- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:140.21-141.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔将灵魂之火倾向微小解释为易于迅速点燃,并阐明了为何空气适于冷却、鱼类心脏的朝向、在有限空气中的窒息,以及通过热的消耗或熄灭而产生的自然死与暴力死的区分。
" Διὰ τὸ μικρὰν εἶναι τὴν ῥοπὴν τοῦ ψυχικοῦ πυρός.1" Τὸ λεγόμενόν ἐστιν, ὅτι ἡ ῥοπὴ τοῦ ψυχικοῦ πυρὸς πρὸς τὸ ἀνάπτεσθαι μικρά ἐστι, τουτέστι ταχεῖα καὶ ἐπιτήδειος. τὸ γὰρ μικρᾶς δεόμενον ῥοπῆς πρὸς τὸ γενέσθαι τόδε τι σχεδὸν ἐκεῖνό ἐστιν, ὃ δύναται γενέσθαι· ὁ γὰρ ξηρότατος χόρτος μικρᾶς ὢν ῥοπῆς πρὸς τὸ γενέσθαι πῦρ σχεδὸν πῦρ ἐστιν. ὥστε καὶ τὰ ἔχοντα ἔναιμον τὸν πνεύμονα ταχείας δεῖται τῆς καταψύξεως διὰ τὸ μικρὰν εἶναι τὴν ῥοπὴν τοῦ ψυχικοῦ πυρός, ἤτοι τοῦ ἐμφύτου θερμοῦ, πρὸς τὸ ἀνάπτεσθαι διὰ τὴν τοῦ πνεύμονος θερμότητα. δεῖται οὖν ταχείας τῆς καταψύξεως. καὶ προσέτι δεῖ τὸ μέλλον καταψύξαι εἴσω τε εἰσέρχεσθαι καὶ χωρεῖν διὰ παντός. εἰ μὲν οὖν ἦν ὁ πνεύμων ψυχρός, ἤρκει ἁψάμενον τὸ καταψύξον τοῦ πνεύμονος2 ποιῆσαι τὴν κατάψυξιν· ἐπεὶ δὲ θερμὸς καὶ πλήρης αἵματος, δεῖ εἴσω δι’ ὅλου τοῦ πνεύμονος χωρεῖν. ταῦτα δ’ ἀμφότερα, τουτέστι τό τε εἰσέρχεσθαι ταχέως καὶ τὸ δύνασθαι διὰ παντὸς χωρεῖν, δύναται ὁ ἀὴρ ποιεῖν, ταχέως μὲν εἰσέρχεσθαι, ὅτι εὐκίνητός ἐστι, δι’ ὅλου δέ, ὅτι λεπτότατος. τὸ δ’ ὕδωρ παχὺ ὂν καὶ δυσκίνητον οὐ ταχέως δύναται εἰσέρχεσθαι οὔτε διὰ παντὸς χωρεῖν. ἀρχὴν δὲ θερμότητος τῆς ἐν καρδίᾳ τὴν ψυχὴν λέγουσιν, αὐτὴν τὴν τῆς ψυχῆς κρᾶσιν·3 αὕτη γὰρ ὡς εἶδος ἐν τῇ καρδίᾳ οὖσα ἀρχή ἐστι καὶ τῆς ἐν αὐτῇ θερμότητος. ἀναπνέουσι δὴ μάλιστα τὰ ἔχοντα ἔναιμον τὸν πνεύμονα τῶν μὴ ἐχόντων αὐτὸν ἔναιμον διὰ τὸ δεῖσθαι μάλιστα καταψύξεως. Τὰ δ’ ἑξῆς δῆλα. τὴν δὲ τῆς καρδίας θέσιν ἔχουσιν οἱ ἰχθύες ὁμοίως τοῖς ἄλλοις. ὡς γὰρ ἐπ’ ἐκείνων τὸ ὀξὺ τῆς καρδίας πρὸς τὸ ἄνω ἐστίν, οὕτως καὶ ἐν τούτοις· πρὸς γὰρ τὴν κεφαλὴν αὐτῶν τὸ ὀξὺ νεύει, ἥτις κεφαλὴ ἐν ἅπασίν ἐστι τὸ ἄνω. ὁ δὲ φλεβονευρώδης αὐλὸς τείνει κατὰ τὴν τῶν βραγχίων σύναψιν, οἱ δὲ ἐκ τῶν πλαγίων τῆς καρδίας πόροι πρὸς τὰ τῶν βραγχίων ἄκρα. πῶς δὲ διὰ τῶν βραγχίων διαυλωνίζει ἡ κατάψυξις, ἐρεῖ ἐπὶ τῷ τέλει τοῦ παρόντος βιβλίου. τὰ δὲ ἀναπνέοντα, φησίν, ἀποπνίγεται ἐν ὀλίγῳ ἀέρι καὶ τῷ αὐτῷ· εἰ γὰρ μεταβαίνει ἐξ ἄλλου εἰς ἄλλον τόπον, εἰκός ἐστιν ἐμπίπτειν ἢ εἰς πλείονα ἢ εἰς μὴ πλείονα ἀέρα, ἀλλ’ οὖν ἴσως εἰς ψυχρότερον, ὥσπερ οἱ ἐκ τοῦ βαλανείου εἰς τὸν ἐκτὸς ἐξερχόμενοι· οὗτοι γὰρ κἂν μὴ εἰς πλείονα, ἀλλ’ οὖν εἰς ψυχρόν· ὁ γὰρ ἐν τῷ βαλανείῳ θερμός. εἰπὼν δὲ ὅτι ἐν ὀλίγῳ καὶ τῷ αὐτῷ, ἐπήγαγε· ταχέως γὰρ ἑκάτερον αὐτῶν γίνεται θερμόν, λέγων ἑκάτερον τό τε ὀλίγον καὶ τὸ αὐτό· ἁψάμενον γὰρ ἑκάτερον αὐτῶν τοῦ ἐν τῷ πνεύμονι θερμοῦ ταχέως θερμαίνεται, θερμαινόμενον δὲ οὐ δύναται καταψύχειν. λέγει δὲ καὶ τὴν φθορὰν πάντων κατά τι μὲν κοινωνεῖν, κατά τι δὲ διαφέρειν, διαφέρειν μέν, ᾗ ἄλλη μὲν γίνεται μαράνσει θερμοῦ, ἄλλη δὲ σβέσει, καὶ ὅλως ἡ μὲν κατὰ φύσιν, ἡ δὲ παρὰ φύσιν, κοινωνεῖν δὲ, ᾗ πᾶσα φθορὰ γίνεται ἐλλείψει θερμοῦ. καὶ βίαιος μέν ἐστιν θάνατος, ὅταν ἡ ἀρχὴ ἔξωθεν ᾖ, ὡς ἐπὶ τῶν πνιγμῶν καὶ περιπνευμονιῶν, κατὰ φύσιν δέ, ὅταν ἐν αὐτῷ, ὥσπερ ὁ ἐν γήρᾳ γινόμενος θάνατος.
