- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:145.1-145.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了心的脉搏,根据对动脉的触诊论证了脉搏的持续性,将其作为膨胀与属于收缩的悸动相对立,并阐明了脉搏与痈肿的搏动以及液体沸腾之间的异同。
" Ἡ δὲ συμβαίνουσα σφύξις τῆς καρδίας, ἣν ἀεὶ φαίνεται ποιουμένη συνεχῶς.1" Λέγει καὶ περὶ τῆς σφύξεως τῆς καρδίας, ἣν ἀεὶ καὶ συνεχῶς ποιεῖται· ὅτι δ’ ἀεὶ σφύζει ἡ καρδία, σημεῖον ἡ ἐν τῇ χειρὶ φλὲψ ἢ ἀρτηρία, ὡς οἱ νεώτεροί φασιν, ἧς ἐφάπτονται τοῖς δακτύλοις ἐν τοῖς πυρετοῖς καὶ ὅλως ἐν ταῖς νόσοις οἱ ἰατροί. αὕτη γὰρ ἡ φλὲψ ἢ ἀρτηρία καὶ νοσοῦσιν ἡμῖν καὶ ὑγιαίνουσιν ἀεὶ σφύζει μᾶλλον καὶ ἧττον. καὶ ἐπεὶ αἱ φλέβες ἐκ τῆς καρδίας, δηλονότι εἰ μὴ ἀεὶ ἐκείνη ἔσφυζεν, οὐδὲ ἡ φλὲψ αὐτὴ ἀεὶ ἂν ἔσφυζε. λέγει δὲ τὴν τῆς καρδίας σφύξιν ἐναντίως γίνεσθαι τῇ πηδήσει. οὐκ αὐτόθεν δέ φησιν ὅτι ἐναντίως γίνεται, ἀλλὰ λέγων τὴν γένεσιν αὐτῆς τοῦτο φαίνεται λέγειν· ἐπεὶ γὰρ ἡ μὲν πήδησις ἐγίνετο διὰ σύνωσιν καὶ συστολὴν ἐκ πολλοῦ καὶ μείζονος ὄγκου τῆς ἐμφύτου θερμότητος εἰς ἐλάττονα, ἡ δὲ σφύξις ἐξ ὀλίγου εἰς πλείονα καὶ ὅλως ἐκ τῆς ἐκ τοῦ πυκνοῦ εἰς τὸ μανὸν μεταβολῆς, πῶς οὐκ ἂν εἴη ἐναντία ἡ γένεσις τῇ γενέσει; ἔστιν οὖν, φησίν, ἡ σφύξις ὁμοία φύμασιν, ἣν ποιοῦνται κίνησιν μετ’ ἀλγηδόνος,2 τουτέστιν ὁμοία τῇ κινήσει τῶν φυμάτων, ἣν κίνησιν κινοῦνται τὰ φύματα μετ’ ἀλγηδόνος. ὅτι δὲ κινοῦνται καὶ οἱονεὶ σφύζουσι τὰ φύματα, ὅτε φλεγμαίνουσι, δῆλον τοῖς ὁρῶσιν. ἀλλὰ τὰ μὲν φύματα σφύζει μετ’ ἀλγηδόνος, ἡ δὲ καρδία χωρίς τινος ἀλγηδόνος. γίνεται δὲ ἡ ἀλγηδὼν ἐν τοῖς φύμασι διὰ τὸ παρὰ φύσιν εἶναι τῷ αἵματι τὴν μεταβολήν· τὸ γὰρ ἀπερχόμενον εἰς τὸν τόπον, ἐν ᾧ τὸ φῦμά ἐστι, διὰ τῶν φλεβῶν αἷμα καὶ μεταβάλλον παρὰ φύσιν ὑπὸ τῆς τῶν φυμάτων παρὰ φύσιν θερμότητος ποιεῖ ἀλγηδόνας. τὸ γὰρ αἷμα ἐμπῖπτον εἰς τὰ φύματα τρέφει καὶ αὔξει τὴν ἐν αὐτοῖς θερμότητα, ὥσπερ τὸ ἔλαιον ἢ ἡ πίττα τὴν φλόγα· αὐξόμενον δὲ καὶ κατακάον τὸν τόπον ποιεῖ ἀλγηδόνα, μέχρις ἂν πεφθῇ καὶ γένηται πύον. καὶ εἴη ἄν, φησί, τοῦτο τὸ πάθος, τουτέστι τὸ φῦμα, ὅμοιον ζέσει. ὡς γὰρ τὸ ζέον ὕδωρ πνευματοῦται ὑπὸ τοῦ θερμαίνοντος αὐτὸ πυρὸς καὶ αὔξεται, ὥστε καὶ χεῖσθαι πολλάκις ἐκ τοῦ λέβητος ἢ τῆς χύτρας, οὕτω καὶ τὸ φῦμα αἴρεται καὶ αὔξεται διὰ τὸ ἀπατμίζεσθαι τὸ αἷμα καὶ εἰς μείζονα ὄγκον μεταβάλλειν ὑπὸ τῆς παρὰ φύσιν πολλῆς θερμότητος.
