← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§16.23-18.28

记忆与意象的混淆及其形式定义

米海尔注解了亚里士多德《论记忆与回忆》451a2–11,阐释了记忆与单纯思想或意象的混淆,以及如奥雷乌斯的安提丰那样将当下的感知对象错当成记忆像的精神错乱,并总结了记忆的形式定义(“作为原型肖像的意象之持存状态”)及其所属的第一感觉机能(通觉)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16

" Καὶ διὰ τοῦτο ἐνίοτε οὐκ ἴσμεν, γινομένων ἐν τῇ ψυχῇ τοιούτων κινήσεων." Τὸ μὲν τῆς λέξεως συνεχὲς τοιοῦτόν ἐστι· καὶ διὰ τοῦτο ἐνίοτε οὐκ ἴσμεν, εἰ κατὰ τὸ ᾐσθῆσθαι συμβαίνει,1 γινομένων ἡμῖν ἐν τῇ ψυχῇ κινήσεων ἀπὸ τοῦ αἰσθέσθαι πρότερον. τὸ δὲ λεγόμενόν ἐστι· καὶ διὰ τὸ εἶναι τὴν φύσιν καὶ τὴν οὐσίαν τῆς μνήμης ἐν τῷ μὴ ἁπλῶς γίνεσθαι περὶ τὸ τοιοῦτον ἐκτύπωμα ἢ τοιοῦτον, ἀλλ’ ὡς ἀπ’ ἄλλου τινὸς ἐγγινόμενον, ἐνίοτε οὐκ ἴσμεν, εἰ κατὰ τὸ ᾐσθῆσθαι συμβαίνει. οἷον εἶδόν ποτε ζῷον ἢ ἤκουσα φωνῆς ἢ λόγου ὑπό τινος σοφοῦ. ὕστερον δὲ μετὰ πολὺν χρόνον μέμνημαι τοῦ λόγου, μὴ ἐνθυμούμενος ὑφ’ οὗ τοῦτον ἤκουσα, καὶ διὰ τὸ μὴ ἐνθυμεῖσθαι ἀπορῶν λέγω· πότερον ἐγὼ τοῦτον νοῶ καὶ ἀπ’ ἐμαυτοῦ προβάλλομαι τὸν λόγον ἢ ἄλλου του ἤκουσα τοῦτον λέγοντος; καὶ ταλαντεύομαι, εἴτε μνήμη ἐστὶ καὶ μνημονευτὸς ὁ λόγος, εἴτε μή, ἀλλ’ ἐμὸν διανόημα. οὐ γὰρ ἐνθυμοῦμαι ὑφ’ οὗ τοῦτον ἤκουσα, ἵνα εἴπω, ὅτι ἀπὸ τοῦ δεῖνος τοῦτον ἀκούσας νῦν μέμνημαι αὐτοῦ. ὁτὲ δ’ ἐννοῶ καὶ ἐνθυμοῦμαι, ὅτι οὐκ ἀπ’ ἐμαυτοῦ τὸν λόγον τοῦτον προεβαλόμην οὐδ’ αὐτὸς ἐγὼ τούτου πατήρ εἰμι, ἀλλ’ ἤκουσα τοῦτον παρὰ τοῦ δεῖνος. τοῦτο δὲ συμβαίνει, τουτέστι τὸ ἐννοῆσαι καὶ ἐνθυμηθῆναι, ὅτι οὐ νῦν τοῦτον ἐγὼ πρῶτος τὸν λόγον ἐνόησα, ἀλλὰ πρότερον ἤκουσα, ὅταν θεωρῶν ὡς αὐτό, τουτέστιν ὅταν ὡς νόημα καὶ φάντασμα ὁρῶν μεταβάλλω καὶ θεωρῶ ὡς εἰκόνα ἄλλου. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη, τὴν δὲ λέξιν τὴν καὶ διὰ τοῦτο ἐνίοτε οὐκ ἴσμεν γινομένων ἡμῖν ἐν τῇ ψυχῇ τοιούτων κινήσεων οὕτως ἄν τις, οἶμαι, συμβιβάσειε· κινουμένης τῆς ψυχῆς ὑπό τινων τύπων ἐξ αἰσθήσεως ἐγγινομένων (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀπὸ τοῦ αἰσθέσθαι πρότερον) ἐνίοτε οὐκ ἴσμεν, εἰ κατὰ τὸ αἰσθέσθαι συμβαίνει, τουτέστιν εἰ ἀπό τινος αἰσθήσεως γέγονε, καὶ διὰ τοῦτο ταλαντευόμεθα καὶ ἀμφιβάλλομεν, εἰ μεμνήμεθα ἢ οὔ.

