← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§13.25-15.8

关于记忆不在场对象的难题与身体条件

米海尔注解了亚里士多德《论记忆与回忆》450a25–450b11,探讨了当仅有内在印记在场时如何记忆不在场对象的疑难,并论述了年龄与体质状态对记忆形成的影响。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10

" Ἀπορήσειε δ’ ἄν τις, πῶς ποτε τοῦ μὲν πάθους παρόντος, τοῦ δὲ πράγματος ἀπόντος μνημονεύει τὸ μὴ παρόν.1" Πάθος λέγει τὸν τύπον καὶ τὸ ἐγκατάλειμμα τὸ ἐν τῷ πρώτῳ αἰσθητηρίῳ ἐγγραφὲν ἐκ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, πρᾶγμα δὲ τὸ αἰσθητόν, ἀφ’ οὗ ὁ τύπος οὗτος καὶ τὸ ἐγκατάλειμμα. ἀπορεῖ δὲ ταύτην τὴν ἀπορίαν πάνυ ἀναγκαίως· ἡ λύσις γὰρ αὐτῆς τὴν φύσιν ἡμῖν τῆς μνήμης τίς ἐστιν ἀριδήλως παραστήσει. τίνος μὲν γὰρ μορίου τῆς ψυχῆς ἐστιν ἡ μνήμη, εἴρηται αὐτῷ· τίς δὲ ἡ φύσις αὐτῆς, οὔπω. ἔστι δὲ τὸ ἀπορούμενον τοιοῦτον, πῶς τοῦ πάθους καὶ τοῦ τύπου παρόντος καὶ περὶ αὐτὸ ἐνεργούσης τῆς μνήμης μνημονεύει τὸ μὴ παρόν. ἔδει γὰρ περὶ ὃ ἐνεργεῖ, τοῦτο καὶ μνημονεύειν. ἀπορήσας δὲ πρὸ τοῦ τὴν λύσιν ἐπενεγκεῖν, πρότερον ὑπομιμνῄσκει, πῶς γίνονται οἱ τύποι ἐν ἡμῖν, καί φησιν· ὥσπερ οἱ σφραγιζόμενοι τοῖς δακτυλίοις ἐνσημαίνουσι τῷ κηρῷ τὸ τῆς σφραγῖδος ἐκτύπωμα, τοιοῦτόν τι γίνεται ἐκ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐν τῷ πρώτῳ αἰσθητηρίῳ· ὑπὲρ οὗ ἐπὶ πλέον εἴπομεν πρότερον, ἡνίκα τὰ περὶ τὴν φαντασίαν διηρθροῦμεν. γίνεται οὖν οἷον ζωγράφημά τι, οὗ ζωγραφήματος τὴν ἕξιν καὶ μονὴν μνήμην εἶναι λέγομεν. καὶ διὰ τὸ ἐνσημαίνεσθαι τοὺς τύπους ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, ἂν τύχῃ τὸ τοιοῦτον αἰσθητήριον ἐν κινήσει ὄν2 (ἔστι δὲ ἐν κινήσει αὐξανόμενον ἢ φθῖνον), οὐ γίνεται μνήμη. ὥσπερ γὰρ οὐκ ἐνσημαίνεται ἐν ὕδατι ῥέοντι ἡ ἐν τῷ δακτυλίῳ σφραγίς, οὕτως οὐδ’ ἐν τῷ αἰσθητηρίῳ τῷ ἐν κινήσει ὄντι ἢ διὰ νόσον ἢ ἡλικίαν ἐγγίνεσθαι δύναται τύπος τις. τοῖς μὲν οὖν πάμπαν νέοις οὐ γίνεται μνήμη διὰ τὴν κίνησιν, ἣν κινεῖται αὐξανόμενον, τοῖς δὲ πάμπαν γηραιοῖς διὰ τὸ ψύχεσθαι καὶ οἱονεὶ θρύβεσθαι καὶ ἀπαλείφεσθαι τοὺς τύπους, ὥσπερ καὶ ἀπὸ τῶν παλαιῶν οἰκοδομημάτων τὴν ἀληλιμμένην τίτανον ἢ καὶ τὰ ἐν αὐτοῖς γεγραμμένα ζῷα· ἀμαυρὰ γὰρ καὶ ταῦτα τῷ χρόνῳ καὶ οἱ ἐν τῇ καρδίᾳ τύποι γίνονται. ἄλλοις δὲ πάλιν οὐκ ἐγγίνονται τύποι διὰ τὴν σκληρότητα τοῦ πρώτου αἰσθητηρίου, ὥσπερ οὐδ’ ἐν τῷ λίθῳ ἡ τοῦ δακτυλίου σφραγίς. οὐ γίνονται δὲ μνήμονες οὐδ’ οἱ λίαν ταχεῖς· ὑγρότεροι γάρ εἰσι τοῦ δέοντος καὶ ἐοικότες ὕδατι ῥέοντι.

