

    τὸ συνεχὲς τῷ καθαρῷ 是动词 ἀναλύσῃ 和 εὑρήσῃ 的直接宾语,正如其后插入语(τοῦτο δὲ ἦν τὸ ἀμυδρὸν καὶ πάμπαν ἐζοφωμένον)所阐明的那样,指“与纯粹部分相连之物(即那如今已昏暗且全被遮蔽的部分)”。此处 ἀναλύσῃ 表达如解开绳结般顺藤摸瓜、追索复原的动作。

  3. 1.19οὐδὲν γὰρ διαφέρει τοῦ ἐξ ἀρχῆς καὶ πρώτως μαθεῖν τὸ μαθόντα καὶ ἀπολωλεκότα πάλιν μανθάνειν

    该句的句法骨架为 οὐδὲν διαφέρει [属格] [作主语的带冠词不定式]。具体而言,τὸ ... πάλιν μανθάνειν(学过而后失落之人再次学习)是全句的主语,而 τοῦ ἐξ ἀρχῆς ... μαθεῖν(从头学习)是由 διαφέρει 所支配的比较属格。分词 μαθόντα καὶ ἀπολωλεκότα 采用宾格,作不定式 μανθάνειν 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:18.29-20.9