- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:143.16-144.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了亚里士多德将生成定义为灵魂分有热以及肺与鳃的冷却功能,说明了为何在论呼吸之前先讨论悸动与脉搏,进而分析了心之悸动的机制及其与反弹的区别。
" Γένεσις μὲν οὖν ἐστιν ἡ πρώτη μέθεξις ἐν τῷ θερμῷ τῆς θρεπτικῆς ψυχῆς." Ὁρίζεται τὴν γένεσιν διαδηλότατα. ἔστι δὲ τὸ ἐν τῷ θερμῷ ἴσον τῷ ‘σὺν τῷ θερμῷ’. ἔστι μὲν οὖν γένεσις ἡ μέθεξις τῆς πρώτης, ἤτοι τῆς θρεπτικῆς, ψυχῆς σὺν τῷ θερμῷ· ἔστι γὰρ ἐν τῇ καρδίᾳ ὡς εἶδος ἐν ὕλῃ σὺν τῷ θερμῷ· χωρὶς γὰρ τοῦ ἐμφύτου θερμοῦ εἶναι οὐ δύναται. ἐπεὶ δὲ τὸ ζῷον ἐν τῷ τρέφεσθαί ἐστιν (ἄνευ γὰρ τροφῆς οὐδὲν τῶν ὑπὸ σελήνην δύναται ζῆν), τρέφει δὲ ἡ ψυχὴ ὡς δι’ ὀργάνου τοῦ θερμοῦ, δηλονότι χωρὶς αὐτοῦ εἶναι οὐ δύναται. πρῶτον δὲ πάλιν καταψυκτικὸν τὸν πνεύμονά φησιν· οὗτος γὰρ πρῶτος καταψύχεται καὶ οὕτως ἡ καρδία. ἀκμὴ δὲ λέγεται τὸ μεταξὺ τῆς τε αὐξήσεως καὶ φθίσεως, καθ’ ἃς αὔξεταί τε καὶ φθίνει ὁ πνεύμων. εἴρηται δὲ ὅτι τὸ ἔμφυτον πνεῦμα φθείρεται καὶ σβέσει καὶ μαράνσει. τὸ δὲ διὰ χρόνου μῆκος καὶ τελειότητα ἐκ παραλλήλου κεῖται. ὁ δὲ ἐν γήρᾳ, φησί, θάνατος μάρανσίς ἐστι τοῦ πνεύμονος. λέγει δὲ καί, διὰ τί τὰ ἀναπνέοντα πνίγονται ἐν τῷ ὑγρῷ· διὰ γὰρ τὸ μὴ δύνασθαι τὸ ὑγρὸν ταχέως καὶ δι’ ὅλου τοῦ πνεύμονος διεισδύνειν. τὰ δ’ ἔνυδρα πάλιν πνίγονται ἐν τῷ ἀέρι διὰ τὸ μὴ δύνασθαι τὸν ἀέρα ἱκανῶς καταψύχειν διὰ τὴν τῶν βραγχίων σκληρότητα. ταῦτα εἰπών, ἀκόλουθον ἦν τούτοις εἰπεῖν, πῶς ὁ πνεύμων καὶ τὰ βράγχια κινούμενα, γίνεται ἡ ἀναπνοή.1 τοῦτο δὲ οὐ ποιεῖ, ἀλλὰ πρότερον λέγει, τί ἐστι πήδησις καὶ σφυγμός, καὶ οὕτως λίαν ἀκολούθως ἐπάγει τὰ περὶ τῆς ἀναπνοῆς. ἔχει οὖν, φησί, τόνδε τὸν τρόπον ἡ αἰτία τῆς τῶν βραγχίων κινήσεως καὶ ἡ τοῦ ὀργάνου, ἤτοι τοῦ πνεύμονος, σύστασις. καὶ εἰπὼν τοῦτο ὑπερτίθεται, ὡς εἶπον, τὸν περὶ τούτου λόγον καὶ λέγει πρῶτον περὶ πηδήσεως καὶ σφυγμοῦ, καὶ οὕτως ἐπάγει τὸν περὶ τούτου λόγον. σύστασιν δὲ ὀργάνου λέγει αὐτὴν τὴν τοῦ πνεύμονος κατασκευήν· οὕτως γὰρ κατεσκεύασται ὁ πνεύμων ὥσπερ αἱ φῦσαι· ὡς γὰρ ἐκεῖναι τῇ ἐκτάσει μὲν δέχονται τὸ πνεῦμα, τῇ συστολῇ δ’ ἐκπέμπουσιν, οὕτως καὶ ὁ πνεύμων.