“人们或许会提出疑难:当情状在场而事物不在场时,人究竟如何记忆不在场的事物呢?” 他所谓的情状,是指由现实活动中的感觉在第一感觉器官中铭刻下的印记与残留,而事物则是指产生这印记与残留的感觉对象。他提出这一疑难是完全必然的;因为对它的解决将向我们清楚地揭示记忆的本性究竟是什么。因为记忆属于灵魂的哪一部分,他已经说明过了;但它的本性是什么,则尚未言明。所疑难的事情乃是这样:当情状与印记在场,且记忆围绕它而活动时,人如何记忆不在场的事物呢?因为本应当是围绕什么活动,便也记忆什么。在提出疑难之后,在给出解答之前,他首先提醒我们印记是如何在我们之中产生的,并且说:正如用指环盖印的人把印章的压印印在蜡上一样,从现实活动中的感觉在第一感觉器官中也产生某种类似的东西;关于这一点,我们先前在分析关于想象的事情时曾作了更为详尽的说明。于是就产生了一种犹如画作般的东西,对于这画作,我们说其拥有与保持便是记忆。并且由于印记是印在第一感觉器官之中的,如果这样的感觉器官恰好处于运动之中(在生长或衰减时它是处于运动中的),记忆就不会产生。因为正如指环上的印章不会印在流动的水中一样,在因疾病或年龄而处于运动中的感觉器官中,也不能产生任何印记。因此,对于极幼小的人,记忆由于器官生长所经历的运动而不会产生;而对于极年老的人,记忆则由于器官冷却以及印记犹如碎裂和抹去而不会产生,正如在古老建筑物上涂抹的灰粉或画在其中的图像脱落一样;因为随着时间的流逝,这些会变得模糊,心中的印记也是如此。而在另一些人中,由于第一感觉器官的坚硬,印记不会产生,正如指环的印章也不会印在石头中一样。过于敏捷的人也不会变得善记;因为他们比所需的状态更为湿润,犹如流动的水。

§1.11

"Ἀλλ’ εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμβαῖνον περὶ τὴν μνήμην, πότερον τοῦτο μνημονεύει τὸ πάθος;" Θεὶς τὴν ἀπορίαν καὶ πρὸ τῆς λύσεως εἰπὼν τὰ προσεχῶς ῥηθέντα, τίθησι πάλιν αὐτὴν καί φησιν· εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμβαῖνον περὶ τὴν μνήμην, τὸ εἶναι αὐτὴν ἕξιν τινὸς ζωγραφήματος, πότερον τοῦτο τὸ ζωγράφημα καὶ τὸν τύπον μνημονεύει ἢ τὸ αἰσθητὸν πρᾶγμα, ἀφ’ οὗ ὁ τύπος οὗτός ἐστιν; εἰ μὲν οὖν τὸν τύπον τοῦτον μνημονεύομεν, οὐδὲν ἂν τῶν ἀπόντων μνημονεύοιμεν (ἀπόντα δὲ λέγει τὰ πράγματα, ἀφ’ ὧν οἱ τύποι ἐνεγράφησαν)· εἰ δὲ μὴ τὸ ζωγράφημα μνημονεύομεν, ἀλλὰ τὸ πρᾶγμα, πῶς μνημονεύομεν τὸ ἀπόν, οὗτινος ἀπόντος οὐκ αἰσθανόμεθα; πῶς οὖν μνημονεύομεν τὸ ζωγράφημα, εἴτε ὅμοιόν ἐστι τῷ ἀπόντι, ὥσπερ τύπος ἢ γραφὴ ἐν ἡμῖν ὄν, εἴτε ἀνόμοιον; τοῦτο γὰρ δεῖ προσυπακούειν.3 ταῦτα εἰπὼν πάλιν ἐπανέλαβε τὸν λόγον καί φησιν· εἰ τούτου αὐτοῦ αἴσθησις, τουτέστιν εἰ ἔστιν ἡ αἴσθησις καὶ ἡ ἐνέργεια τούτου αὐτοῦ τοῦ ζωγραφήματος καὶ τοῦ τύπου, διὰ τί οὐκ ἂν εἴη τούτου καὶ ἡ μνήμη, ἀλλ’ ἑτέρου, ἤτοι τοῦ ἀπόντος; ὁ γὰρ ἐνεργῶν τῇ μνήμῃ τὸ πάθος καὶ τὸν τύπον θεωρεῖ καὶ τούτου αἰσθάνεται. εἰ δὲ τοῦτο, πῶς τὸ μὴ παρὸν μνημονεύει; εἰ γὰρ μνημονεύει οὗπερ οὐκ αἰσθάνεται, ὄψεται καὶ ὅπερ οὐχ ὁρᾷ.