“因此,当这样的运动在灵魂中产生时,我们有时并不知晓。” 文句的连续结构乃是如此:因此,当从先前的感知而在我们的灵魂中产生运动时,我们有时并不知晓这是否依循先前的感知而发生。所说的话乃是:由于记忆的本性和本质在于并非仅仅围绕这种或那种压印发生,而是作为从另一事物产生出来的东西而发生,因此我们有时并不知晓这是否依循先前的感知而发生。例如,我曾见过某种动物,或听过某位智者的声音或言论。随后过了很长时间,我想起这言论,却没有省察这言论是由谁听来的;由于没有省察,我便困惑地自问:“究竟是我自己在思考并从我自己提出这言论,还是听了别人说出这言论呢?” 于是我摇摆不定,不知这是记忆且这言论是所记忆之物,抑或不是记忆,而是我自己的思念。因为我没有省察从谁那里听过它,以至于可以说出“我是从某人那里听来、如今正在记忆它”。但有时我也觉悟并省察到:“我并不是从我自己提出这言论,我自己也不是它的创作者,而是从某人那里听来的。” 而这件事的发生——即觉悟并省察到我并不是现在最先想到这言论,而是先前听过——乃是在将它作为它自身来观照时(即在将其作为思想和意象看待时),我转而将其作为另一事物的肖像来观照时所发生的。因此,所言之意即是如此;而对于“因此,当这样的运动在我们的灵魂中产生时,我们有时并不知晓”这一文句,我认为有人可以如此加以融通:当灵魂被来自感知的某些印记推动时(因为“从先前的感知”所表明的正是这一点),我们有时并不知晓这是否依循感知而发生(即它是否产生自某种感知),正因此我们才摇摆不定并怀疑我们是否在记忆。

§1.17

"Γίνεται δὲ καὶ τοὐναντίον ἐνίοτε, οἷον συνέβη Ἀντιφέροντι τῷ Ὠρείτῃ." Τοῦτο συνεχὲς ἂν εἴη τῷ καὶ εἰ ἔστιν ἡ μνήμη ἢ οὔ, διστάζομεν ἐνίοτε. εἰπὼν γὰρ ὅτι μνημονεύοντες δοκοῦμεν αἰσθάνεσθαι (δοκεῖ γὰρ ἡμῖν ἐνίοτε, ὡς εἴρηται, ὅτι νῦν πρώτως ἡμεῖς αἴσθησιν τούτου λαμβάνομεν, καίτοι μὴ νῦν αἰσθανόμενοι, ἀλλὰ πάλαι αἴσθησιν λαβόντες αὐτοῦ νῦν μνημονεύομεν), ἐπάγει· γίνεται δὲ καὶ τοὐναντίον ἐνίοτε, καὶ δοκεῖ ἡμῖν τὰ αἰσθήματα, ἅπερ οὗτος φαντάσματα εἴρηκεν, ὡς μνημονευτά. ὁ γὰρ Ἀντιφέρων ὁ Ὠρείτης, οὗ καὶ ἐν τοῖς Μετεώροις ἐμνήσθη διὰ τὴν ἀσθένειαν τῆς ὄψεως, ἐναντίως αὐτῷ φερόμενον ὁρῶν ἄνθρωπον ὑπενόει ὡς οὐ νῦν τοῦθ’ ὁρᾷ, ἀλλ’ ὅτι πάλαι τοῦτον ἰδὼν νῦν μνημονεύει αὐτό.2 τοῦτο δὲ συνέβη καὶ ἄλλοις ἐξισταμένοις, λέγων ἐξισταμένους τοὺς παράφρονας· οὗτοι γὰρ ἁπλῶς ἅπαντες τὰ φαντάσματα, ἤτοι τὰ ὁρώμενα αὐτοῖς, ὡς πάλαι γενόμενα λέγουσι καὶ ὡς μνημονεύοντες.

