← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§15.9-16.22

画板的比喻与意象及记忆像的区分

亚里士多德借助木板画的比喻化解了疑难,论述了灵魂中的印迹若按其自身被观照则是意象,若作为先前感知事物的肖像被观照则是记忆像。米海尔紧扣经文,逐字疏解了同一个心灵印记如何因观照方式的不同而分别构成想象/思想的对象或记忆的对象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12

" Ἢ ἔστιν ὡς ἐνδέχεται καὶ συμβαίνει τοῦτο." Τοῦτο ἅμα τε λύσις ἐστὶ τῆς ἀπορίας καὶ δήλωσις τῆς φύσεως τῆς μνήμης. ἔστι δὲ τὸ ἐν πίνακι γεγραμμένον ζῷον καὶ ζῷον καὶ εἰκὼν τὸν τρόπον τοῦτον· ὅταν μὲν γὰρ ὁρᾷ τοῦτο ὁ ὁρῶν καὶ ἐνεργῇ περὶ αὐτὸ μόνον τὴν τέχνην θαυμάζων ἢ κακίζων, μηδὲν ὅλως προσεννοῶν, ὅτι μίμημά ἐστι τοιουδὶ ζῴου, τότε λέγεται ζῷον· ὅταν δὲ πρὸς τῷ ὁρᾶν προσλογίζηται καὶ ὅτι μίμημά ἐστι λέοντος ἢ λύκου ἢ ἄλλου τινὸς ζῴου, λέγεται τότε εἰκών. καὶ ἔστι τὸ αὐτὸ καὶ ἓν καὶ εἰκὼν καὶ ζῷον, ἄλλως μέντοι καὶ ἄλλως. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ τὸ ἐν τῇ καρδίᾳ ἐγκατάλειμμα καὶ ζωγράφημα, ὅπερ αὐτὸς φάντασμα εἶπε, δεῖ ὑπολαβεῖν, ὡς ἔστι καὶ αὐτό τι καθ’ αὑτὸ καὶ φύσις τις καὶ πρᾶγμα καὶ ἄλλου φάντασμα, ὥσπερ καὶ τὸ ἐν τῷ τοίχῳ γεγραμμένον· ἔστι γὰρ καὶ τοῦτο αὐτό τι καθ’ αὑτὸ καὶ φύσις τις καὶ προσέτι ἄλλου εἰκών. ὅταν οὖν ἐνεργῇ περὶ αὐτὸ ἢ αὐτό,1 θεώρημα τοῦτο ἢ φάντασμα· ὅταν δὲ ἐνεργοῦσα περὶ αὐτὸ ἡ κοινὴ αἴσθησις προσαισθάνηται καὶ ὅτι καὶ ἄλλου ἐστὶν εἰκών, ἤδη τοῦτο καὶ μνημόνευμα, καὶ ἡ τοιαύτη ἐνέργεια τῆς ψυχῆς μνήμη.

“或者说,有一种方式使得这是可能的并且确实发生。” 这既是对疑难的解决,也是对记忆本性的阐明。画在木板上的动物依下述方式既是动物又是肖像:因为每当观看者注视它并仅仅围绕它而活动,赞赏或批评其技艺,完全没有联想到这是某种特定动物的摹本时,它在那时被称为动物;但每当除了观看之外,人还进一步推算它也是狮子、狼或其他某种动物的摹本时,它在那时就被称为肖像。同一件事物既是肖像又是动物,然而却是依不同的方式而言的。因此,正如在这些情形中一样,对于心脏中的残留和画作——即他自己所谓的意象——也必须认为,它本身既是某种自在的东西、某种本性和事物,同时也是另一事物的意象,正如画在墙壁上的画作一样;因为这本身也是某种自在的东西和某种本性,此外还是另一事物的肖像。因此,每当[灵魂]围绕它自在的存在而活动时,这便是观照的对象或意象;但每当通觉围绕它活动、并附带地感知到它也是另一事物的肖像时,这便已然是记忆像,而灵魂的这种现实活动就是记忆。