“然而,如果关于记忆所发生的情形确是如此,那么人究竟是记忆这情状吗?” 在提出疑难并在解答之前说了刚才所述的那些话之后,他又重新提出这疑难并说:如果关于记忆所发生的情形确是如此,即它是某种画作的拥有,那么人究竟是记忆这幅画作和印记,还是记忆这印记由之而来的感觉事物呢?如果我们记忆的是这印记,那么我们就不会记忆任何不在场的事物(他所谓不在场的事物,是指印记由之铭刻下来的事物);但如果我们记忆的不是画作而是事物,那么对于这不在场、且因其不在场而我们无法感知的事物,我们又如何记忆呢?那么,无论画作犹如我们心中的印记或图画与不在场的事物相似,抑或不相似,我们究竟如何记忆这画作呢?因为这一层意思必须附带地领会进去。说了这些之后,他又接着这论述并说:如果是对这本身的感知,也就是说,如果感觉与现实活动属于这画作与印记本身,为什么记忆不会也属于它,而是属于另一物即不在场的事物呢?因为凭记忆而活动的人,观照着这一情状与印记,并感知着它。如果是这样,他如何记忆不在场的事物呢?因为如果他记忆他所不能感知到的事物,他也将看见他所看不见的事物了。

语法注3 条
  1. 1.10Ἀπορήσειε δ’ ἄν τις, πῶς ποτε τοῦ μὲν πάθους παρόντος, τοῦ δὲ πράγματος ἀπόντος μνημονεύει τὸ μὴ παρόν

    由 τοῦ μὲν πάθους παρόντος 和 τοῦ δὲ πράγματος ἀπόντος 构成的并列属格绝对结构表背景状况(当情状在场而事物不在场时)。动词 μνημονεύει 承接前文的 τις,作泛指的主语(“某人/人记忆”),并支配中性冠词分词短语 τὸ μὴ παρόν(不在场之物)作直接宾语。

  2. 1.10ἂν τύχῃ τὸ τοιοῦτον αἰσθητήριον ἐν κινήσει ὄν

    此处为 τυγχάνω 搭配补充补足语分词 ὄν 的句式,意为“若此类感觉器官碰巧处于运动中”。紧接其后的插入说明(ἔστι δὲ ἐν κινήσει αὐξανόμενον ἢ φθῖνον)解释了处于运动中的具体情形(处于生长或衰减之中)。

  3. 1.11πῶς οὖν μνημονεύομεν τὸ ζωγράφημα, εἴτε ὅμοιόν ἐστι τῷ ἀπόντι, ὥσπερ τύπος ἢ γραφὴ ἐν ἡμῖν ὄν, εἴτε ἀνόμοιον; τοῦτο γὰρ δεῖ προσυπακούειν.

    从 ὥσπερ 开始的中性单数分词 ὄν 与中性主语/宾语 τὸ ζωγράφημα 相一致(“作为印记或图画存在于我们之中”)。句末的 τοῦτο γὰρ δεῖ προσυπακούειν(“因为必须将这一点附带领会进去”)是注释者米海尔的说明,指出“无论相似或不相似”的假定分支是阅读亚里士多德原文时需要补充理解的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:13.25-15.8