- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:1.4-2.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔概述了亚里士多德从《论灵魂》到《自然短篇》各篇(记忆、睡眠、梦)的论述脉络与主题,并指出感觉、想象与记忆在基质上同一而在定义上相异,进而着手阐明想象与感觉的差异。
Εἰπὼν ἐν τοῖς Περὶ ψυχῆς πρῶτον μὲν περὶ τῆς συμπάσης καὶ καθόλου ψυχῆς, εἶτα περὶ ἑκάστης τῶν δυνάμεων αὐτῆς, πόσαι καὶ τίνες καὶ ἐν τίνι ἑκάστῃ αὐτῶν τὸ εἶναι, ἐν αἷς καὶ περὶ τῆς αἰσθητικῆς δυνάμεως τὸν λόγον ποιησάμενος καὶ τίς ἐστιν εἰπών, ἣν καὶ πρώτην αἴσθησιν καλεῖν ἐστι σύνηθες, εἶτα εἰς πόσας αἰσθήσεις διαιρεῖται, καὶ ἰδίᾳ περὶ ἑκάστης τῶν αἰσθήσεων διεξελθὼν καὶ εἰπών, τίς μὲν ἡ δύναμις αὐτῶν ἑκάστης, ἀφ’ ἧς τὸ αἰσθάνεσθαι, τίς δὲ ἡ ἐνέργεια καὶ περὶ τί, εἶτα ἐν τῷ Περὶ αἰσθήσεων καὶ αἰσθητῶν περὶ τῶν αἰσθητηρίων εἰπών, τί τὸ αἰσθητήριον ἑκάστης αἰσθήσεως καὶ ἐκ τίνος, ἐπειδὴ μὴ οἷόν τε ἄνευ αἰσθητηρίου αἰσθάνεσθαι (διὰ γὰρ σώματος ἡ τῆς αἰσθητικῆς ψυχῆς ἐνέργεια), ταῦτ’ εἰπὼν ἐν ἐκείνοις ἐφεξῆς τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν τὸ Περὶ μνήμης καὶ ὕπνου τάττει πάνυ εἰκότως.1 ἐπειδὴ γὰρ ἡ μνήμη πάθος ἢ ἕξις ἐστὶ τῆς κοινῆς αἰσθήσεως, ὡς ἔσται δῆλον, ὅτε περὶ τούτων λέγει, ἥτις κοινὴ αἴσθησις ἐν τῷ πρώτῳ αἰσθητηρίῳ καθίδρυται, ἔστι δὲ πρῶτον αἰσθητήριον, ὡς πολλάκις εἴρηται, ἡ καρδία, εὐλόγως μετὰ τὸν Περὶ αἰσθήσεως καὶ αἰσθητηρίων λόγον τὸν Περὶ μνήμης τάττει. ἐν ᾧ ζητεῖ, τίνα μνημονευτικὰ καὶ τίς ἡ μνήμη καὶ ἐν τίνι τῶν τῆς ψυχῆς μορίων, καὶ λέγει ὅτι ἐν τῇ πρώτῃ αἰσθήσει καὶ τῷ αἰσθητηρίῳ αὐτῆς, εἶτα πῶς γίνεται, καὶ διὰ τί οὔθ’ οἱ νέοι οὔθ’ οἱ γέροντες μνημονευτικοί, καὶ διὰ τί συμβαίνει τοῖς μνημονεύουσι δοκεῖν αἰσθάνεσθαι, λέγων αἰσθάνεσθαι τὸ φαντάζεσθαι2 (αἴσθησις γὰρ καὶ φαντασία τῷ ὑποκειμένῳ ταὐτόν, κἂν τῷ λόγῳ ἕτερα), τοῖς δὲ αἰσθανομένοις ἀνάπαλιν δοκεῖν μνημονεύειν, ὡς Ἀντιφέροντι τῷ Ὠρείτῃ. εἶτα λέγει, τί ἀνάμνησις καὶ πῶς γίνεται καὶ τί διαφέρει τῆς μνήμης, καὶ ὅτι σωματικὸν τὸ ἀναμιμνήσκεσθαι, καὶ διὰ τί οἱ οἰνώδεις ἧττον μνήμονες. καὶ περὶ μὲν μνήμης καὶ ἀναμνήσεως ταῦτα· περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως πρῶτον μέν, ὅτι τῶν μορίων τῆς ψυχῆς ἐν τῷ αὐτῷ καὶ ἑνὶ γίνονται ἀμφότερα (οὐ γὰρ ἐν ἄλλῳ μὲν μορίῳ τῆς ψυχῆς ὁ ὕπνος, ἐν ἄλλῳ δὲ ἡ ἐγρήγορσις, ἀλλ’ ἐν τῷ αὐτῷ καὶ ἑνί), καὶ ὅτι κοινὸν σώματος καὶ ψυχῆς τὸ πάθος· εἶτα διὰ τί καθεύδει καὶ ἐγρήγορε, καὶ διὰ ποίαν αἴσθησιν καὶ διὰ τίνα αἰτίαν συμβαίνει τὸ καθεύδειν, καὶ ποῖόν τι τὸ πάθος· περὶ δὲ ἐνυπνίων, τίνι μορίῳ τῶν τῆς ψυχῆς φαίνεται καὶ τί ἐστι καὶ πῶς γίνεται, καὶ ὅτι οὐκ ἔστι θεόπεμπτα, ἀλλὰ τινὰ μὲν σημεῖα, τινὰ δὲ αἴτια, ἄλλα δὲ συμπτώματα· καὶ τίνες εὐθυὄνειροι καὶ διὰ τί. Δι’ ἣν μὲν οὖν αἰτίαν μετὰ τὸ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν τὸ παρὸν τέτακται βιβλίον, καὶ τίνα τὰ ἐν αὐτῷ ζητούμενα καὶ αἰτιολογούμενα, εἴρηται. ἐπεὶ δὲ ἡ μνήμη ταὐτόν ἐστι τῷ ὑποκειμένῳ τῇ φαντασίᾳ, ὡς ἐρεῖ προϊών, τῷ λόγῳ δὲ ἕτερον, ἡ δὲ φαντασία πάλιν ταὐτὸν τῇ αἰσθήσει τῷ ὑποκειμένῳ, τῷ λόγῳ δὲ ἕτερον, καὶ διὰ τοῦτο, ἐν ᾧ τῆς ψυχῆς αἰσθανόμεθα, ἐν τούτῳ καὶ φανταζόμεθα καὶ μνημονεύομεν, δέον ἐστὶ καὶ νῦν ἄνωθεν τὰ περὶ τὴν φαντασίαν διαρθρῶσαι (οὕτω γὰρ ἡμῖν ἔσται δῆλον καὶ τίς ἡ μνήμη), καὶ πρῶτον τί διαφέρει φαντασία αἰσθήσεως; οὔτε γὰρ ταὐτὸν τῇ αἰσθήσει οὔτε ἕτερον, ὡς εἴρηται. ὁμοίως καὶ ἡ μνήμη καὶ ἡ φαντασία· οὔτε γὰρ ταὐτὰ οὔτε πάλιν ἕτερα. διαφέρει τοίνυν φαντασία αἰσθήσεως τῷ τὴν μὲν αἴσθησιν παρόντων εἶναι τῶν αἰσθητῶν,3 φαντασίαν δὲ γίνεσθαι καὶ μὴ παρόντων, καὶ αἴσθησιν μὲν ἐγρηγορότων γίνεσθαι, φαντασίαν δὲ καὶ κοιμωμένων. ἔτι αἴσθησις μὲν οὐκ ἐφ’ ἡμῖν (οὐ γὰρ ἐφ’ ἡμῖν μὴ παρόντων τῶν αἰσθητῶν αἰσθάνεσθαι), φαντασία δὲ καὶ ἐφ’ ἡμῖν· ἐφ’ ἡμῖν γὰρ φαντασίαν τινὸς καὶ μὴ παρόντος λαβεῖν. ἐκ τούτων μὲν οὖν ἄν τις καὶ τοιούτων δείξειεν, ὅτι διαφέρει φαντασία αἰσθήσεως. ὅτι δὲ πάλιν ταὐτόν πως τῇ αἰσθήσει, μετ’ ὀλίγον εἰσόμεθα.
