- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:141.29-143.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了因衰老而导致的自然死亡与因肺炎等疾病导致的暴力死亡之间的区别,并顺势插入了一段对因肺炎逝世的恩师的哀悼。随后他阐释了完满与不完满动物中热的败坏方式、心及其对应器官作为生命的核心本原,以及肺部硬化导致呼吸急促的机理。
" Κατὰ φύσιν δ’ ὅταν ἐν αὐτῷ καὶ ἡ τοῦ μορίου σύστασις ἐξ ἀρχῆς τοιαύτη, "Τουτέστι καὶ ὅταν ἡ τοῦ πνεύμονος σύστασις γένηται ἐκ φυσικῆς ἀρχῆς· ὅταν γὰρ ξηρανθεὶς διὰ γῆρας ὁ πνεύμων οὐ δύνηται τὸ ἑαυτοῦ ἔργον ποιεῖν, ἡ τοιαύτη σύστασις καὶ ξηρότης ἐξ ἀρχῆς καὶ αἰτίας οὖσα φυσικῆς (ἐκ γὰρ τοῦ γήρως καὶ διὰ τοῦ γήρως), τότε ὁ ἐκ τούτου θάνατος φύσει ἐστίν. ὅταν δὲ ἐπίκτητόν τι πάθος γένηται, ὥσπερ ἐν ταῖς περιπνευμονίαις (ἐν ταύταις γὰρ πληρούμενος ὑπὸ τῶν ἰχώρων καὶ ἄλλων τοιούτων ὁ πνεύμων οὐ δύναται τὸ ἑαυτοῦ ἔργον ποιεῖν), ὁ τοιοῦτος θάνατος βίαιος. περιπνευμονίᾳ καὶ ὁ ἐμὸς κλεινότατος καὶ πανσέβαστος διδάσκαλος, αἳ αἴ, ὁ νοῦς ἐκεῖνος, νοῦς ὁ ἐνεργήσας,1 περιπνευμονίᾳ δὴ ἁλοὺς τὴν ζωὴν κατέλυσεν, καταλιπὼν ἡμᾶς στένοντας καὶ ὀλοφυρομένους καὶ ἐν ἐρημίᾳ παντελεῖ τῶν δυναμένων λέγειν καὶ ὠφελεῖν τοὺς φιλομαθοῦντας. ταῦτα δὲ λέγω οὐ διαφορᾷ ἢ φιλονεικίᾳ ἢ φθόνῳ τῷ πρὸς τοὺς καθ’ ἡμᾶς,2 οὐ μὰ τὴν ἐκείνου ψυχήν, ἣν ἐγὼ μετὰ θεὸν σέβομαί τε καὶ προσκυνῶ, ἀλλ’ ἀληθείᾳ καὶ πείρᾳ τῇ πρὸς τούτους μοι γεγονυίᾳ. οἱ μὲν γὰρ αὐτῶν παντελῶς εἰσιν ἄφωνοι μηδὲν ὅλως ἐννοοῦντες, τί ποτ’ ἐστὶν ὅλως τὰ ἐν τοῖς βιβλίοις γεγραμμένα καὶ τίς ὁ τούτων νοῦς, τινὲς δὲ τῶν χαριεστέρων τῆς μὲν διανοίας ἐφάπτονται σποράδην, τοῦ δὲ τὴν λέξιν καθιστάνειν πόρρω ποι ἀποπλανῶνται, ἄλλοι δ’ ἄλλως· περὶ ὧν οὐ δεῖ με λέγειν. πλὴν καὶ τούτους τιμῶ καὶ ἀσπάζομαι, ἀλλ’ ἐκεῖνος μέν, ὡς ἔδοξε τῇ προνοίᾳ, ἡμῶν ἀπέπτη, ἡμεῖς δ’ ὑπὸ ταύτης χειραγωγούμενοι καὶ βοηθούμενοι ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
“而当[本原]在自身内部且该部分的构成从一开始就是如此时,则是顺乎自然的。” 这就是说,也是当肺的构成由自然本原产生的时候;因为当肺因衰老而干涸不能履行自身的功能时,这样的构成与干燥既然出自自然的本原和原因(因为是由于衰老且经过衰老而来的),那么由此导致的死便是出于自然的。但当出现后天的病患时,正如在肺炎中那样(因为在这些病患中,肺被体液及其他此类物质充满,无法履行自身的功能),这样的死就是暴力的。因肺炎,我那位最负盛名且至受崇敬的导师,呜呼,那颗理智,处于现实活动中的理智,亦因罹患肺炎而结束了一生,丢下呻吟哀恸的我们,使我们在完全缺乏能够向热爱学习者宣讲并造福于他们的人之荒芜中生活。我说这些并非出于对我们同时代之人的分歧、竞争心或嫉妒,不,凭他的灵魂起誓——在上帝之后我尊敬并敬拜这灵魂——而是出于真理以及我对他们所获得的经验。因为他们中有些人完全失语,根本不明白书籍中所写的究竟是什么,也不明白这些著作的理智意旨何在;另一些较为优雅的人虽断续地触及思想,但在确立文辞方面却大为偏离;其他人则以其他方式如此;关于他们我无需多谈。然而我也尊重并接纳他们;但他已如天意所决定的那样飞离了我们,而我们在天意的引导与扶持下,还是回到摆在面前的论题吧。