“有时相反的情形也会发生,正如发生在奥雷乌斯的安提费隆身上的那样。” 这应当与“我们有时怀疑记忆是否存在”相连。因为他在说过我们虽在记忆却以为自己在感知之后(因为如前所述,我们有时觉得我们现在才最初接受对此物的感知,尽管我们现在并未感知,而是早已接受了对此物的感知而现在正在记忆它),接着便说:“有时相反的情形也会发生,感知对象——即他所说的意象——在我们看来似乎成了所记忆之物。”因为奥雷乌斯的安提费隆——因其视力衰弱在《气象学》中也被提及——看见一人迎面向他走来,却误以为自己并非现在看到此人,而是早已见过此人且现在正在记忆他。这也发生在其他神魂颠倒的人身上,他所说的神魂颠倒者乃是指疯癫之人;因为所有这些人完全是将意象(即他们所见之物)当作早已发生的事情、并作为记忆者来讲述的。

§1.18

"Τοῦτο δὲ γίνεται." Τουτέστι τόδε τὸ φάντασμα καὶ τὸ νῦν ὅλως ὁρώμενον λέγειν ὅτι μνημονεύομεν γίνεται, ὅταν τις τὴν μὴ εἰκόνα ὡς εἰκόνα θεωρῇ. ἡ γὰρ εἰκών ἐστιν, ὡς εἴρηται, τὸ ὁρώμενον ὡς ἀπ’ ἄλλου ἐγγενόμενον ἐγκατάλειμμα καὶ ἀναζωγράφημα, μὴ εἰκὼν δὲ ἀλλὰ πρᾶγμα ἢ φάντασμα τὸ μὴ τοιοῦτον. ὅταν τις τὴν μὴ εἰκόνα ὡς εἰκόνα θεωρῇ. ὁποῖόν τι συνέβαινε τῷ Ὠρείτῃ· οὗτος γὰρ τὸ ἐναντίον ἔπασχεν τοῖς μνημονεύουσι μέν, δοκοῦσι δὲ φαντάζεσθαι. Λέγει δὲ καὶ τὰς μελέτας σῴζειν τὴν μνήμην. τὸ γὰρ μελετᾶν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ θεωρεῖν πολλάκις τοὺς τύπους ὡς εἰκόνας καὶ μὴ καθ’ ἑαυτούς· τὸ γὰρ καθ’ αὑτοὺς ὁρᾶν φάντασμα καὶ οὐ μνήμη. ταῦτα εἰπὼν συμπεραίνεται τὸν περὶ μνήμης λόγον καί φησι· τί μὲν οὖν ἐστι μνήμη καὶ τί τὸ μνημονεύειν, εἴρηται. ἔστι γάρ, φησί, μνήμη φαντάσματος, ὡς εἰκόνος οὗ φάντασμα, ἕξις.3 ἔστι δὲ τὸ λεγόμενον· μνήμη ἔστι φαντάσματος ἕξις, ὄντος τοῦ τοιούτου φαντάσματος εἰκόνος πράγματός τινος, ἀφ’ οὗ γέγονε τὸ φάντασμα. ὅταν γὰρ τὸ φάντασμα ὡς εἰκόνα τινὸς ὁρᾷ, τότε μέμνηται, καὶ ἡ τοιαύτη ἐνέργεια μνήμη ἐστίν. ἔστιν οὖν μνήμη ἕξις φαντάσματος, ὡς εἰκόνος οὗ ἐστι φάντασμα. οὐ γὰρ ἱκανὸς ὁ τύπος ὁ κατὰ τὴν φαντασίαν, ἀλλὰ δεῖ τὴν περὶ αὐτὸν ἐνέργειαν καὶ ὥσπερ εἰκόνα γίνεσθαι. τί μὲν οὖν ἐστι μνήμη εἴρηται, καὶ τίνος μορίου τῶν ἐν ἡμῖν, ὅτι τοῦ πρώτου αἰσθητικοῦ. τοῦτο δ’ ἐστὶν ἡ πρώτη καὶ κοινὴ αἴσθησις, ἧς αἰσθητήριον ἡ καρδία· διὰ ταύτης γὰρ τῆς πρώτης αἰσθήσεως καὶ χρόνου αἰσθανόμεθα.