§1.13

"Ὥστε καὶ ὅταν ἐνεργῇ ἡ κίνησις αὐτοῦ." Τουτέστιν ὥστε καὶ ὅταν ἡ φύσις αὐτοῦ κινῇ τὴν αἰσθητικὴν ψυχὴν καὶ αἰσθάνηται αὐτοῦ, εἰ μὲν ᾗ τοιοῦτόν τι ἐκτύπωμά ἐστι καὶ ᾗ τοιοῦτον ζωγράφημα, αἰσθάνηται αὐτοῦ, φάντασμα, καὶ ἡ τοιαύτη ἐνέργεια φαντασία καλεῖται. τὸ γὰρ οἷον νόημά τι ἢ φάντασμα φαίνεται ἐπελθεῖν ἴσον ἐστὶ τῷ οὕτως ἐπέρχεται καὶ αἰσθάνεται αὐτοῦ ἡ αἰσθητικὴ ψυχή, ὅταν ἁπλῶς, ᾗ τοιοῦτόν ἐστιν, ἐπέρχηται καὶ αἰσθάνηται αὐτοῦ, ὥσπερ νόημά τι ἢ φάντασμα’.

“因此,当它的运动现实地活动时。” 这就是说,因此当它的本性推动感觉灵魂且[灵魂]感知到它时,如果灵魂是在它是这种压印以及这种画作的意义上来感知它,它就是意象,而这种现实活动被称为想象。因为“似乎作为某种思想或意象浮现”这句话,等同于“当感觉灵魂仅仅在它是这种东西的意义上遭遇并感知它时,它便如此遭遇并感知它,就像某种思想或意象一样”。

§1.14

"Ἂν δὲ ᾗ ἄλλου καὶ ὥσπερ ἐν τῇ γραφῇ ὡς εἰκόνα θεωρῇ." Τουτέστιν ἂν δὲ ὡς ἀπ’ ἄλλου τινὸς ἐγγενόμενον καὶ ὡς εἰκόνα τοῦ ἀφ’ οὗ ἐγεγόνει καὶ ἐνεσημάνθη ὁρᾷ, οἷον εἰ ὡς εἰκόνα Κορίσκου ὁρᾷ καὶ μὴ ὁρῶσα τὸν Κορίσκον ὡς ἀπὸ Κορίσκου ἐγγραφὲν ὁρᾷ, ἐνταῦθά τε ἕτερον τὸ πάθος τῆς θεωρίας ταύτης καὶ ὅταν ὡς ζῷον γεγραμμένον θεωρῇ.2 ἔστι δὲ τὸ λεγόμενον· ἄλλο τὸ πάθος τοῦτο καὶ ἄλλη θεωρία αὕτη, ὅταν ὡς εἰκόνα καὶ ὡς ἀπ’ ἄλλου ἐγγινόμενον ὁρᾷ (μνήμη γὰρ λέγεται ἡ τοιαύτη θεωρία καὶ μνημονευτὸν τὸ οὕτω θεωρούμενον), καὶ ἄλλο ὅταν ὡς ζῷον γεγραμμένον θεωρῇ καὶ μὴ ὡς ἄλλου εἰκόνα· νόησις γὰρ τοῦτο καὶ φαντασία, καὶ τὸ οὕτω θεωρούμενον φάντασμα.

