← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§145.30-146.28

液体气化产生脉搏的机理与平息

米海尔对比了沸腾与痈肿的平息机制(化脓与溢出),解释了养料液体因热气化膨胀撞击心膜而产生脉搏的机理,并最终总结了悸动与脉搏的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.50#2

εἰπὼν δὲ τὰ φύματα ὅτι ὅμοιά εἰσι ζέσει,1 λέγει καὶ τίς ἐστι παῦλα ζέσεως καὶ φυμάτων, καί φησι παῦλα δ’ ἐν μὲν τοῖς φύμασίν ἐστι σῆψις παχυτέρου ὑγροῦ, λέγων σῆψιν αὐτὸ τὸ ἐκ σήψεως καὶ οἱονεὶ συμπέψεως γινόμενον πύον· ἂν γὰρ ᾖ παχύτερον τὸ ὑγρόν, οὐ δύναται διὰ τὸ πάχος διαπνευσθῆναι, μὴ διαπνεόμενον δὲ σήπεται καὶ μεταβάλλει εἰς πύον· ἂν δὲ μὴ ᾖ παχύ, ἀλλὰ λεπτόν, διαπνεῖται· ᾗ διαπνεύσει ἀκολουθεῖ τὸ μὴ γίνεσθαι σῆψιν. ἐξελθόντος γὰρ ἐν τῇ διαπνεύσει τοῦ ὑγροῦ τί ἂν εἴη τὸ σαπησόμενον; καὶ τοῖς μὲν φύμασι παῦλά ἐστιν ἡ σῆψις, τῇ δὲ τοῦ ὕδατος ζέσει παῦλά ἐστιν ἡ ἔκπτωσις διὰ τῶν ὁριζόντων, λέγων ὁρίζοντα τὸν λέβητα ἢ τὴν χύτραν ἢ ὅτι ἂν εἴη τὸ ἀγγεῖον, ἐν ᾧ ἐστι τὸ ὑγρόν. ἔκπτωσιν δὲ λέγει τὴν ἔκχυσιν· ὅταν γὰρ ἐκχυθῇ, παύεται τοῦ αἴρεσθαι καὶ πλείονα γίνεσθαι τὸν ὄγκον. εἰπὼν δὲ πῶς γίνονται τὰ φύματα, λέγει καὶ περὶ τῆς ἐν τῇ καρδίᾳ σφύξεως. ποιεῖ γάρ, φησίν, ἐν τῇ καρδίᾳ τὸν σφυγμὸν ἡ τοῦ ἀεὶ προσιόντος ἐκ τῆς τροφῆς ὑγροῦ διὰ τῆς θερμότητος ὄγκωσις. ὥσπερ γὰρ ἐν τῷ πεπυρωμένῳ σιδήρῳ, εἴ τις ἐπιχέοι ὕδωρ, ἅμα τε ἥψατο τοῦ σιδήρου καὶ ἅμα ἀὴρ γέγονεν, οὕτω καὶ ἡ ἐκ τῆς τροφῆς ἀναθυμίασις παχυτέρα οὖσα ἀεὶ ἐπιρρεῖ συνεχῶς εἰς τὴν καρδίαν. ἐν ᾗ ἐξ ἐλάττονος ὄγκου διὰ τὴν ἐν αὐτῇ θερμότητα εἰς μείζονα μεταβάλλει, μεταβάλλουσα δὲ εἰς μείζονα καὶ προσπίπτουσα πρὸς τὸν ἔσχατον χιτῶνα τῆς καρδίας σφυγμὸν ποιεῖ. Σαφῆ δὲ τὰ ἑξῆς. τὸ δὲ καὶ ἅμα ἀλλήλαις ἴσον ἐστὶ τῷ ‘καὶ ὁμοῦ πᾶσαι’. ὁμοῦ γὰρ πᾶσαι αἱ φλέβες σφύζουσιν, ἄλλη δὲ ἄλλης μᾶλλον ἐπιδηλότερον. τὸ δὲ κινεῖ δὲ ἀεί, ἢ ὅτι κινεῖ ἡ ἀναθυμίασις τὴν καρδίαν ἀεὶ τῷ καὶ αὐτὴν συνεχῶς καὶ ἀεὶ ὥσπερ τινὰ ἀένναον ποταμὸν ἐν αὐτῇ ῥεῖν, ἢ ὅτι κινεῖ ἀεὶ ἡ καρδία τὰς φλέβας.2 δῆλον γὰρ ὅτι, κἂν ἡ ἀναθυμίασις ἀεὶ κινῇ τὴν καρδίαν, κἂν αὕτη ἀεὶ τὰς φλέβας, ἀμφοτέρως ἀεὶ αἱ φλέβες κινηθήσονται. εἰπὼν δὲ ταῦτα ὁρίζεται τὴν ἀναπήδησιν καὶ τὴν σφύξιν, καί φησιν· ἀναπήδησις μὲν οὖν ἐστιν ἡ γινομένη ἄντωσις πρὸς τὴν τοῦ ψυχροῦ σύνωσιν (εἴρηται δέ, ὅτι ὠθεῖ ἡ ψυχρότης καὶ ἀντωθεῖται· ἄντωσις γὰρ ἡ ἀντώθησίς ἐστι), σφύξις δὲ ἡ τῆς ὑγρᾶς ἀναθυμιάσεως ὑπὸ τοῦ ἐν τῇ καρδίᾳ θερμοῦ γινομένη πνευμάτωσις καὶ ἐκ μικροῦ εἰς μέγαν ὄγκον ἐπίδοσις.