“而心所发生的脉搏,显然是它始终持续地作出的——”他也讨论了心的脉搏,这是心始终且持续地作出的;而心始终在搏动的一个证据,就是手上的静脉——或如较近的人们所称的动脉——医生们在发热时以及普遍在疾病中用手指触诊它。因为无论在我们患病还是健康时,这条静脉或动脉总是或多或少地在搏动。并且,既然诸脉管发源于心,显而易见,如果心本身不是始终搏动,这条静脉自身也不会始终搏动。他又说,心的脉搏是以与悸动相反的方式产生的。他并非直接明言它是相反地产生的,而是在叙述其生成时似乎表达了这一点;因为,既然悸动是由于生来固有的热从多且较大的体积被推挤和收缩为较小而产生的,而脉搏则是从寡到多,并且普遍地由致密向稀疏的转变而产生的,这两种生成怎能不是相反的呢?因此他说,脉搏类似于痈肿伴随疼痛所作出的运动,也就是说,类似于痈肿的运动,即痈肿伴随疼痛所作出的那种运动。而当痈肿发炎时它们会运动并宛如搏动,这对观察者而言是显而易见的。但是痈肿伴随疼痛而搏动,心则没有任何疼痛。在痈肿中之所以产生疼痛,是因为对血液而言这种转变是反常态的;因为通过脉管流向痈肿所在之处并受到痈肿反常态的热的作用而反常态地转变的血液,引起了疼痛。因为流入痈肿的血液滋养并增大了其中的热,正如油或松焦油滋养火焰一样;当〔血液〕增大并灼烧该处时便引起疼痛,直到被充分熬熟而化为脓。他说,这种病态(即痈肿)类似于沸腾。因为正如沸腾的水被加热它的火气化并膨胀,以致常常从大锅或烹锅中溢出一样,痈肿也同样由于血液蒸发并在反常态的大量热的作用下转变为更大的体积而隆起并增大。
- 6.50ἣν ἀεὶ φαίνεται ποιουμένη συνεχῶς
关系代词 ἣν 指向前行动词性名词 σφύξις,作中动态分词 ποιουμένη 的同源宾格(相当于 ποιεῖται σφύξιν)。动词 φαίνεται 后接分词 ποιουμένη 构成表明确事实的句式(“显然/清楚可见地正在作出……”)。
- 6.50ὁμοία φύμασιν, ἣν ποιοῦνται κίνησιν μετ’ ἀλγηδόνος
引自亚里士多德原文的前行词吸收入关系节句式(incorporation)。其语义相当于 ὁμοία τῇ κινήσει τῶν φυμάτων, ἣν κίνησιν ποιοῦνται(“类似于痈肿的运动,即它们所作出的那种运动”),米海尔本人紧接着在 τουτέστι 之后明确梳理了这一句法骨架。