“但若是作为属于另一事物的、并且如在画作中那样作为肖像来观照。” 这就是说,如果人把它作为从另一事物产生出来的、并作为它由之产生和印记的那一事物的肖像来看待,例如,若是作为科里斯库斯的肖像来看待,并且在没有看见科里斯库斯本人的情况下把它作为从科里斯库斯铭刻下来的东西来看待,那么此时这种观照的情状就不同于把它作为画出的动物来观照时的情形。所说的话乃是这样:当人把它作为肖像、并作为从另一事物产生出来的东西来看待时,这种情状是另一回事,这种观照也是另一回事(因为这种观照被称为记忆,而依此被观照的对象被称为可记忆之物);而当人把它作为画出的动物、而不是作为另一事物的肖像来观照时,则是另一回事;因为这乃是思想与想象,而依此被观照的对象则是意象。

§1.15

"Ἔν τε τῇ ψυχῇ τὸ μὲν γίνεται ὥσπερ νόημα, τὸ δ’ ὡς ἐκεῖ ὅτι εἰκών, μνημόνευμα.3" Καὶ τοῦτο ταὐτόν ἐστι τῷ προσεχῶς ῥηθέντι. σαφηνίζει δὲ αὐτὸ πάλιν ἀπὸ τοῦ ἐν τῷ πίνακι γεγραμμένου ζῴου. ἐλλιπῶς δὲ ῥηθὲν καὶ συντόμως εἴη ἂν τὸ λεγόμενον δυνάμει τοιοῦτον· ὥσπερ ἐκεῖ τὸ γεγραμμένον εἰς πίνακα ζῷον ὁτὲ μὲν ὁρᾷ ἡ ὄψις ὡς ζῷον τοιονδί, ὁτὲ δὲ ὡς μίμημα ζῴου τοιουδί, οὕτω καὶ ἐν τῇ ψυχῇ τὸ μὲν γίνεται ὥσπερ νόημα καὶ φάντασμα, τὸ δὲ ὡς μνημόνευμα· τὸ μὲν γὰρ φάντασμα ἀναλογεῖ τῷ γεγραμμένῳ, ὅταν ὡς ζῷον μόνον ὁρᾶται, τὸ δὲ μνημόνευμα τῷ ὁρωμένῳ, ὡς εἰκὼν καὶ ὡς μίμημά τινος.

“而在灵魂中,一者犹如思想般生成,另一者则如在那里因其为肖像而[生成为]记忆像。” 而这与刚才所说的乃是同一回事。他又借由画在木板上的动物来澄清这一点。虽然言辞简略且有省略,但所说的潜在含义乃是如此:正如在那里,视线看画在木板上的动物时,有时将其视为某种动物,有时则将其视为某种动物的摹本,在灵魂中也是如此,一者犹如思想和意象般生成,另一者则生成为记忆像;因为意象对应于仅仅作为动物被观看时的画作,而记忆像则对应于作为某物的肖像和摹本被观看时的对象。

语法注3 条
  1. 1.12περὶ αὐτὸ ἢ αὐτό

    此处抄本存在 ἢ αὐτό 与 ᾗ αὐτό(就其自身而言)的异读。对照前文的 αὐτό τι καθ’ αὑτό 以及后文与 ᾗ ἄλλου 的对立,此处句法意在表示视角的规定,即“作为其自身”。

  2. 1.14ἕτερον τὸ πάθος τῆς θεωρίας ταύτης καὶ ὅταν ὡς ζῷον γεγραμμένον θεωρῇ

    此处为 ἕτερον ... καί 句式,其中 καί 具有比较功能,意为“这种观照的情状不同于……之时”。后文注解者用 ἄλλο ... καὶ ἄλλο ὅταν... 作出的转述直接印证了这一比较结构。

  3. 1.15τὸ δ’ ὡς ἐκεῖ ὅτι εἰκών, μνημόνευμα

    亚里士多德引文中的极度省略句。与前半句 τὸ μὲν γίνεται ὥσπερ νόημα 相对,后半句承前省略了谓语动词 γίνεται,需补足理解为 ὡς ἐκεῖ [θεωρεῖται] ὅτι εἰκών, [γίνεται] μνημόνευμα(正如在那里因其为肖像[而被看待]那样,[生成为]记忆像)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:15.9-16.22