他在《论灵魂》中首先论述了整个的和普遍的灵魂,继而论述了它的各个官能,说明它们有多少、是些什么,以及它们各自的所是存在于何物之中;在它们〔诸官能〕之中,他也对感觉官能作了探讨,并说明了它是什么——人们通常也将其称为第一感觉——,接着论述了它被划分为多少种感觉,并分别详尽探讨了每一种感觉,说明它们各自产生感觉的官能是什么,其实际活动是什么以及关涉何物;随后在《论感觉与被感觉对象》中,他论述了感觉器官,说明每一感觉的感觉器官是什么、由何构成,因为没有感觉器官就不可能产生感觉(盖因感觉灵魂的活动乃是通过身体进行的)——他在那些著作中说明了这些之后,便极其合理地将《论记忆与睡眠》紧接在《论感觉与被感觉对象》之后。因为,正如在他论及这些问题时将会明了的那样,记忆乃是共通感觉的一种样态或状态,而这一共通感觉定居于第一感觉器官之中,且第一感觉器官如屡次所述乃是心脏,所以他在《论感觉与感觉器官》的论述之后,理所当然地安排了《论记忆》。在其中,他探究哪些存在物具有记忆力,记忆是什么,它存在于灵魂的哪一部分之中;他指出它存在于第一感觉及其器官之中;继而探究它是如何产生的,为什么年轻人和老年人都不善于记忆,以及为什么会发生记忆者似乎在感觉的情况——他在这里把想象称为“感觉”(因为感觉与想象在基质上是同一的,即便在定义上相异)——,而感觉者相反却似乎在记忆,就像奥柔斯的安提斐隆那样。接着他说明回忆是什么,它是如何发生的,它与记忆有何区别,以及回忆是属于身体的,并说明为什么多饮酒者记忆力较差。关于记忆与回忆的内容便是这些。而关于睡眠与清醒,首先,在灵魂的诸部分中,两者发生于同且唯一的部分(因为并不是睡眠发生在灵魂的一个部分,而清醒发生在另一部分,而是在同且唯一的部分中),并且这一样态是身体与灵魂共有的;接着探究为何睡眠和清醒,由于何种感觉以及何种原因而发生睡眠,这一样态具有何种性质;关于梦,则探究它在灵魂的哪一部分中显现,它是什么以及如何产生,并指出梦并非神所派遣,而是有些为征兆,有些为原因,有些为偶合;以及哪些人能做直梦,其原因何在。因此,为何将本书安排在《论感觉与被感觉对象》之后,以及其中所探究并阐明原因的都是些什么问题,均已说明。然而,既然记忆在基质上与想象同一(正如他在后文将要说明的那样),在定义上相异,而想象在基质上又与感觉同一,在定义上相异,且正因如此,我们在灵魂中用来感觉的部分,也正是用来想象和记忆的部分,所以现在有必要从头梳理关于想象的诸问题(因为这样一来,记忆是什么对我们来说也会变得明了);首先,想象与感觉有何不同?因为正如所说,它与感觉既非同一,亦非不同。记忆与想象同样如此:因为它们既非同一,又非相异。由此,想象与感觉的区别在于:感觉发生于被感觉对象在场之时,而想象甚至在不在场时也能产生;感觉产生于清醒者,而想象甚至产生于睡眠者。此外,感觉并不取决于我们自身(因为在被感觉对象不在场时,产生感觉并不取决于我们),而想象甚至取决于我们自身;因为即使对象不在场,形成对某物的想象也取决于我们自身。由此及类似的论据,人们可以表明想象不同于感觉。然而它在某种意义上又与感觉同一,我们稍后便会知晓。
- 1.0Εἰπὼν ἐν τοῖς Περὶ ψυχῆς ... ταῦτ’ εἰπὼν ἐν ἐκείνοις ἐφεξῆς τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν τὸ Περὶ μνήμης καὶ ὕπνου τάττει πάνυ εἰκότως
句首的分词从句 Εἰπὼν ... 经过关于各个官能、具体感觉及感官的冗长并列阐述后,在主句动词前通过 ταῦτ’ εἰπὼν ἐν ἐκείνοις(在那些著作中说明了这些之后)进行了复指概括。整段长周期的主干结构最终落实为主节动词 τάττει(安排/配置)。
- 1.0λέγων αἰσθάνεσθαι τὸ φαντάζεσθαι
此处为动词 λέγων 构成的双宾格(述语宾格)结构,αἰσθάνεσθαι(感觉)充当述语,带冠词的不定词 τὸ φαντάζεσθαι(想象)为直接宾语,意为“把想象称作[说成]‘感觉’”。
- 1.0διαφέρει τοίνυν φαντασία αἰσθήσεως τῷ τὴν μὲν αἴσθησιν παρόντων εἶναι τῶν αἰσθητῶν
动词 διαφέρει 接比较属格 αἰσθήσεως,差异的方面由带定冠词的与格不定词 τῷ ... εἶναι 表达。不定词的逻辑主语是对格的 τὴν μὲν αἴσθησιν,其后跟着独立属格短语 παρόντων ... τῶν αἰσθητῶν 以表示情况或伴随条件。