“因为灵魂之火的倾向很微小。” 所说的是,灵魂之火点燃的倾向是微小的,即迅速而适宜的。因为需要微小倾向[微小推动]就能成为某种特定之物的东西,几乎就是它能够成为的那物;极干燥的草因成为火的倾向很微小,就几乎是火。因此,拥有充血之肺的动物也因为灵魂之火即生来之热点燃的倾向因肺的热而很微小,所以需要迅速的冷却。所以它们需要迅速的冷却。此外,将要冷却之物必须进入内部并遍及全部。如果肺是冷的,那么冷却之物只要触及肺就足以进行冷却了;但由于肺是热且充满血液的,冷却之物必须进入其内部并穿过整个肺。这两件事,即迅速进入和能够遍及全部,空气都能够做到:迅速进入是因为它易于流动,穿过全部是因为它极微细。而水由于浓密且难以流动,既不能迅速进入,也不能遍及全部。人们把心中心热的本原称为灵魂,即灵魂本身的混合;因为灵魂作为形式存在于心脏中,它也是心中心热的本原。因此,拥有充血之肺的动物相比于没有充血之肺的动物呼吸得最多,是因为它们最需要冷却。其后的内容是显而易见的。鱼的心脏位置与其他动物相似。因为正如在那些动物中,心脏的尖端朝向上方,在这些[鱼]中也是如此;尖端指向它们的头部,而头部在所有动物中都是上方。那条静脉与肌腱构成的导管沿着鳃的接合处延伸,而来自心脏两侧的通道则通向鳃的末端。冷却如何通过鳃如导管般通行,他将在本书末尾说明。他说,呼吸的动物在少量且同一的空气中会窒息;因为如果它从一处移动到另一处,按常理就会遇上要么更多的空气,要么虽不多但无论如何或许更冷的空气,正如那些从浴场出来走向室外的人;这些人即便不是走向更多的空气,无论如何也是走向冷的空气;因为浴场中的空气是热的。在说了“在少量且同一的[空气]中”之后,他接着补充道:“因为它们中的每一者都会迅速变热”,所谓的“每一者”是指少量和同一这两者;因为它们中的每一者一旦触及肺中的热就迅速变热,而在变热之后就无法冷却了。他还说,万物的败坏在某一方面是相通的,而在某一方面是相异的:相异在于,一种败坏是通过热的消耗发生的,另一种是通过熄灭发生的,总的来说一种顺乎自然,另一种逆乎自然;相通则在于,一切败坏都是由于热的匮乏而发生的。当本原来自外部时,死就是暴力的,如在窒息和肺炎的情形中那样;而当本原在自身内部时,死就是顺乎自然的,正如在老年发生的死那样。
- 6.45Διὰ τὸ μικρὰν εἶναι τὴν ῥοπὴν τοῦ ψυχικοῦ πυρός
名词 ῥοπή(秤的倾斜、决定性的推动)与主格性属格 τοῦ ψυχικοῦ πυρός 以及表示方向或目的的介词短语 πρὸς τὸ ἀνάπτεσθαι 构成。米海尔将其解释为“只需极小的推动即可点燃”,即极易且迅速转变为燃烧状态。
- 6.45ἁψάμενον τὸ καταψύξον τοῦ πνεύμονος
分词 ἁψάμενον 为中性单数主格,与主语实体化分词 τὸ καταψύξον(冷却之物)相一致。中动动词 ἅπτομαι 支配接触对象的属格(τοῦ πνεύμονος)。后文中的 ἁψάμενον γὰρ ἑκάτερον αὐτῶν τοῦ ἐν τῷ πνεύμονι θερμοῦ 亦为完全相同的句法结构。
- 6.45αὐτὴν τὴν τῆς ψυχῆς κρᾶσιν
该宾格短语与前文 ἀρχὴν δὲ θερμότητος τῆς ἐν καρδίᾳ τὴν ψυχὴν λέγουσιν(“人们把心中心热的本原称为灵魂”)中的宾语构成同格,进一步阐明所说的“灵魂”即是指“灵魂本身的调配/混合”。
