- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:146.29-148.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔就《论呼吸》480a16的引文展开注解,系统阐明了亚里士多德的呼吸机制:本生热因水汽的滋养而增大,抬起肺部并吸入冷空气以行冷却,随后因收缩而呼气,并解释了脉搏与呼吸的交替关系以及双重肺叶包裹心脏等解剖结构。
" Ἡ δ’ ἀναπνοὴ γίνεται αὐξανομένου τοῦ θερμοῦ, ἐν ᾧ ἡ ἀρχὴ ἡ θρεπτική." Ὅτι μὲν ἐν τῇ καρδίᾳ καὶ ἐν τῷ ἐν αὐτῇ θερμῷ ἐστιν ἡ θρεπτικὴ ψυχή, ἣν ἀρχὴν θρεπτικὴν λέγει, καὶ ἐν αὐτῇ ἐστιν ὡς εἶδος ἐν ὕλῃ, πολλάκις εἴρηται. δεῖ δὲ πρότερον τὴν πᾶσαν Ἀριστοτέλους διάνοιαν ἐκθέσθαι καὶ οὕτως τὰ περὶ τὴν λέξιν ἐπελθεῖν· τὸ ἐν τῇ καρδίᾳ θερμὸν ὥσπερ καὶ τὸ πῦρ, ἕως ἂν ἔχῃ ὕλην, τὸ οὖν ἐν τῇ καρδίᾳ θερμὸν ἀεὶ τρεφόμενον1 ὑπὸ τῆς προσιούσης ἀεὶ ἐν τῇ καρδίᾳ ἀτμίδος, ἐξ ἧς καὶ τὴν σφύξιν ἐλέγομεν γίνεσθαι, ἐξ ἧς καὶ τὸ αἷμα, ἀεὶ οὖν τρεφόμενον ἀεὶ αὔξεται. ἀεὶ δὲ αὐξόμενον, ἀεὶ αὔξεται καὶ τὸ τοῦ πνεύμονος θερμὸν διὰ τὴν συνέχειαν (συνεχὲς γὰρ τὸ τῆς καρδίας θερμὸν τῷ τοῦ πνεύμονος θερμῷ· συντέτρηνται γὰρ ἐκ τῆς καρδίας πόροι φλεβονευρώδεις πρὸς τὸν πνεύμονα, δι’ ὧν συνεχίζεται τὸ ἀπὸ τῆς καρδίας πνεῦμα πρὸς τὸ τοῦ πνεύμονος), ἀεὶ δὲ αὐξόμενον, ἀεὶ αὔξεσθαι ἀνάγκη τὸν πνεύμονα. ὡς γὰρ τὰς ἐν τοῖς χαλκείοις φύσας αἴρει ὁ ἐκτὸς εἰσιὼν ἀήρ, οὕτως καὶ τὸν πνεύμονα τὸ ἀπὸ τῆς καρδίας εἰς αὐτὸν θερμὸν αἴρει τε καὶ ὀγκοῖ. αἰρόμενος δέ, εἰσέρχεται ὁ ἐκτὸς ἀήρ·2 τῇ γὰρ ἄρσει ἕλκει τὸν ἐκτὸς ἀέρα ψυχρὸν ὄντα. ψυχρὸς δὲ ὢν καταψύχει τὸ ἐν τῷ πνεύμονι καὶ δι’ αὐτοῦ τὸ ἐν τῇ καρδίᾳ θερμόν· ὅπερ ψυχόμενον συστέλλεται ἐκ μεγάλου ὄγκου εἰς μικρόν. συστελλόμενον δέ, συστέλλεται καὶ συμπίπτει ὁ πνεύμων. ὥσπερ γὰρ αἰρόμενον τὸ θερμόν, ἤρετο καὶ ὁ πνεύμων, οὕτω συστελλόμενον, ἀνάγκη καὶ τὸν πνεύμονα συμπίπτειν. συμπίπτοντα δέ, ἀνάγκη ἐξακοντίζεσθαι ἔξω τὸν εἰσελθόντα ἀέρα καὶ ποιήσαντα τὴν κατάψυξιν, οὐκέτι ψυχρόν, οἷος ἦν ὅτε εἰσῆλθεν, ἀλλὰ θερμὸν διὰ τὴν ἁφὴν τοῦ ἐν τῷ πνεύμονι θερμοῦ. δεῖ δὲ εἰδέναι, ὅτι τὴν μὲν σφύξιν ποιεῖ ἡ τῆς ἀτμίδος πνευμάτωσις, τὴν δ’ ἀναπνοὴν ἡ τροφὴ τοῦ θερμοῦ τοῦ ἐκπνευματοῦντος τὴν ἀναθυμίασιν. πρότερον μὲν γὰρ γίνεται ἡ πνευμάτωσις, καὶ οὕτως ἡ τροφὴ τοῦ θερμοῦ, σὺν