“因此,生成是滋养灵魂在热中的最初分有。” 他极其明晰地定义了生成。而“在热中”等于“与热一起”。因此,生成是最初的灵魂(即滋养灵魂)与热一起的分有;因为正如形式在质料中一样,灵魂与热一起处于心之中,因为没有生来固有的热,它便无法存在。既然动物在于被滋养(因为月下的任何事物若没有滋养都无法生存),而灵魂又以热为工具进行滋养,显而易见,灵魂没有热便无法存在。他又说肺是最初的冷却器官;因为肺首先被冷却,心进而如此被冷却。而在生长与衰退之间被称为“鼎盛期”,肺依据它们而生长与衰退。并且已说明生来固有的气息既通过熄灭也通过萎缩而败坏。而“由于时间的久远与完满”这句文辞是并列放置的。他说,老年中的死亡是肺的萎缩。他还说明了为什么呼吸的动物会在液体中溺死;因为液体无法迅速且穿透肺的整体渗入。相反,水栖动物在空气中窒息,是因为由于鳃的硬度,空气无法充分地冷却。说完这些之后,顺理成章的是接着说明,随着肺和鳃的运动,呼吸是如何产生的。但他并没有这样做,而是先说明了什么是悸动和脉搏,然后极其连贯地引出关于呼吸的论述。因此他说,鳃运动的原因以及器官(即肺)的构成具有如下的方式。正如我所说,他说完这句话之后便搁置了关于此事的论述,首先讨论悸动和脉搏,然后才引出关于此事的论述。他所说的“器官的构成”,是指肺本身的构造;因为肺的构造正如风箱一般;因为正如风箱通过扩张接纳气息,通过收缩排出气息一样,肺也是如此。
"Πήδησις μὲν οὖν ἐστι σύνωσις τοῦ θερμοῦ τοῦ ἐν αὐτῇ." Λέγει, τί ἐστι καὶ πῶς συμβαίνει γίνεσθαι ἡ τῆς καρδίας πήδησις, καί φησιν, ὅτι συνωθουμένη ἡ ἐν τῇ καρδίᾳ θερμότης ὑπὸ τῆς περιττωματικῆς ψυχρότητος ἢ ὅλως ὑπὸ ψυχρότητος γινομένης διὰ φόβον ἢ ἄλλο τι καὶ ὠθούσης τῆς τοιαύτης ψυχρότητος τὴν θερμότητα καὶ συμπιλούσης ἐκ πολλοῦ εἰς ὀλίγον ἀνάγκη πάλιν ὠθεῖσθαι ὑπὸ τοῦ θερμοῦ τὴν καρδίαν2 καὶ γίνεσθαι πήδησιν· ὠθεῖ γὰρ ἡ ψυχρότης τὴν θερμότητα καὶ ἐκ μείζονος ὄγκου συστέλλει αὐτὴν εἰς ὀλίγον, ἥτις πάλιν ὠθεῖ τὴν καρδίαν, ἥτις πάλιν ὠθουμένη πηδᾷ καὶ κινεῖται ἄνω καὶ κάτω. ἡ μὲν οὖν πήδησις οὕτω γίνεται, ἡ δὲ ἀναπήδησις οὕτως· ὠθεῖται ἡ θερμότης ὑπὸ τῆς ψυχρότητος, ἡ δὲ πάλιν, ἡ θερμότης, ἀντωθεῖ τὴν ψυχρότητα καὶ βιάζεται, ὅπως ἐξάξῃ αὐτὴν ἐκ τοῦ οἰκείου τόπου. τῆς γοῦν θερμότητος ὠθουμένης καὶ ἀντωθούσης ἀνάγκη γίνεσθαι τῆς καρδίας κίνησιν, ἣν φαμεν ἀναπήδησιν. εἰ μὲν οὖν ἕτερόν ἐστι