在说明痈肿类似于沸腾之后,他又说明了沸腾和痈肿的平息是什么,并且说:“痈肿中的平息是较稠液体的腐败”,他所说的腐败指的是由腐败和某种共熟所生成的脓本身。因为如果液体较稠,由于稠厚便不能被蒸发散尽,而在未被蒸发散尽时便腐败并转变为脓;但如果它不稠而是稀薄的,便被蒸发散尽;伴随这种蒸发散尽的是腐败不发生。因为当液体在蒸发散尽中排出后,还会有什么东西会腐败呢?对于痈肿而言平息是腐败,而对于水的沸腾而言平息则是越过界限的溢出,他所说的界限是指大锅、烹锅或盛放液体的任何容器。他所说的越出是指溢流;因为一旦溢流出来,便停止隆起和体积变大。在说明了痈肿是如何生成的之后,他又论及心内的脉搏。他说,由热的作用使始终来自养料的液体发生膨胀,从而在心内产生脉搏。因为正如在烧红的铁上,如果有人浇水,水一接触铁便立即化为气,同样来自养料的蒸气虽然较稠,也始终持续地流入心中。在心中由于其中的热,它由较小的体积转变为较大的体积,而在转变为较大的体积并冲击心最外层的膜时,便引起脉搏。接下来的文句是明晰的。而“同时相互”等同于“全都一并”。因为所有的脉管都是一并搏动的,但一处比另一处更为显著。而“且始终运动”或者意味着蒸气始终运动心脏,因为蒸气自身也像一条长流不息的河流一样始终持续地流淌于其中;或者意味着心始终运动诸脉管。因为显而易见,无论是蒸气始终运动心脏,还是心脏始终运动诸脉管,在两种情形下诸脉管都会始终被运动。在说了这些之后,他定义了悸动与脉搏,并说:“因此悸动是针对冷者的推挤而发生的逆推(前面已经说过,冷性推挤并反过来被推挤;因为逆推就是反过来的推挤),而脉搏则是由心中之热所引起的湿润蒸气的气化,以及从微小体积向巨大体积的扩张”。

语法注2 条
  1. 6.50εἰπὼν δὲ τὰ φύματα ὅτι ὅμοιά εἰσι ζέσει

    先取构式(prolepsis):从属从句(ὅτι 从句)中的主语 τὰ φύματα 被提前置于分词 εἰπὼν 之后作直接宾格宾语。

  2. 6.50τὸ δὲ κινεῖ δὲ ἀεί, ἢ ὅτι κινεῖ ἡ ἀναθυμίασις τὴν καρδίαν ἀεὶ ... ἢ ὅτι κινεῖ ἀεὶ ἡ καρδία τὰς φλέβας

    对引文短语 κινεῖ δὲ ἀεί 的解释性构式。由于亚里士多德原文中第三人称单数动词 κινεῖ 省略了主语和宾语,米海尔通过 ἤ... ἤ... 并列提出了两种句法补全方案:或是“蒸气(主语)运动心脏(宾语)”,或是“心(主语)运动诸脉管(宾语)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:145.30-146.28