“而这会发生。” 这就是说,说我们正在记忆这一意象以及完全在现在所见之物,乃是发生在当人把不是肖像的东西作为肖像来观照之时。因为如前所述,肖像乃是作为从另一事物产生出来的残留和重画之作而被看见的东西,而并非肖像、乃是事物或意象的东西,则是不具备这种特性的东西。 “当人把不是肖像的东西作为肖像来观照之时”:这正类似于发生在奥雷乌斯人身上的情形;因为他所遭受的,恰与那些虽在记忆、却自以为拥有意象的人相反。他还说练习能保持记忆。因为练习无非是经常将印记作为肖像、而非作为自在之物来观照;因为就印记自身来看待它乃是意象而非记忆。说过这些之后,他便对关于记忆的讨论作出结论说:“那么,记忆是什么,记忆这一活动是什么,已经阐明了。” 他说,因为记忆乃是“作为意象所属之原型的肖像的、意象的持存状态”。所说的含义乃是:记忆乃是意象的持存状态,此时这种意象乃是它由之产生的某种事物的肖像。因为每当人将意象作为某物的肖像来看待时,人便在那时记忆,而这种现实活动便是记忆。因此,记忆乃是作为意象所属之原型的肖像的、意象的持存状态。因为单凭依循想象的印记是不够的,关于它的现实活动还必须作为肖像而生成。 “那么,记忆是什么,它属于我们内部的哪一部分(即属于第一感觉部分),已经阐明了。” 而这乃是第一感知与通觉,其感觉器官是心脏;因为正是借由这第一感知,我们也感知时间。

语法注3 条
  1. 1.16εἰ κατὰ τὸ ᾐσθῆσθαι συμβαίνει

    κατά 接带冠词完成时不定词(τὸ ᾐσθῆσθαι)的宾格,表示依据或来源(“依循/由于先前的感知”)。正如米海尔自己在下文用“εἰ ἀπό τινος αἰσθήσεως γέγονε”(“是否产生自某种感知”)所转述的那样,它构成了间接疑问从句的谓语部分,表示内在运动是否来源于过去的感知经验。

  2. 1.17ὑπενόει ὡς οὐ νῦν τοῦθ’ ὁρᾷ, ἀλλ’ ὅτι πάλαι τοῦτον ἰδὼν νῦν μνημονεύει αὐτό

    在由动词 ὑπενόει(“推测/误以为”)所支配的补足从句中,从属连词在前半句采用 ὡς+直陈式,后半句则转为 ἀλλ’ ὅτι+直陈式。此外,指代前文阳性名词 ἄνθρωπον 的代词在前半句的中性 τοῦθ'、后半句的阳性 τοῦτον 以及中性代词 αὐτό(综合性地指代该景象或意象整体)之间发生了转换。

  3. 1.18μνήμη φαντάσματος, ὡς εἰκόνος οὗ φάντασμα, ἕξις

    亚里士多德对记忆的定义公式(451a15–16)。φαντάσματος 作 ἕξις 的宾格性属格,ὡς εἰκόνος 则是修饰 φαντάσματος 的同格短语。属格关系代词 οὗ 指代先行词(即意象所摹写的那一原初对象),其中省略了系词 ἐστί,意为“作为它所属之原型的肖像”。米海尔本人的释义“ὄντος τοῦ τοιούτου φαντάσματος εἰκόνος πράγματός τινος, ἀφ’ οὗ γέγονε τὸ φάντασμα”印证了这一句法结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:16.23-18.28