πήδησις ἀναπηδήσεως, ταύτην οἶμαι νομιστέον τὴν διαφορὰν αὐτῶν, ἵνα ᾖ ἡ μὲν τῆς πηδήσεως γένεσις κατὰ μόνην τὴν τοῦ ψυχροῦ ὤθησιν, ἡ δὲ ἀναπήδησις καὶ κατὰ τὴν τοῦ θερμοῦ, ἵνα, ὅταν μόνη ὠθῇ ἡ ψυχρότης καὶ οὐκ ἀντωθῆται, ᾖ πήδησις, ὅταν δὲ καὶ ὠθῇ καὶ ὠθῆται, ἡ ἀναπήδησις. εἰ δὲ ταὐτόν ἐστι πήδησις καὶ ἀναπήδησις, ἐνδεῶς ἀπήγγελται τὰ περὶ αὐτῆς, καὶ δεῖ τὴν τῆς ἀναπηδήσεως ἐξήγησιν ἐφαρμόζειν καὶ ἐπὶ τῆς πηδήσεως. ὅτι δ’ ἐστὶ καὶ κατάψυξις συντηκτική, εἴρηται ἐν τῇ Περὶ ζώων γενέσεως, καταψύχονται δὲ τὰ ἄνω ἐν τοῖς φόβοις διὰ τὸ συναθροίζεσθαι τὸ θερμὸν πρὸς τὸ φυλάξαι τὴν καρδίαν.
“因此,悸动是其中所含之热的挤压推挤。” 他说明了心的悸动是什么以及它是如何发生的,他说,当心内部的热被排泄物的寒冷,或者普遍地被由于恐惧或其他原因产生的寒冷挤压推挤,且这种寒冷推挤热并将其从多压缩至寡时,心必然反过来被热推挤并产生悸动;因为寒冷推挤热,并将其从较大的体积收缩为微小,而热反过来推挤心,心反过来被推挤而跳动并上下运动。因此,悸动是这样产生的,而反弹则是如此:热被寒冷推挤,热反过来又回推寒冷,并用力试图将其逐出自身的固有处所。在热被推挤且反推的情况下,必然产生心的运动,我们称之为反弹。因此,如果悸动与反弹是不同的,我认为应当认定它们之间的这一差异:悸动的产生仅依凭冷者的推挤,而反弹亦依凭热者的推挤;以便在仅有寒冷推挤而未被反推时是悸动,而在既推挤又被反推时则是反弹。但如果悸动与反弹是同一的,那么关于它的记述就是不完备的,必须把关于反弹的解释也应用于悸动上。而在《论动物的生成》中已经说明了也存在导致融解的冷却,在恐惧中身体上方会变冷,是因为热聚集起来以守护心。
- 6.48πῶς ὁ πνεύμων καὶ τὰ βράγχια κινούμενα, γίνεται ἡ ἀναπνοή
在间接疑问从句 πῶς... γίνεται ἡ ἀναπνοή 内部,主格分词短语 ὁ πνεύμων καὶ τὰ βράγχια κινούμενα 作为表示方式或条件的主格悬空结构(或替代属格绝对结构)发挥作用,意为“肺和鳃通过被运动,呼吸是如何产生的”。
- 6.49συνωθουμένη ἡ ἐν τῇ καρδίᾳ θερμότης... ἀνάγκη πάλιν ὠθεῖσθαι ὑπὸ τοῦ θερμοῦ τὴν καρδίαν
在 ὅτι 从句开头作为主格分词 συνωθουμένη ἡ... θερμότης 引出的主语,在插入属格绝对结构 ὠθούσης τῆς τοιαύτης ψυχρότητος... συμπιλούσης 后发生了句法破格(anacoluthon),最终汇入依赖非人称谓词 ἀνάγκη 的不定式结构 ὠθεῖσθαι... τὴν καρδίαν 之中。