"Τούτοις δὲ παρομοίως μέν, ἄλλον δὲ τρόπον." Καὶ ἐν ταύτῃ, ὡς οἶμαι, τῇ λέξει λείποι ἂν τὸ ‘τοῖς ἀτελέσιν’,3 ἵν’ ᾖ ‘τούτοις δὲ τοῖς μὴ ἀτελέσι καὶ τοῖς ἀτελέσι’, τουτέστι τούτοις δὲ τοῖς τελείοις καὶ ἀτελέσι. τίνα δὲ τρόπον φθείρεται τὰ ἀτελῆ, οἷον ᾠὰ καὶ τὰ τοιαῦτα, εἴρηται ἐν τῇ Περὶ ζῴων γενέσεως, ὅτε ἔλεγεν, ὅπως οὔρια γίνονται. ἀρχὴ δὲ τῆς οὐσίας καὶ τῆς φύσεως ἡμῶν ἐστιν ἡ ψυχή. λέγει δὲ φθείρεσθαι τὰ ζῷα φθειρομένου τοῦ θερμοῦ τοῦ ὄντος ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ καὶ ἡ ψυχὴ ὡς εἶδος ἐν ὕλῃ· οὔτε γὰρ τοῦ ἐν τῇ χειρὶ θερμοῦ φθαρέντος φθείρεται τὸ ζῷον, οὔτε τοῦ ἐν ἄλλῳ τινί, ἀλλὰ τοῦ ἐν τῇ καρδίᾳ ἢ τῷ ἀνάλογον. ἔστι δὲ ἐν τῷ μέσῳ, ὡς πολλάκις εἴρηται, ἡ καρδία καὶ τὸ ἀνάλογον· ἐν γὰρ τῷ μέσῳ συνάπτει τὸ ἄνω καὶ κάτω. ἔστι δὲ μέσον βλαστοῦ καὶ ῥίζης, καθάπερ εἴρηται, ὁ ὄζος. ζωτικὰ δὲ λίαν λέγει τὰ ἔχοντα κρείττονα καὶ τιμιωτέραν ψυχήν· αὕτη γὰρ διὰ τὸ εἶναι τοιαύτη δύναται ἔν τινι μιᾷ οὖσα ἀρχῇ ζωογονεῖν καὶ τὰ λοιπὰ μέρη, ἡ δὲ μὴ τοιαύτη, ὥσπερ ἡ τῶν ἐντόμων, οὐκ ἔστιν ἔν τινι ἀρχῇ μιᾷ, ἀλλὰ μεμέρισται ἐν ἅπαντι τῷ σώματι. χελώνια δὲ αὐτὰ λέγει τὰ τῶν χελωνῶν ὄστρακα. οὔτε δέ, φησί, τὰ ἔντομα σύγκεινται εὖ (τρόπον γάρ τινα νεκρά εἰσι διὰ τὴν ψυχρότητα, ὡς εἴρηκεν ἐν τῷ Περὶ ζῴων πορείας καὶ ἐν τοῖς Περὶ ζῴων γενέσεως) οὔτε αἱ χελῶναι, καίπερ ἔχουσαι καρδίαν. κοινωνοῦν δὲ θερμὸν τῆς ψυχῆς λέγει τὸ ἐν τῇ καρδίᾳ ἢ τῷ ἀνάλογον. Τὰ δ’ ἑξῆς δῆλα, ἐν δὲ τῇ λέξει τῇ ἥτις ἂν ἐπίστασις γένηται τοῦ μορίου,4 ταχέως ἀποσβέννυται μόριον τὸν πνεύμονά φησιν. ἔστι δὲ τὸ λεγόμενον ἴσον τῷ ‘ἄν τι μικρὸν πάθος ἐπισταίη καὶ προσεγγίσῃ τῷ πνεύμονι, ταχέως ἀποσβέννυται τὸ θερμόν’, οὐ παντὶ δὲ μορίῳ τοῦ πνεύμονος· οὐ γὰρ ἐν ἅπαντι συμβαίνει ὁ θάνατος. ποίῳ οὖν μορίῳ προσεγγίζοντος τοῦ πάθους θνῄσκει τὸ ζῷον, εἴρηται ἐν τῇ Περὶ ζῴων μορίων. ποιεῖν δέ φησι τὸν πνεύμονα σκληρὸν τὰ παραφύματα καὶ τὰ περιττώματα, ὡς ἐν ταῖς περιπνευμονίαις αἱ νοσηματικαὶ καὶ παρὰ φύσιν θερμότητες· καταξηραίνουσι γὰρ αὐτὸν καὶ σκληρύνουσιν, ὥσπερ καὶ τὸ πῦρ τὸ ἑψόμενον μέλι καὶ ἄλλα πολλά. ὅταν δὲ σκληρὸς γένηται ὁ πνεύμων, πυκνὸν ἀναπνέουσι διὰ τὸ μὴ δύνασθαι διὰ σκληρότητα αἴρεσθαι ἄνω καὶ πάλιν συνιζάνειν.