ᾗ καὶ ἡ τοῦ πνεύμονος ἄρσις. ἀλλ’ ἐπειδὴ προηγεῖται τῆς μὲν πνευματώσεως τροφὴ καὶ τῆς τροφῆς ἄλλη πνευμάτωσις καὶ ταύτης τῆς πνευματώσεως ἄλλη τροφὴ καὶ ταύτης τῆς τροφῆς ἄλλη πνευμάτωσις, καὶ οὕτως ἀεὶ ἄλλη πρὸ ἄλλης συνεχῶς καὶ ταχέως οὕτως, ὡς μηδὲ λόγῳ δύνασθαί τινα τήν τε συνέχειαν καὶ ταχυτῆτα αὐτῶν ἀπαγγεῖλαι, φαίνεται ὅτι ἅμα πάντα γίνεται. ἀλλὰ τοῦτο μὲν εἰρήσθω μεταξύ, ἐξελθόντος δὲ τοῦ ἀέρος ἐν τῇ ἐκπνεύσει, πάλιν ἀναγκαῖον ἅμα τῇ ἐκπνεύσει αἴρεσθαι τὸ θερμὸν καὶ διὰ τοῦτο τὸν πνεύμονα, καὶ γίνεσθαι εἴσπνευσιν, καὶ οὕτως ἀεὶ συνεχῶς. ἡ μὲν οὖν διάνοια τῶν λεγομένων τοιαύτη ἂν εἴη, τὰ δὲ κατὰ τὴν λέξιν· ὥσπερ γάρ, φησί, τὰ ἄλλα πάντα μόρια δεῖται τροφῆς, οὕτω καὶ τὸ ἔμφυτον θερμόν, ὅπερ θερμὸν πλέον γινόμενον αἴρει τὸν πνεύμονα· τοῦτον γὰρ εἶπεν ὄργανον. λέγει δὲ καὶ ὅτι οὐ πόρρω εἰσὶν οὔθ’ ὁ πνεύμων οὔθ’ ἡ καρδία δέχεσθαι σχῆμα οἷον αἱ φῦσαι. ὡς γὰρ αὗται καὶ συστέλλονται καὶ ἐκτείνονται, οὕτω καὶ ἡ καρδία καὶ ὁ πνεύμων. τὸν δὲ πνεύμονα ἀεί φησι δεῖ διπλοῦν εἶναι, ἵνα ἐν τῷ μέσῳ ᾖ τὸ θρεπτικὸν τῆς φυσικῆς δυνάμεως. ἔστι δὲ τὸ λεγόμενον· δεῖ γὰρ τὴν καρδίαν, ἐν ᾗ ἐστιν ἡ θρεπτικὴ ψυχή, μέσον εἶναι τοῦ πνεύμονος, ἵνα πανταχόθεν περιεχομένη πάντοθεν καταψύχηται. οὐκ ἂν δὲ πάντοθεν περιείχετο, εἰ μὴ ἦν διπλοῦς ὁ πνεύμων. ἔστι γὰρ οἷον ἐσχισμένος. περιέχον δὲ μόριον τὸ θερμὸν τὸν πνεύμονά φησι. περιέχει γὰρ αὐτὸ καὶ οὗτος καὶ ἡ καρδία· αἴρεται γὰρ καὶ ἡ καρδία ὑπ’ αὐτοῦ. νῦν δὲ τέως, ὡς ὁ ἐμὸς ἑταῖρος ἐπικρίνει, τὸν πνεύμονά φησιν. αἴρεται δέ, φησί, καὶ ὁ θώραξ διὰ τὸ αὐτὸ τοῦτο ποιεῖν, τουτέστιν αἴρεσθαι καὶ τὴν ἀρχὴν τὴν ἐνοῦσαν3 ἐν αὐτῷ τῷ θώρακι τοῦ τοιούτου μορίου, λέγων πάλιν μόριον τὸν πνεύμονα, ἀρχὴν δὲ τὸ θερμόν. αἴρεται οὖν καὶ ὁ θώραξ διὰ τὸ αἴρεσθαι καὶ τὸ θερμόν. ὅπερ θερμὸν ἀρχὴ καὶ αἰτία ἐστὶ τῆς τοῦ πνεύμονος ἄρσεως. αἰρομένου γὰρ τοῦ θερμοῦ αἴρεται ὁ πνεύμων, καὶ τούτου αἰρομένου αἴρεται ἡ καρδία. λέγει δὲ καὶ τὸν εἰσιόντα ἐν ταῖς εἰσπνοαῖς ἀέρα ἐμπίπτειν εἰς τὰς τοῦ πνεύμονος σύριγγας, ἐν αἷς εἰσι φλέβες αἵματος πλήρεις. δι’ ὧν θερμαίνεται ψυχρὸς ὤν.