“与这些类似,但以另一种方式。” 而在我看来,在这句文辞中也可能缺少了“对于不完满者”这几个词,以便作“既对于这些非不完满者,也对于不完满者”,即“既对于这些完满者,也对于不完满者”。而不完满者(例如卵及诸如此类的东西)以何种方式败坏,已在《论动物的生成》中讨论虚卵如何产生时叙述过了。我们实相与自然的本原是灵魂。他说,当存在于灵魂也如形式在质料中那样所在的那个处所的热败坏时,动物便败坏;因为当手里的热败坏时动物并不败坏,当任何其他部分里的热败坏时动物也不败坏,只有当心或其对应器官里的热败坏时,动物才败坏。正如屡次说明的那样,心及对应器官位于中央;因为在中央它连接了上方与下方。正如所说明的,芽与根的中央是节。他把拥有更优良且更尊贵灵魂的动物称为“极具生命力的”;因为灵魂由于是这样的,就能在处于单一本原之中的同时赋予其余部分以生命,而并非如此的灵魂(如昆虫的灵魂)则不处于单一本原之中,而是分散在整个身体中。他用“龟甲”指的是龟的壳本身。他说,昆虫并没有良好的构成(因为由于寒冷,它们在某种方式上是死的,正如他在《论动物行进》和《论动物的生成》中所说明的那样),乌龟也是如此,尽管它拥有心脏。他所说的“分有灵魂的热”,是指在心或其对应器官中的热。其后的内容是显而易见的。而在“无论该部分发生何种侵袭,它都会迅速熄灭”这句话中,他所说的“部分”是指肺。所说的意思等于:“如果有某种微小的疾患侵临并接近肺,热就会迅速熄灭”,然而并不是对肺的任何部分都如此;因为死亡并不发生在每一个部分之中。疾患接近怎样的部分会导致动物死亡,已在《论动物的身体部分》中作了说明。他说附生物和排泄物会使肺变硬,正如在肺炎中病态且逆乎自然的热那样;因为它们使肺干涸并硬化,正如火硬化煮沸的蜂蜜和许多其他东西一样。当肺变硬时,动物便频繁地呼吸,因为由于僵硬,肺无法抬升并再次下陷。
- 6.46νοῦς ὁ ἐνεργήσας
对前文名词短语 ὁ νοῦς ἐκεῖνος 的同格重述,借用了亚里士多德哲学中“现实活动中的理智”这一术语,以赞颂逝去恩师的卓越智力活动。分词 ἐνεργήσας 表示处于过去或已成现实活动中的运作。
- 6.46οὐ διαφορᾷ ἢ φιλονεικίᾳ ἢ φθόνῳ τῷ πρὸς τοὺς καθ’ ἡμᾶς
表示原因或方式的与格短语,介词短语 πρὸς τοὺς καθ’ ἡμᾶς 通过冠词 τῷ 修饰最后一个名词 φθόνῳ。否定词 οὐ 与下文的 ἀλλ’ ἀληθείᾳ καὶ πείρᾳ(“不是出于……而是出于……”)相互关联。
- 6.47λείποι ἂν τὸ ‘τοῖς ἀτελέσιν’
潜在希求法(ἄν 搭配希求法 λείποι),表达注疏者的推测,意为“‘对于不完满者’这些词可能脱落了”。引号中的与格短语指示了在亚里士多德省略的原文中应当补出的成分。
- 6.47ἥτις ἂν ἐπίστασις γένηται τοῦ μορίου
引自亚里士多德原文(Bekker 478b33 附近),由不定关系代词 ἥτις ἄν 搭配虚拟式 γένηται 构成泛指关系从句。米海尔在随后的解释中将 τοῦ μορίου 解作肺,并将 ἐπίστασις 意译为病患对肺的压迫与侵袭(ἐπισταίη καὶ προσεγγίσῃ)。