“而呼吸的发生,是随着其中含有营养本原的热的增大而产生的。” 营养之魂,即他所说的营养本原,居于心以及心之中的热之中,并且如同质料中的形式一样存在于它〔心〕之中,这一点已多次说明。但我们应当先陈明亚里士多德的全部思想,然后以此方式进入有关文句的探讨。正如火一样,只要有质料,心之中的热——心之中的热由于始终受到不断流入心中的水汽的滋养(我们曾说过脉搏由其产生,血液也由其产生)——因此由于始终受到滋养而始终增大。而当它始终增大时,肺的热也由于连续性而始终增大(因为心的热与肺的热是连续的;因为有静脉样的通道从心贯通至肺,来自心的精气借由这些通道与肺的精气相连),当它始终增大时,肺也必然始终增大。因为正如进入铁匠铺风箱的外界空气将风箱抬起一样,来自心而进入肺的热同样将肺抬起并扩张。当它被抬起时,外界空气进入;因为借由抬起,它将外界冷空气吸入。冷空气由于是冷的,便冷却肺中的热,并借此冷却心中的热;而此热受冷后,便从巨大的体积收缩为微小的体积。当它收缩时,肺也收缩并塌陷。因为正如当热被抬起时肺也被抬起一样,同样当它收缩时,肺也必然塌陷。当它塌陷时,进入并造成冷却的空气必然被排射到外界,它不再像进入时那样冷,而是由于接触了肺中的热而变热。但必须明了,水汽的气化引起脉搏,而使蒸气气化的热的滋养引起呼吸。因为首先发生的是气化,这样便有热的滋养,伴随着热的滋养也有肺的抬起。然而,既然滋养先于气化,而另一种气化又先于滋养,另一种滋养先于这一气化,另一种气化又先于这一滋养,如此始终一个在另一个之前持续且迅速地发生,以至于任何人都无法用言语说尽它们的连续性与迅速,因此看起来一切是同时发生的。但这且作为插话来谈;当空气在呼气中排出时,呼气的同时热又必然被抬起,因而肺也被抬起,吸气便发生,如此始终持续不断。所说之事的思想当是如此;而关于文句方面:他说,正如所有其他部分都需要养料一样,本生热也是如此,这一热变得更多便抬起肺;因为他称肺为工具。他又说,无论肺还是心,在接纳如同风箱那样的形状方面相去不远。因为风箱既收缩又扩张,心和肺也是如此。他说肺必须始终是双重的,以便自然能力的营养部分处于中央。所说之事的含义是:含有营养之魂的心必须处于肺的中央,以便被从四面包裹,从而从所有方向得到冷却。如果肺不是双重的,它就不会被从所有方向包裹;因为肺宛如是被劈开的。他说包裹热的部分是肺;因为肺和心都包裹着热,心也由于热而被抬起。但眼下正如我的学友所判定的,他指的是肺。他说,由于此种部分的存在于胸廓本身的本原也做这同一件事,即被抬起,胸廓也被抬起;他再次将部分称为肺,将本原称为热。因此,胸廓也由于热被抬起而被抬起;这一热便是肺抬起的本原与原因。因为当热被抬起时肺被抬起,而当肺被抬起时心也被抬起。他又说,在吸气中进入的空气落入肺的气管中,在气管中有充满血液的脉管;冷空气借由这些脉管而被加热。
- 6.51τὸ ἐν τῇ καρδίᾳ θερμὸν ὥσπερ καὶ τὸ πῦρ, ἕως ἂν ἔχῃ ὕλην, τὸ οὖν ἐν τῇ καρδίᾳ θερμὸν ἀεὶ τρεφόμενον
句首的主格短语 τὸ ἐν τῇ καρδίᾳ θερμόν 被从属从句 ἕως ἂν ἔχῃ ὕλην 打断,随后带有小词 οὖν 以重述法(epanalepsis)重新接续为 τὸ οὖν ἐν τῇ καρδίᾳ θερμόν(悬垂主格/破格句)。全句的主要限定动词为后文的 αὔξεται。
- 6.51αἰρόμενος δέ, εἰσέρχεται ὁ ἐκτὸς ἀήρ
分词 αἰρόμενος 为阳性单数主格,在意义上修饰前句中作为宾语出现的“肺”(ὁ πνεύμων),而主句的主语则是不同的“外界空气”(ὁ ἐκτὸς ἀήρ)。此处并未采用属格绝对结构(αἰρομένου [τοῦ πνεύμονος]),而是表现为依据意义相符的悬垂分词。
- 6.51διὰ τὸ αὐτὸ τοῦτο ποιεῖν, τουτέστιν αἴρεσθαι καὶ τὴν ἀρχὴν τὴν ἐνοῦσαν
在介词短语 διὰ τὸ ... ποιεῖν 中,带冠词不定式 ποιεῖν(以及由 τουτέστιν 引出的解释性被动不定式 αἴρεσθαι)的逻辑主语是后接的宾格短语 τὴν ἀρχὴν τὴν ἐνοῦσαν,表明由于胸廓内含的本原(热)也做同一件事(即被抬起),胸廓也随之被抬起。
